Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 92
Not analysed yet
Ἔτι δὲ νύκτωρ ἐν ὕδατι καὶ τοῖς τοιούτοις ἐνόπτροις τὸ μὲν γάλα ἐμφαίνεται θεωροῦσι, τὸ δὲ τὴν ὄψιν ἀνακλᾶσθαι πρὸς ἥλιον πῶς δυνατόν; Ἕσχατος ἔλεγχος καὶ λίαν ἐναργὴς οὗτος τῶν ἔμφασιν εἶναι τὸ γάλα λεγόντων καὶ μὴ πάθος αὐτὸ καθ’ ὕπαρξιν ἰδίαν τοῦ ὑποκειμένου σώματος. νύκτωρ γὰρ ἀποβλέψαντες εἰς ὕδωρ τὸν γαλαξίαν τεθεωρήκαμεν ἐν αὐτῷ, μᾶλλον δὲ ἔμφασιν αὐτοῦ καὶ εἴδωλον, ὡς καὶ ἄλλους ἀστέρας οὕτω τεθεάμεθα, τῶν ὄψεων ἡμῶν ἐκ τοῦ ὕδατος ἐπ’ αὐτοὺς ἀνακλωμένων. ἄλογον γὰρ καὶ ἀδύνατον τὸ λέγειν ἢ ἐπὶ τὸν ἥλιον ἐκ τοῦ ὕδατος ἀνακλᾶσθαι τὰς ὄψεις ἡμῶν, ἢ πρῶτον μὲν ἐπὶ τὰ ἄστρα, πάλιν δὲ ἐξ αὐτῶν ἄλλην ἐπὶ τὸν ἥλιον ἀνάκλασιν γίνεσθαι. ἐξησθένουν γὰρ ἂν οὕτως αἱ ὄψεις τῷ τε μεγέθει τῶν διαστημάτων καὶ τῷ ποσῷ τῶν ἀνακλάσεων, μᾶλλον δὲ οὐδὲ χωρεῖν ἐπ’ αὐτὸν ἠδύναντο, καὶ μάλιστα εἰ ὑπὸ γῆν μεσουρανοίη. δῆλον οὖν ὡς οὐκ ἔστιν ἔμφασις ἀλλ’ ὑπόστασις. ὅθεν ὡς ἐπὶ τοὺς ἄλλους ἀστέρας ἐκ τοῦ ὕδατος, οὕτω καὶ ἐπὶ τὸν γαλαξίαν ἀνακλώμεναι ἡμῶν αἱ ὄψεις τὴν ἔμφασιν αὐτοῦ καὶ τὸ εἴδωλον βλέπουσιν ἐν τῷ ὕδατι. οὕτω τὰς περὶ τοῦ γάλακτος ὑποθέσεις τῶν προγενεστέρων ἐλέγξας τὴν οἰκείαν αὐτὸς ἐκτίθεται.