Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 81.1
Not analysed yet
Ὅταν μὲν οὖν κατ’ ἀστέρα γένηται ἡ τοιαύτη σύγκρισις, τὴν αὐτὴν ἀνάγκη φαίνεσθαι φορὰν κινούμενον τὸν κομήτην, ἥνπερ φέρεται ὁ ἀστήρ· ὅταν δὲ συστῇ καθ’ αὑτόν, τότε δὴ ὑπολειπόμενοι φαίνονται. τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν. τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην ὡς ἅλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γινομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην πρὸς τὸν ἥλιον, ὅτι καὶ καθ’ ἑαυτὸν γίνεται κομήτης πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων. Ἔτι τὴν διαφορὰν τῶν κομητῶν ἀπαγγέλλει, τῶν τε καθ’ αὑτοὺς γινομένων καὶ τῶν ὑπό τινα τῶν ἀστέρων συνισταμένων καὶ αὐτὸν τὸν ἀστέρα ποιούντων κομήτην. οὗτοι μὲν οὗν, φησί, τὴν αὐτὴν φέρονται τῷ ἀστέρι φορὰν καὶ οὐχ ὑπολείπονται τούτου ποτέ. οἱ δὲ καθ’ αὑτοὺς ἀστέρος χωρὶς συνιστάμενοι κομῆται ὑπολείπονται τῆς τῶν οὐρανίων κινήσεως. καὶ τὴν αἰτίαν φησὶν ὁ Ἀλέξανδρος, ὅτι μὴ ἰσοδρομεῖ τοῖς οὐρανίοις ὁ τὴν γῆν κόσμος οὐδ’ ὁμαλῶς αὐτοῖς ἕπεται οὐδὲ κατὰ φύσιν οὕτω κινεῖται ἀλλὰ δηλονότι παρὰ φύσιν ὑποσυρόμενος βίᾳ διὰ τὴν τοῦ ἕλκοντος ὑπερβάλλουσαν δύναμιν. ὅπερ καὶ τὸν μέγιστον ὑπομεῖναι κομήτην ἱστόρησεν Ἀριστοτέλης· ὑποθεμένων γὰρ ἡμῶν ὅσον ἐκ τῶν εἰρημένων αὐτῷ τὸν ἥλιον τότε εἶναι ἐν αἰγοκέρωτι, συνόντα δ’ αὐτῷ τὸν κομήτην πρὶν ὀφθῆναι, ὅτε δὲ πρῶτον ἐφάνη, ὑπολελεῖφθαι αὐτὸν ἐν ὑδροχόῳ ἐπὶ τὰ ἑπόμενα (πῶς γὰρ ἂν ἐφάνη μὴ τοῦ ἡλίου ὑπολελειμμένος;) πάλιν δ’ εἰπόντος Ἀριστοτέλους ὅτι ἐπανῆλθε μέχρι ζώνης Ὠρίωνος, ἥτις ὑπὸ τοὺς διδύμους ἐστί, κἀνταῦθα γενόμενος ἐλύθη, συνηγάγομεν ἡμεῖς ὑπολειφθῆναι αὐτὸν ζῴδια τέσσαρα, ὑδροχόον, ἰχθῦς, κριόν, ταῦρον. τοσαῦτα οὗν δηλονότι καὶ τῆς κινήσεως ὑπελείφθη τοῦ παντὸς οὐρανοῦ βραδύτερον κινηθείς, ἅτε δὴ βιαίως συνεφελκομένου τῷ οὐρανῷ τοῦ ὑπεκκαύματος, ἐν ᾧπερ ὁ κομήτης ὑπέστη. οὐ γὰρ ἄν τις εἴποι φυσικὸς ἀνήρ “πόθεν γὰρ δῆλον, εἰ μὴ κινηθεὶς ὁ κομήτης τὸν ἥλιον ὑπέδραμεν ἐπὶ τὰ ἡγούμενα ζῴδια ὀκτώ, αἰγόκερων, τοξότην, σκορπίον, ἰχθύας, παρθένον, λέοντα, καρκίνον, διδύμους; “πρῶτον μὲν οὖν ὅτι καταγέλαστος ἡ τοσαύτη τοῦ κομήτου ταχυτὴς τῇ ἀπλανεῖ συνεφελκομένου ἅμα τῷ ὑπεκκαύματι· δεύτερον ὅτι παλινδρομῶν ὁ κομήτης ἐν αἰγοκέρωτι ἀφανὴς ἔμελλε γίνεσθαι τῷ ἡλίῳ συνών, παραλλάσσων δὲ τὸν ἥλιον καὶ μετιὼν τὸν τοξότην καὶ σκορπίον περὶ τὴν ὤ ἕω φαίνεσθαι μόνην εἰκὸς ἦν· νῦν δὲ μετὰ δύσιν ἡλίου τὸ πρῶτον φανεὶς ἐν ὑδροχόῳ δηλονότι ὢν καὶ μέχρι δύσεως τελείας φαινόμενος μετὰ δύσιν ἔμενεν, ἕως ὑπὸ τὴν ζώνην τοῦ Ὠρίωνος φθάσας ἐλύθη. πρὸς τούτοις τὰ βίᾳ συνεφελκόμενά τινι θᾶττον μὲν κινεῖσθαι τοῦ συνεφέλκοντος ἀδύνατον (οὐδεμίαν γὰρ ἔχει κίνησιν ἰδίαν), ἀλλ’ ἢ ἰσοδρομεῖ τούτῳ, εἰ μηδὲν ἀντι- πράττει, ἢ ὑπολείπεται πάντως συνέπεσθαι κατὰ συνέχειαν τῷ ἕλκοντι μὴ δυνάμενον, ὅπερ οἶμαι καὶ ἐπὶ τοῦ εἰρημένου κομήτου γέγονεν. εἰ δ’ ὅλως συνεφέλκεται τῷ οὐρανῷ βιαίως ὁ περὶ γῆν κόσμος, ἀκόλουθον οἶμαι πάντως αὐτὸν καὶ στάσει διαλαμβάνεσθαι καὶ τῇ κινήσει λειπόμενον. τοῦτο μὲν οὖν προφανές· εἰ δὲ κατὰ τοὺς Πλατωνικοὺς τῇ τῶν στοιχείων ὁλότητι κτὰ φύσιν ἐστὶν ἢ τὸ μένειν ἢ τὸ κύκλῳ κινεῖσθαι, καὶ διὰ τοῦτο τὸ ὑπέκκαυμα κατὰ φύσιν καὶ οὐ βίᾳ κύκλῳ φέρεται, τὸ ἄρα ὑπολείπεσθαι τὸ ὑπέκκαυμα τῆς ἀπλανοῦς ἀπὸ τῆς ἰδίας ἔχει φύσεως βραδύτερον αὐτῆς κινούμενον, ὥσπερ καὶ τῶν οὐρανίων οὐκ ἔστιν ἴσα τὰ τάχη, ἄλλα δ’ ἄλλων τὰ μὲν θᾶττον κινεῖται τὰ δὲ βραδύτερον. μήποτε καὶ ὁ Ἀριστοτέλης ἐμφαίνει τι τοιοῦτον, ἐν οἷς φησι τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, τουτέστι τοὐ ὑπεκκαύματος καὶ τοῦ μὴ λιμνάζοντος ἀέρος, τὸ μὴ ἰσοδρομεῖν τῷ οὐρανῷ ἀλλ’ ὑπολείπεσθαι. ὥστε οὐ διὰ τὸ συνεφέλκεσθαι βίᾳ τὸ ὑπέκκαυμα τῶν οὐρανίων