Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 89.1
Not analysed yet
Ἔτι δ’ ἐστὶ τρίτη τις ὑπόληψις περὶ αὐτοῦ. λέγουσι γάρ τινες ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, ὥσπερ καὶ τὸν ἀστέρα τὸν κομήτην. ἀδύνατον δὲ καὶ τοῦτο. εἰ μὲν τό τε ὁρῶν ἠρεμοίη καὶ τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἅπαν, ἐν τῷ αὐτῷ σημείῳ τοῦ ἐνόπτρου τὸ αὐτὸ ἂν φαίνοιτο μέρος τῆς ἐμφάσεως· εἰ δὲ κινοῖτο τὸ ἔνοπτρον καὶ τὸ ὁρώμενον ἐν τῷ αὐτῷ μένοι ἀποστήματι πρὸς ὁρῶν καὶ ἠρεμοῦν, πρὸς ἄλληλα δὲ μὴ ἰσοταχῶς μηδὲ ἐν τῷ αὐτῷ <ἀεὶ> διαστήματι, ἀδύνατον τὴν αὐτὴν ἔμφασιν ἐπὶ τοῦ αὐτοῦ εἶναι μέρους τοῦ ἐνόπτρου, καὶ ἑξῆς. Ἄλλοι, φησίν, ἀνάκλασιν εἶναι λέγουσι τὸ γάλα τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, καὶ τὸ μὲν ἀνακλώμενον εἶναι τὰς ὄψεις ἡμῶν, τὸ δ’ ἐφ’ ὃ γίνεται ἡ ἀνάκλασις τὸν ἥλιον· τὸ δ’ ἀφ’ οὗ ἡ ἀνάκλασις ὅτι μὲν ὁ γαλαξίας κύκλος ἐστί, πρόδηλον, τί δὲ λέγουσι τὸ τῷ χρώματι τούτῳ ὑπο- κείμενον, οὐκ εἶπεν ὁ Ἀλέξανδρος. ποτὲ μὲν ἀναθυμίασιν εἶναι τοῦτό φησι, λέγων οὕτως ”τρίτην δέ φησι δόξαν εἶναι περὶ τοῦ γάλακτος τὴν λέγουσαν ἀνάκλασιν εἶναι τὸ γάλα τῆς ἡμετέρας ὄψεως ἀπό τινος ἀναθυμιάσεως ἐπὶ τὸν ἥλιον ἔνοπτρον γενόμενον’’. καίτοι γε ἐπὶ πάντων τὸ ἀφ’ οὗ ἀνακλῶνται αἱ ὄψεις ἔνοπτρόν ἐστιν, οὐ τὸ ἐφ’ ὃ ἀνακλώμεναι φέρονται, λέγω σκιᾶς om. MV 2 τοσούτων et ὅσον scripsi: τοιούτων et οἷον libri 5 ante τοῦ add. ἀπὸ a 7 μεσολαβουμέναις a σφαίρας M τῇ τε—καὶ τῇ τοῦ Κρόνου (8) scripsi: τῆς τε ἄρεος καλουμένης καὶ τῆς δῖός καὶ τῆς τοῦ κρόνου libri 10 οὖν om. a εὐήθεις a: εὐπειθεῖς M: ἀπιθεῖς V 15 Ὅτι Ma 16 γάρ om. M 21 μένοι V et infra p. 107,8 etiam Ma: μένει h. 1. Ma, ex corr. Arist. N: μέντοι Arist. H: μὲν recte Arist. EF 22 ἀεὶ ex Arist. addidi coll. p. 107,9 24 καὶ τὰ ἑξῆς om. et lemma usque ad οὐκ ἴσον (p. 345 b 22) producit V 25 λέγουσι om. MV 26 καὶ τὸ μὲν—τὸν ἤλιον (27) om. V 30 λέγων οὕτως] Alex. p. 38,28 31 τὸ γάλα om. M 32 τὸ ἀφ᾿ οὐ scripsi: τοῦ ἀφ’ οὗ libri 33 ἐφ’ ᾦ MV δὴ τὸ ὁρώμενον καὶ ἐν τῷ ἐνόπτρῳ τὴν ἑαυτοῦ φαντασίαν παρέχον. εἰ οὖν τὸ χρῶμα τοῦ ἡλίου ἐστὶ τὸ ἐν τῷ ἐνόπτρῳ, τουτέστι τῇ ἀναθυμιάσει, φαινόμενον καὶ τὸ γάλα ποιοῦν, οὐκ ἔστιν ἄρα τὸ ἔνοπτρον ὁ ἥλιος, ἀλλὰ τὸ ὁρώμενον. πάλιν δὲ περὶ τὸ πέρας τῶν ἐλέγχων τῆς ὑποθέσεως ταύτης ὁ Ἀλέξανδρος τοὺς ἀπλανεῖς ἀστέρας εἶναί φησι τὸ ἔνοπτρον, ὅσοι περὶ τὸν γαλαξίαν εἰσίν, οὕτω λέγων “τὰ δ’ ἄστρα <τὰ> ἐν τῷ κύκλῳ ὄντα κινεῖται, ἅπερ ὡς κάτοπτρον λαμβάνουσι, κινεῖται δὲ καὶ ὁ ἥλιος, ὃν ὁρᾶσθαι λέγουσιν ἐν τῷ τοῦ γάλακτος κύκλῳ ἐπ’ αὐτὸν γινομένης τῆς