Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 88.1
Not analysed yet
Πρὸς δὲ τούτοις, εἰ καθάπερ δείκνυται ἐν τοῖς περὶ ἀστρολογίαν θεωρήμασιν, οὕτως ἔχει, καὶ τό τε τοῦ ἡλίου μέγεθος μεῖζόν ἐστιν ἢ τὸ τῆς γῆς καὶ τὸ διάστημα πολλαπλασίως μεῖζον τὸ τῶν ἄστρων πρὸς τὴν γῆν ἢ <τὸ τοῦ ἡλίου> τὸ τοῦ ἡλίου πρὸς τὴν γῆν ἢ τὸ τῆς σελήνης, οὐκ ἂν πόρρω που ἀπὸ τῆς γῆς ὁ κῶνος ἀπὸ τοῦ ἡλίου συμβάλλοι τὰς ἀκτῖνας, οὐδ’ ἂν ἡ σκιὰ πρὸς τοῖς ἄστροις εἴη τῆς γῆς, ἡ καλουμένη νύξ, ἀλλ᾿ ἀνάγκη πάντα τὸν ἥλιον τὰ ἄστρα περιορᾶν, καὶ μηδενὶ τὴν γῆν ἀντιφράττειν αὐτῶν. Κατὰ ἔνστασιν καὶ ἀντιπαράστασιν τὴν προκειμένην ὑπόθεσιν ἤλεγξε, πρῶτον μὲν τῇ ἀντιπαραστάσει χρησάμενος καὶ συγχωρήσας τινὰ τῶν ἄστρων ὑπὸ τῆς γῆς ἀντιφράττεσθαι, ὡς τοῦ κώνου τῆς σκιᾶς μέχρι τῆς ἀπλανοῦς κατ’ αὐτοὺς διατείνοντος καὶ εἰς αὐτὸν ἄστρων τινῶν ἐμπιπτόντων, ὡς καὶ ἐπὶ τῶν σεληνιακῶν ἐκλείψεων γίνεται, τῆς σελήνης εἰς αὐτὸν τὸν κῶνον ἐμπιπτούσης καὶ διὰ τοῦτο τῶν αὐγῶν τότε τῶν ἡλιακῶν οὐ μετεχούσης· διὸ καὶ ἐκλείπειν. νυνὶ δὲ τῇ ἐνστάσει χρώμενος ἄγνοιαν τῶν ἀστρονομικῶν θεωρημάτων κατηγορεῖ τῶν οἰομένων μέχρι τῆς ἀπλανοῦς τὸ σκίασμα διήκειν τῆς γῆς, ὡς καί τινα τῶν ἄστρων ὑπ’ αὐτοῦ ἀντιφράττε- σθαι καὶ τῶν ἡλιακῶν διὰ τοῦτο μὴ μετέχειν ἀκτίνων. δείκνυται γὰρ ἐν τοῖς ἀστρονομικοῖς θεωρήμασι πρῶτον μὲν ὅτι ἑκατονταπλασίων ἐστὶ τῆς γῆς ὁ ἥλιος ἢ ἀπλῶς πολλῷ μείζων, καὶ διὰ τοῦτο κωνοειδὲς γίνεται τὸ σκίασμα τῆς γῆς. συμβαίνει γὰρ οὕτως, ὅταν ἐλάττων σφαῖρα φωτίζηται ὑπὸ μείζονος, τῶν ἀκτίνων τοῦ ἡλίου τῶν ὑπερεκπιπτουσῶν τὴν γῆν κατὰ μικρὸν συνιουσῶν· τοσούτῳ γὰρ προίασιν, ἕως ἄν εἰς ἓν συνελθοῦσαι ση- μεῖον τὴν σκιὰν λύσωσι. διικνεῖσθαι οὖν φασι τὸν κῶνον τοῦτον μέχρι μόνης τῆς Ἑρμαϊκῆς σφαίρας καὶ τοῦτον οὐχ ὑπερεκπίπτει ὥστε τῶν ἀνωτέρω ταύτης μηδὲν σκιάζεσθαι, πάντα δὲ τῶν ἡλιακῶν ἀεὶ μετέχειν αὐγῶν. καὶ τοῦτο πάλιν δείκνυται ὅτι ὅσον ἐστὶ τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὴν ἐπιφάνειαν αὐτῆς διάστημα, τοσοῦτόν ἐστιν ἑξηκοντάκις τὸ ἀπὸ τοῦ κέντρου διῆκον ἐπὶ τὴν σεληνιακὴν σφαῖραν. ὁ δὲ ἥλιος ἀπὸ τῆς γῆς διέστηκε τοσοῦτον χιλιάκις καὶ διακοσιάκις καὶ δεκάκις. ἐὰν οὖν τούτων ἀφέλῃς ἀπὸ τοῦ κέντρου μέχρι σελήνης ἑξήκοντα, περιλείπεται χίλια ἑκατὸν πεντήκοντα, ἅπερ ἀφέστηκεν ἀπὸ σελήνης ὁ ἥλιος. γίνεται οὖν τὸ ἀπὸ σελήνης ἐπὶ τὸν ἥλιον, ὅπερ ἦν χιλίων ἑκατὸν πεντήκοντα, τοῦ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν σελήνην, ὅπερ ἦν ἑξήκοντα, ἔλαττον μὲν ἢ εἰκοσαπλάσιον, μεῖζον δὲ ἢ ἐννεακαιδεκαπλάσιον. ὁ δὲ τῆς γῆς σκιᾶς κῶνος διήκει μέχρι μόνων διακοσίων ἑξήκοντα ὀκτὼ τοσούτων διαστημάτων, ὅσον ἐστὶ τὸ ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὴν ἐπιφάνειαν αὐτῆς. ὑφαιρουμένων τοίνυν ἀπὸ τῶν χιλίων ἑκατὸν πεντήκοντα τῶν διακοσίων ἑξήκοντα ὀκτώ, τὸ λειπόμενον ἔσται ὀκ|τακόσια καὶ ὀγδοήκοντα καὶ δύο, ἅπερ διέστηκε τοῦ πέρατος τῆς ἀπὸ τῆς γῆς σκιᾶς ὁ ἥλιος. πόσον οὖν εἰκὸς εἶναι τὸ μέχρι τῆς ἀπλανοῦς ἄλλαις τρισὶ μεσολαβουμένης σφαίραις, τῇ τε Ἄρεος καλουμένῃ καὶ τῇ Δῖός καὶ τῇ τοῦ Κρόνου, ὅπερ οὐδὲ λογίσασθαι διὰ τὴν ἄφατον ὑπερβολὴν αἱ ἀστρολογικαὶ δεδύνηνται μέθοδοι; οὐδὲν οὖν τῶν μετὰ τὴν Ἑρμαϊκὴν σκιάζεται παντελῶς. πολλῷ οὖν μᾶλλον ἡ ἀπλανὴς τούτου κεχώρισται, ἀλλὰ πᾶσαι διὰ παντὸς τῶν ἡλιακῶν ἀκτίνων μετέχουσι. πάντα γάρ, φησί, τὰ ἄστρα ὁ ἥλιος ἐξ ἀνάγκης περιορᾷ, καὶ οὐδὲν αὐτὸν ἀποκέκρυπται. ὥστε οἱ λέγοντες ἀντιφράττεσθαι ὑπὸ τῆς γῆς τῶν ἀπλανῶν τινας εὐήθεις εἰσὶ καὶ τῶν ἀστρονομικῶν μεθόδων παντάπασιν ἀνεννόητοι.