ὑπολείπεται, ἀλλ’ ὅτι τοιαύτην ἔχει τὴν φύσιν, ἐπείπερ εἰ βίᾳ καὶ παρὰ φύσιν οὕτως ἐκινεῖτο, τὸν πάντα χρόνον ἐν τῷ παρὰ φύσιν ἔμελλεν εἶναι καὶ τοῦ κατὰ φύσιν οὐδέποτε τεύξεσθαι, ὅπερ ἀδύνατον. τοῦτο οὖν ἐστι τὸ αἴτιον καὶ τοῦ ὑπολείπεσθαι τῆς τῶν οὐρανίων κινήσεως τοὺς κομήτας. οὐδὲ γὰρ καθ’ ἑαυτοὺς κινοῦνται· πάθος γάρ ἐστι τοῦ ἀέρος ἢ τοῦ ὑπεκκαύματος· τῷ οὖν τὸ ὑποκείμενον αὐτοῖς ὑπολείπεσθαι τῶν οὐρανίων πᾶσα ἀνάγκη καὶ αὐτοὺς ὑπολείπεσθαι. ἐξ οὗ δῆλον ὅτι μηδὲ ὑπὲρ φύσιν αὐτοῖς ἡ κίνησις, ὡς ἑτέρωθί πού φησι Δαμάσκιος, ὅπερ ἠλέγξαμεν· οὐ γὰρ ἄν ἦν οὕτως εὐπαθής. τοῦτο μὲν οὖν ἱκανῶς εἴρηται· διὰ τί δὲ οἱ κατὰ ἀστέρα τῶν κομητῶν συνιστάμενοι ἰσοδρομοῦσι τῷ ἀστέρι καὶ οὐχ ὑπολείπονται αὐτοῦ, οὔτ’ Ἀριστοτέλης εἴρηκεν οὔτ’ Ἀλέξανδρος, πλὴν ὅτι προσέρριψεν αὐτὸς ἀπλῶς ὁ Ἀλέξανδρος εἰπὼν ὡς ἄν x003E; τῇ ἀναθυμιάσει τὴν αἰτίαν παρέχοντος”. οὖν αὐτὸν εἰπεῖν πῶς τῇ ἀναθυμιάσει τὴν αἰτίαν παρέχει· ὁ γὰρ Ἀριστοτέλης οὐδὲν εἴρηκεν. ἐντεῦθεν οἶμαί τινα κινούμενον εἰπεῖν ὡς ὁ μὲν κάτω συνιστάμενος κομήτης παχυτέρας ἐστὶν ὕλης ὡς ἐπιμεμιγμένης τοῖς κάτω σώμασιν, ὁ δὲ παρὰ τοῖς ἄστροις γινόμενος ἐκ λεπτοτέρας καὶ πυρώδους ὡς πλησιάζων τοῖς ἄνω· εἰκότως οὖν ὁ μὲν ὑπολείπεται διὰ τὸ βάρος τῆς ὕλης καὶ ἀντιβατικὸν τῷ συνέλκοντι, ὁ δὲ συνέπεται διὰ τὴν λεπτο- μέρειαν, μηδενὸς ἀντιβαίνοντος τῇ συνώσει τοῦ ἕλκοντος. τοῦτο δὲ πιθανὸν μὲν ἄγαν, ἐπισκοποῦσι δὲ τῶν ὑποκειμένων τὴν φύσιν οὐκ ἀληθὲς εὑρεθήσεται. συνεχῆ γὰρ ὄντα τό τε ὑπέκκαυμα καὶ ὁ μὴ λιμνάζων ἀὴρ καὶ οὐ διεσπασμένην κατὰ μέρη μίαν καὶ συνεχῆ ποιεῖται κίνησιν, εἴτε καθ αὑτὸ κινεῖται ἡ ἐν τοῖς οὐρανοῖς συνέλκεται. διὸ καὶ αὐτὰ κυκλίζεται τὰ πάθη, καθὰ καὶ οἱ κομῆται δηλοῦσι, δύνοντές τε καὶ ἀνατέλλοντες πολλάκις ὁμοίως τοῖς ἄστροις. εἰ οὖν οἱ κομῆται πάθος εἰσὶ τοῦ ὑπεκκαύματος, ἄλλοι κατ' ἄλλο τῶν αὐτοῦ μερῶν συνεχῶν ὄντων