ἀνακλάσεως”. καὶ ὁ ἡμέτερος δὲ διδάσκαλος Ἀμμώνιος Ἑρμείου οὕτως ἐξείληφε· καὶ γὰρ ἐπὶ τῆς σελήνης ἐξ ἡλίου δεχομένης τὸ φῶς οὐκ οἰκεῖον αὐτῆς ἐστι τὸ ὁρώμενον, ἀλλ’ ἐν αὐτῇ ὡς ἐν ἐσόπτρῳ τὸ τοῦ ἡλίου φαντάζεται φῶς· ἐν γὰρ ταῖς ἐκλείψεσιν αὐτῆς τὸ οἰκεῖον αὐτῆς φῶς ἀνθρακοειδὲς φαίνεται. ταύτην δὲ τετάρτην οὖσαν ὑπόθεσιν, τρίτην Ἀριστοτέλης ἔθηκεν, ἤτοι τὰς δύο τὰς πρώτας ὡς τῶν Πυθαγορείων οὔσας εἰς μίαν συνάγων, ἢ ὅτι μηδ’ ἀντιλογίας τὴν προτέραν ἠξίωσεν· εἰκότως οὗν τὰς λοιπὰς ἠρίθμησε τρεῖς. ἔστι δὲ πρὸς τὴν ὑπόθεσιν ταύτην προχείρως εἰπεῖν ὡς οἱ περὶ τὸν γαλαξίαν ἀστέρες οὐκ ἔνοπτρόν εἰσιν, ἀλλ’ οὐδ’ ὁ ἥλιος, οὐδ’ ἐν αὐτοῖς τὸ τοῦ γαλαξίου φαίνεται χρῶμα· διακεκριμένοι γὰρ τοῦ γάλακτος προφανῶς ὑπάρχουσιν. καὶ ὁ Ἀριστοτέλης δὲ ὡς πρὸς ἔνοπτρον τοὺς ἀστέρας ὑποτιθεμένους τὸν ἔλεγχον πεποίηται τῆς προκειμένης ὑποθέσεως, ἀδύνατον εἶναι λέγων καὶ ταύτην τὴν ὑπόθεσιν. τῶν γὰρ κατὰ ἀνάκλασιν ὁρωμένων εἰ διηνεκῶς τὰ αὐτὰ φαίνοιτο εἴδωλα μὴ ματατιθέμενα παντελῶς, δεῖ καὶ τὰ αἴτια τούτων εἶναι. πάντα ἀκίνητα, λέγω δὴ τό τε ὁρῶν καὶ τὸ ὁρώμενον καὶ τὸ ἔνοπτρον, ἐξ οὗ ἡ ὄψις ἀνακλωμένη ἐπὶ τὸ ὁρατὸν φέρεται. εἰ δέ τι τούτων μετακινηθείη ἢ καί τινα ἢ καὶ ἅμα, καὶ τὸ εἴδωλον εὐθὺς ἄλλοτε ἄλλῳ μέρει τοῦ ἐνόπτρου μετακινούμενον φαίνεται. εἰ δὲ ἰσοταχῶς πάντα κινεῖται <καὶ> τὴν αὐτὴν ἄλληλα σχέσιν φυλάσσοντα μένει, πάλιν ὁμοίως ἡ ἔμφασις γίνεται. καὶ εἰ μὲν πορρωτέρω τοῦ κατόπτρου τὸ ὁρατὸν χωροίη κατὰ μίαν διισταμένου κάθετον, ἐν τῷ βάθει τοῦ κατόπτρου τὸ εἴδωλον φαίνεται· εἰ δὲ πλησιέστερον γένοιτο, μᾶλλον ἐπιπολάζειν τῇ ἐπιφανείᾳ τοῦ κατόπτρου δόξει τὰ εἴδωλον. καὶ τούτων ἡ πεῖρα πρόχειρος ἅπασι. τούτων οὖν οὕτως ἀλη- θείας ἐχομένων μετέλθωμεν ἐπὶ τὸ προκείμενον. ἡ μὲν γὰρ ὄψις ἡμῶν σχεδόν ἐστιν ἀκίνητος· κέντρου γὰρ ἡ γῆ πᾶσα καὶ σημείου λόγον ἔχει, ἐφ’ ἧς ἑστήκαμεν, ὡς πρὸς τὴν ἀπλανῆ, ὑφ’ ἧς τὰ οὐράνια κυκλοφορεῖται. ἴσον δὲ τοῦ κέντρου τὰ πέριξ ἀφέστηκεν ἅπαντα· ἴσον ἄρα καὶ τῆς ἡμετέρας ἀφέστηκεν ὄψεως τὰ ἄστρα. οὔτε δὲ τὸ ἔνοπτρον οἱ ἀστέρες οὔτε τὸ ὁρώμενον ὁ ἥλιος, ἐφ’ ὃν ἡ ἀνάκλασις, ἀκίνητοι μένουσιν, οὐδὲ τὴν αὐτὴν οἱ ἀστέρες ἀεὶ πρὸς τὸν ἥλιον σχέσιν φυλάσσουσιν, εἰ καὶ πρὸς ἡμᾶς ὁμοίως ἔχουσιν. οὐκοῦν οὐδ' ὁ γαλαξίας ἡμῖν ὁμοίως ἔχων ἐφαίνετο ἂν καὶ ἐν τῷ αὐτῷ τόπῳ μένων ἀκίνητος, συνεκινεῖτο δὲ τῷ τε ἐσόπτρῳ καὶ τῷ ὁρωμένῳ. νῦν δὲ· τοὐναντίον ἅπαν οὐδεμίαν περὶ αὐτὸν μεταβολὴν γινομένην ὁρῶμεν, οὐ κτὰ τόπον, οὐ κατὰ ποσόν, οὐ κατὰ ποιόν, οὐκ ἄλλην οὐδεμίαν ἔχων ὁρᾶται ἀλλοιοτέραν διάθεσιν· οὐδ’ ἄρα ἐξ ἀνακλά- σεως τῶν ὄψεων ἔσχε τὸ γάλα τὴν ὕπαρξιν.