Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 93.1
Not analysed yet
Ἡμεῖς δὲ λέγομεν ἀναλαβόντες τὴν ὑποκειμένην ἀρχὴν ἡμῖν. εἴρηται γὰρ πρότερον ὅτι τὸ ἔσχατον τοῦ λεγομένου ἀέρος δύναμιν ἔχει πυρός, ὥστε τῇ κινήσει διακρινομένου τοῦ ἀέρος ἀποκρίνεσθαι τὴν τοιαύτην σύστασιν, οἵαν καὶ τοὺς κομήτας ἀστέρας εἶναί φαμεν. τοιοῦτον ὅπερ ἐπ’ ἐκείνων, ὅταν μὴ αὐτὴ καθ’ αὑτὴν γένηται ἡ τοιαύτη ἔκκρισις, ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων η των πλανωμένων· τότε γὰρ οὗτοι φαίνονται κομῆται διὰ τὸ παρα- κολουθεῖν αὐτῶν τῇ φορᾷ ὥσπερ τῷ ἡλίῳ τὴν τοιαύτην συγκρισιν, ἀφ’ ἧς διὰ τὴν ἀνάκλασιν τὴν ἅλω φαίνεσθαί φαμεν, ὅταν οὕτω τύχῃ κεκραμένος ὁ ἀήρ. Τὴν ἑαυτοῦ δόξαν ἐντεῦθεν περὶ τοῦ γαλαξίου διδάξαι βουλόμενος ἀναλαμβάνει πάλιν τὰ περὶ τῆς καπνώδους ἀναθυμιάσεως εἰρημένα προτερον, ὅτι τοῦ λεγομένου ἀέρος διήκοντος ἀπὸ γῆς μέχρι τῆς κοίλης ἐπιφανείας τῆς σεληνιακῆς σφαίρας (ἀέρα γὰρ ἡ συνήθεια τὸ ὅλον τοῦτο καλεῖ) τὸ ἔσχατον αὐτοῦ καὶ πρὸς αὐτῇ τῇ σελήνῃ ξηρόν ἐστι καὶ θερμὸν καὶ πρὸς ἔξαψιν ἐπιτήδειον, διὸ καὶ ὑπέκκαυμα προσηγόρευται. ἐκ τούτου δὲ τῆς κύκλῳ τῶν οὐρανίων κινήσεως ἀποκρινούσης συστάσεις τινὰς τὸ παχύτερον ἐξ αὐτῶν τῆς κινήσεως ἐπὶ πλέον θερμαινόμενον καὶ ταύτῃ χρωννύμενον κόμη τις γίνεται. ἢ οὖν τοῦτό φησι τὸ ἀποκρίνεσθαι τοῦ ἀέρος τοιαύτην σύστασιν, ἢ ὅτι συναναφερομένων τῶν δύο ἀναθυμιάσεων συμβαίνει τῇ κινήσει τοῦ ἀέρος διακρίνεσθαι τὴν ἀτμιδώδη, καὶ λοιπὸν τὴν θερμὴν καὶ ξηρὰν μετεωριζομένην ὕλην τῶν κομητῶν καὶ τοῦ γαλαξίου γίνεσθαι. τῶν δὲ κομητῶν τοὺς μὲν καθ’ ἑαυτοὺς ἀστέρος χωρὶς ἔφαμεν συνίστασθαι, τοὺς δὲ καὶ ὑπό τινας τῶν ἀπλανῶν ἑλκόντων τὴν τοιαύτην ὕλην ἐφ’ ἑαυτούς, ἐξ ἧς τὴν κόμην ἴσχουσιν ἐπὶ τοσοῦτον διαμένουσαν, ἐφ’ ὅσον τε διαρκοῦσι διὰ παχύτητα τὴν φλόγα στέγειν, καὶ ἐφ’ ὅσον αὐτοῖς κάτωθεν ἡ χορηγία τῆς τοιαύτης ἀνα|θυμιάσεως προστίθεται. ὅπερ οὖν ἐπὶ τῶν καθ’ ἕκαστον ἀπλανῶν γίνεται τῆς κόμης συνισταμένης ὑπ’ αὐτοὺς καθ’ ὃν ὑπεθέμεθα τρόπον, οὕτως ἀναγκαῖον καὶ ἐπὶ πολλῶν ἀστέρων ἅμα τὸ αὐτὸ συμβαίνειν, καὶ περὶ κύκλον ὅλον ἀστέρων τὴν κόμην συνίστασθαι, ὅπερ ἐστὶν ὁ γαλαξίας. μεγάλη τις οὗν οὗτός ἐστι κόμη πολλοὺς ἀστέρας ὑποτρέχουσα. ὥσπερ γάρ, φησίν, ἐκ τῆς ὑποτρεχούσης τὸν ἥλιον ἢ τὴν σελήνην ἀχλύος ἀνακλώμεναι ἡμῶν αἱ ὄψεις ἐπ’ αὐτοὺς τὴν ἔμφασιν τῆς ἅλω ποιοῦσιν, οὕτω καὶ ἡ εἰρημένη σύστασις ξηρὰ καὶ θερμὴ κύκλον ὅλον ἀστέρων ὑποδραμοῦσα τὸν γαλαξίαν ἐποίησεν, πλὴν οὐκ ἔμφασιν ὡς τὴν ἅλω, ἀλλ’ ὑπόστασιν τοιούτου χρώματος, ὡς ἐδείξαμεν. καὶ ἐπειδὴ συμ- περιάγεται τῷ κύκλῳ κινουμένῳ τὸ ὑπέκκαυμα, εἰκότως καὶ ὁ γαλαξίας πάθος ὢν τοῦ ὑπεκκαύματος συγκινεῖται τῷ παντί, ἐπεὶ καὶ ἡ κατὰ ἀστέρα γινομένη κόμη συμπεριφερομένη τῷ ἀστέρι κόμη τούτου εἶναι δοκεῖ. ταὐτὸ δὲ καὶ ἐπὶ ἰῆς ἅλω γίνεται· ὅταν <γὰρ> ὁ ἀὴρ ὑποκείμενος ἡλίῳ καὶ τοιαύτης εἴη κράσεως ὅλος, ὡς ἐκ παντὸς μορίου δύνασθαι τὴν ἀνάκλασιν τῶν ὄψεων γίνεσθαι, διὰ τὸ συνεχὲς τῆς ἀνακλάσεως μία τις ἅλως εἶναι δοκεῖ καὶ τῷ ἡλίῳ συμπεριάγεσθαι. ἐπιστῆσαι δὲ τῇ λέξει τοῦ Ἀριστοτέλους ἐν τούτοις εὔλογον, ἐν οἷς φησιν ἀλλ’ ὑπό τινος τῶν ἄστρων ἢ τῶν ἐνδεδεμένων ἢ τῶν πλανωμένων, ἐνδεδεμένους λέγων τοὺς ἀπλανεῖς. οὐδὲ γὰρ Ἀριστοτέλης κατὰ τὸν Πτολεμαῖον καὶ αὐτοὺς τοὺς ἀστέρας περὶ τὸ ἴδιον κέντρον κυκλοφορεῖσθαι βούλεται, ἀλλὰ ταῖς ἰδίαις ἐνδεδεμένους σφαίραις παντελῶς ἀκινητεῖν καθ’ αὑτούς. τοῦτο γὰρ αὐτὸ καὶ ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ πραγματείας γέγραφεν οὕτως “ἐπεὶ τοίνυν οὔτ’ ἀμφότερα κινεῖσθαι εὔλογον οὔτε τὸ ἄστρον μόνον, λείπεται τοὺς μὲν κύκλους κινεῖσθαι, τὰ δὲ ἄστρα μένειν καὶ ἐνδεδεμένα τοῖς κύκλοις φέρεσθαι”. εἰ οὖν τοὺς ἀπλανεῖς ἐνδεδέσθαι καὶ μένειν ἐν ταῖς ἰδίαις βούλεται σφαίραις ὑπ’ αὐτῶν φερομένους, πῶς τοῖς ἐνδεδεμένοις τοὺς πλανωμένους ἀντιδιέστειλεν, ὡς αὐτῶν μὴ ἐνδεδεμένων ἐν ταῖς ἑαυσυστάσεώς τῶν σφαίραις, ἀλλὰ καθ’ αὑτοὺς κινουμένων; ἀδύνατον γὰρ ἀμφότερα εἴρηκε κινεῖσθαι, καὶ τοὺς κύκλους καὶ τοὺς ἐν αὐτοῖς ἀστέρας. εἰ οὖν καὶ τῶν πλανωμένων αἱ σφαῖραι κινοῦνται, ἀνάγκη καὶ αὐτοὺς ἐνδεδέσθαι ταύταις καὶ ὑπ’ αὐτῶν φέρεσθαι μὴ κινουμένους ἰδίαν κίνησιν. τούτου δ’ οὕτως ἔχοντος, οὐκ εὐλόγως τοῖς ἐνδεδεμένοις τοὺς πλανωμένους ἀντιδιέστειλε, καὶ αὐτῶν ταῖς ἰδίαις σφαίραις ὁμοίως ἐνδεδεμένων.