γινόμενοι. πῶς οἷόν τε τοῦ ὅλου συνεχοῦς τε ὄντος‘ καὶ μίαν ποιουμένου κίνησιν τὸ μὲν αὐτοῦ μέρος ἰσοδρομεῖν τοῖς οὐρανίοις, τὸ δὲ ὑπολείπεσθαι; ἐπεὶ τοίνυν οὔτε οἱ εἰρημένοι φιλόσοφοι τὸ φαινόμενον ᾐτιολόγησαν οὔτε ὅλως εὑρεῖν τινα τούτου αἰτίαν δεδύνηνται, οἶμαι δεῖν ἐπιτηρῆσαι τὰ πάντα ταῦτα πολλάκις, εἰ οὕτως ὡς ὁ Ἀριστοτέλης εἴρηκεν ἔχει, καὶ εἰ τοῦτο φανείη, πάλιν σκοπεῖν, μήποτε δόκησίς ἐστι καὶ πλάνη τῆς ὄψεως, οὐκ ἀλήθεια τὸ συμβαῖνον· ἴσως γὰρ οἱ τῶν ἀστέρων ὄντες ἐγγὺς κομῆται διὰ τὸ ἐν μεγάλῃ ὤ περιφερείᾳ κινεῖσθαι οὐ πολλὴν οὐδὲ διάδηλον ποιούμενοι τὴν ἀπὸ τῶν ἀστέρων κίνησιν ἰσοδρομεῖν αὐτοῖς νομίζονται, οἱ δὲ κάτω τοὐναντίον μικρᾷ περιφερείᾳ κινούμενοι θᾶττον τοὺς ἀστέρας παραλλάττειν δοκοῦσιν, οἷς πρότερον κατὰ μίαν ὑπῆρχον κάθετον. τοιοῦτο δέ τι τοῖς ἐπιτηροῦσι καὶ ἐπὶ τῶν ἀπλανῶν φαινόμενον ἔστιν ἰδεῖν, τό τε ἐν μείζονι περιφερείᾳ καὶ τὸ ἐν ἐλάττονι κινούμενον. τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην ὡς ἅλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γινομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, πρὸς τὸν ἥλιον, ὅτι καὶ καθ᾿ ἑαυτὸν γίνεται καὶ πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων. ἐπειδήπερ Ἱπποκράτης ὡς τὴν ἅλω κατὰ ἀνάκλασιν τῶν ὄψεων εἰς τὸν ἥλιον γινομένην, οὕτως ἔλεγε καὶ τοὺς ἀστέρας γίνεσθαι κομήτας ἐκ τῆς ἀναθυμιάσεως ἐπ’ αὐτοὺς ἀνακλωμένης ἡμῶν τῆς ὄψεως, καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης περὶ τῆς κόμης διαλεγόμενος ὑπόδειγμα τὴν ἅλω παρήγαγεν, ἵνα μήτις ἐντεῦθεν ἀληθεύειν Ἱπποκράτην νομίσειεν, ὡς τὴν ἅλω ἐξ ἀνακλάσεως τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον, οὕτω καὶ τὴν κόμην ἐπὶ τὸν ἀστέρα γίνεσθαι, ἐξ αὐτῶν τῶν νῦν εἰρημένων τὴν ὑπόνοιαν ταύτην ἐλέγχει, λέγω δὲ τοὐ τε ὑπολείπειν τὸν κομήτην πολλάκις καὶ συνίστασθαι καθ’ αὑτὸν ὡς ἐπὶ τὸ πλεῖστον, σπανιώτερον