Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 84
Not analysed yet
Τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντὸς αἴτιος ἥ τε τοῦ ἡλίου καὶ τῶν ἄστρων κίνησις, οὐ μόνον ἐκκρίνουσα τὸ θερμόν, ἀλλὰ καὶ διακρίνουσα τὸ συνιστάμενον. μάλιστα δ’ αἴτιον ὅτι τὸ πλεῖστον εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν. Καὶ καθόλου ζητεῖ, διὰ τί μὴ συνεχῶς γίνονται κομῆται, καὶ ἰδικώτερον τίνος ἕνεκεν οἱ γινόμενοι μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἡ ἐντὸς γίνονται. μία δὲ καὶ ἡ αὐτὴ τούτων αἰτία ἐστίν· οὐ μόνον γὰρ ἡ τοῦ |ἡλίου καὶ τῶν ἄστρων κίνησις θερμαίνουσα τὰ ὑπὸ σελήνην γεννᾷ τὴν εἰρημένην ἀναθυμίασιν, ἀλλὰ καὶ αὐτὴν ταύτην ἀραιοῖ τῇ ἐπιτάσει τοῦ θερμοῦ καὶ λεπτύνει καὶ διαφορεῖ παντελῶς. εἴπομεν δὲ ὡς πυκνοτέρας ἀναθυμιάσεως χρεία πρὸς κομήτου γένεσιν. εἰ δὲ τοῦτο αἴτιον τοῦ μὴ συνεχῶς ἐκτὸς τροπικῶν γίνεσθαι κομήτας, πολλῷ μᾶλλον μεταξὺ τῶν τροπικῶν οὐ γενήσονται διὰ τὸ δυναστεύειν ἐκεῖ τὸν ἥλιόν τε καὶ τοὺς πλανωμένους. ὅθεν καὶ διακαίεται καὶ ἀοίκητός ἐστιν ἡ ὑπὸ τὸν ἰσημερινὸν καὶ ἡ παρ’ ἑκάτερα γῆ. προστίθησι δὲ καὶ ἄλλην αἰτίαν, ὅτι πολύ, φησί, τῆς τοιαύτης ὕλης εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν εἴτε δὲ καλῶς εἴρηται τοῦτο εἴτε μὴ καλῶς, ἐν τῷ περὶ αὐτοῦ λόγῳ δείξομεν· ἐπειδὴ δὲ ὅλως οἴεται πολὺ τῆς ὕλης τῶν κομητῶν εἰς τὴν τοῦ γάλακτος ἀθροίζεσθαι χώραν, ὡς ὁμοΰλων ἀμφοῖν ὄντων, εἰκότως ἐντεῦθεν ἐγνωσμένης αὐτοῦ τῆς ὕλης ἐπὶ τὸν περὶ αὐτοῦ τοῦ γαλαξίου μέτεισι λόγον ζητῶν, ὅπως τε γίνεται καὶ διὰ τίν’ αἰτίαν, καὶ τί ἐστι τὸ γάλα. συνήθως δὲ πάλιν τὰς τῶν παλαιοτέρων περὶ αὐτοῦ δόξας γυμνάζει πρῶτον· τέσσαρας δ’ εἶναι τὰς περὶ τούτου τῶν παλαιῶν φησιν ὑποθέσεις, ὧν ἑκάστην ἐκτίθεται.