δὲ μετὰ ἀστέρος. εἰ γὰρ ἡ κόμη κατ’ ἀνάκλασιν τῶν <ὄψεων> ἐπί τινα τῶν ἀστέρων καθάπερ ἅλως ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην, ἀδύνατον ἦν συστῆναί ποτε καθ’ αὑτὸν ἀστέρος χωρίς, ὡς οὐδ’ ἅλω καθ’ αὑτὴν ἡλίου ἢ σελήνης ἐκτός· νυνὶ δὲ πλεονάκις τοῦτο γίνεται. ἔπειτα ἡ μὲν ἅλως ἐν ἀχλυώδει ἀέρι γίνεται, ᾧ προσπίπτουσαι ἡμῶν αἱ ὄψεις ἐπὶ τὸν ἥλιον ἢ τὴν σελή- νην ἀνακλῶνται· οἱ δὲ κομῆται ἐν καθαρῷ γίνονται τῷ ὑπεκκαύματι, ὅθεν οὔκ ἔστι γενέσθαι ἀνάκλασιν. πάλιν ἡ ἅλως οὐκ ἀπολιμπάνει τὸν ἥλιον ἢ τὴν σελήνην, ἀλλὰ σύνδρομός ἐστιν ὑφ’ ὅνπερ ἂν αὐτὸν συσταίη, οἱ δὲ κομῆται καὶ ἀπολείπονται. οὐχ ὡς ἡ ἅλως ἄρα κατὰ ἀνάκλασιν, οὕτω καὶ ἡ κόμη γίνεται. εἰ δὲ ἐκ τοῦ μὴ ὑπολείπεσθαι τὴν ἅλω, τὸν δὲ κομήτην ὑπολείπεσθαι τὸ μὴ εἶναι τὸ αὐτὸ πάθος τὴν ἅλω καὶ τὴν κόμην συνήγαγεν, ἀλλ’ ἐπείπερ τὸν ὑπό τινα τῶν ἀστέρων γινόμενον κομήτην οὐχ ὑπολείπεσθαι τοῦ ἀστέρος εἴρηκεν, συνάξειεν ἄν τις τοὐναντίον ἐντεῦθεν ὡς ἓν κατ’ αὐτὸν εἴη πάθος ἡ κόμη τε καὶ ἡ ἅλως. εἰ δὲ τοῦτο ψευδές, οὐκ ἀληθὲς ἄν εἴη τὸ μὴ ὑπολείπεσθαι τοῦ ἀστέρος τὴν γενομένην αὐτῷ κόμην. τὴν λέξιν Ἀριστοτέλους καθ’ ὑπέρθεσιν οὕτως ἀναγνωστέον· τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην πρὸς αὐ- τὸν τὸν ἀστέρα γινομένην, ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, ὡς καὶ ἡ ἅλως ἐν ὑπεκκαύματι καθαρῷ πρὸς τὸν ἥλιον· καὶ δῆλον ὅτι πλεονάζει τὸ μή ἐπίρρημα μετὰ τοῦ καί συνδέσμου· ποῖον δὲ τοῦτο, διδάσκων ἐπήγαγεν, ὅτι, φησί, καὶ καθ’ ἑαυτὸν γίνεται πολλάκις κομήτης καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων, ὑποστιζόντων εἰς τὸ πολλάκις, ἵν’ ᾖ τὸ νοούμενον τοιοῦτον· πλεονάκις καθ’ ἑαυτοὺς κομῆται γίνονται ἤπερ περί τινας τῶν ἀπλανῶν ἢ τῶν πλανωμένων ἀστέρων, ὡς εἶπε πρότερον. ὡρισμένους δὲ τούτους ἐκάλεσεν ὡς πρὸς τοὺς κομήτας, ἀστέρας μὲν καὶ αὐτοὺς καλουμένους.