Ancient Greek
ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΕΙΣ ΤΟ Β ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΕ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ.
Joannes Philoponus Phil., In Aristotelis Physicorum Libros Commentaria ΙΩΑΝΝΟΥ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΕΙΣ ΤΟ Β ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΕ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ..1
Not analysed yet
p. 192b8 Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τάδε δι’ ἄλλας αἰτάς. Προκείμενον ἦν ἐξ ἀρχῆς τῷ Ἀριστοτέλει ἐκθέσθαι τὰς ἀρχὰς τῶν φυσικῶν πραγμάτων, καὶ ἐν μὲν τῷ πρώτῳ λόγῳ διελέχθη περὶ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀλλὰ περὶ μὲν τῆς ὕλης πολὺν κατέτεινε λόγον, τάς τε τῶν παλαιοτέρων ψευδεῖ περὶ αὐτῆς δόξας ἀνακαθαιρόμενος καὶ τὴν ἑαυτοῦ ἐκθέμενος, καὶ εἰπὼν ὅτι ἐστὶν ὕλη τὸ πρῶτον ὑποκείμενον ταῖς οὐσίαις, καὶ ὅτι μία μέν ἐστι τῷ ἀριθμῷ λόγῳ δ’ οὐ μία, καὶ ὅτι ἐρχόμεθα εἰς ἔννοιαν αὐτῆς τῷ κατ’ ἀναλογίαν τρόπῳ χρώμενοι, καὶ ὅτι αὐτὴ ἐφίεται τοῦ εἴδους ὡς αἰσχρὸν καλοῦ καὶ θῆλυ ἄρρενος, ἀλλ’ αἰσχρόν ἐστι καὶ θῆλυ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός· περὶ δὲ τοῦ εἴδους βραχέα διαλεχθεὶς ὅτι ἐστὶ θεῖον καὶ ἐφετὸν καὶ ἀνενδεές, οὐ μέντοι τί ποτέ ἐστι τὸ εἶδος εἰρηκώς, ἐπήγαγε πρὸς τῷ τέλει ὅτι περὶ μὲν τοῦ χωριστοῦ εἴδους καὶ ἀιδίου τῆς πρώτης ἐστὶ φιλοσοφίας διαλαβεῖν, περὶ δὲ τοῦ γενητοῦ καὶ φθαρτοῦ ἐν τοῖς ἑξῆς ἐροῦμεν. πρόκειται οὖν αὐτῷ ἐν τούτῳ τῷ βιβλίῳ περὶ τοῦ εἴδους διαλαβεῖν, ἀλλ’ ἐπειδὴ τὸ εἶδος τὸ ἑκάστου ἡ φύσις ἐστὶν ἡ ἑκάστου ἥ τε γὰρ φύσις ἡ ἑκάστου οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἑκάστου εἶδος, καὶ τὸ εἶδος οὐδέν ἐστιν ἄλλο ἢ ἡ φύσις ἡ ἑκάστου), διὰ τοῦτο βουλόμενος περὶ τοῦ εἴδους διδάξαι ζητεῖ τί ποτέ ἐστιν ἡ φύσις· ἐὰν γὰρ εὕρωμεν τί ἐστιν ἡ φύσις, εὑρηκότες ἄν εἴημεν τί ἐστι τὸ εἶδος. ζητεῖ οὖν ἐν ἀρχῇ τί ποτέ ἐστιν ἡ φύσις, εἶτα περὶ τῶν παρωνύμως ἀπὸ τῆς φύσεως λεγομένων, τί τὸ ἔχον φύσιν τί τὸ φύσει τί τὸ κατὰ φύσιν. ἀλλ’ ἐπειδὴ ἡ φύσις οὐ μόνον εἰδι|κόν ἐστιν αἴτιον, ἀλλὰ καὶ ποιητικὸν καὶ τελικόν, ὡς αὐτὸς προϊὼν ἐρεῖ ὅτι ἔρχεται πολλάκις τὰ τρία εἰς ταὐτὸν τὸ εἶδος τὸ ποιητικὸν τὸ τελικόν, διὰ τοῦτο ἐπανατρέχει εἰς τὴν τῶν ἀρχῶν διαίρεσιν καὶ διαιρεῖ ποσαχῶς αἱ ἀρχαὶ καὶ ἀποδίδωσι τριττὴν τὴν τῶν ἀρχῶν διαίρεσιν οὖσαν, ὅτι τῶν ἀρχῶν αἱ μέν εἰσι προσεχεῖς αἱ δὲ διὰ μέσων, καὶ αἱ μὲν καθ’ αὑτὸ αἱ δὲ κατὰ συμβεβηκός, καὶ αἱ μὲν ἁπλαῖ αἰ δὲ συμπεπλεγηέναι, πᾶσαι δὲ αἱ μὲν δυνάμει αἱ δὲ ἐνεργεία. ἔνθα καὶ παρεισκυκλεῖ πάλιν τὸν περὶ τῆς ὕλης λόγον καὶ διαλέγεται περὶ αὐτῆς, δισλέγεται δὲ καὶ περὶ τῶν λοιπῶν πάντων αἰτίων ἐνταῦθα καὶ περὶ τύχης καὶ αὐτομάτου, καὶ ἐρεῖ πῶς ἐστιν αἴτια ὧν λέγεται εἶναι αἴτια, ἐπειδὴ καὶ λέγονταί τινα ἐκ ταὐτομάτου γίνεσθαι καὶ ἀπὸ τύχης. ἔστιν οὖν ὡς συντόμως εἰπεῖν τῶν δύο βιβλίων ὁ σκοπὸς περὶ ὕλης καὶ εἴδους, ἀλλὰ τὸ μὲν πρότερον μᾶλλον περὶ ὕλης ἢ περὶ εἴδους, τὸ δὲ δεύτερον μᾶλλον περὶ εἴδους ἢ περὶ ὕλης, καὶ περὶ τῶν λοιπῶν πάντων αἰτίων τῶν· φυσικῶν τῶν ἢ καθ’ αὑτὸ λεγομένων αἰτίων ἢ κατὰ συμβεβηκός. καὶ τέως ἐν ἀρχῇ περὶ τοῦ εἴδους. καὶ ἐπειδή, ὡς εἶπον, τὸ εἶδος ἑκάστου οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ φύσις ἡ ἑκάστου, διαλέγεται πρότερον τί ἐστι φύσις. ἵνα οὖν εὕρῃ τί ἐστι φύσις, λαμβάνει τίνι διαφέρει τὰ φυσικὰ πράγματα τῶν μὴ φυσικῶν· ῃ γὰρ ἄν διαφορᾷ διαφέρῃ τῶν μὴ φυσικῶν τὰ φυσικά, ταύτῃ ἂν εἴη φυσικά. οὕτω καὶ ἐν τῇ Περὶ ψυχῆς θέλων λαβεῖν τί ἐστιν ἡ ψυχή, ἐζήτησε τίνι διαφέρει τὰ ἔμψυχα τῶν ἀψύχων, καὶ καθ’ ὃ διαφέρουσι τοῦτο εἶπεν εἶναι ψυχήν. τίνι οὖν διαφέρει τὰ φυσικὰ τῶν μὴ φυσικῶν; ὅτι τὰ μὲν φυσικὰ φαίνονται τῆς κινήσεως ἑαυτῶν καὶ τῆς ἠρεμίας τὴν ἀρχὴν ἐν ἑαυτοῖς ἔχοντα· τά τε γὰρ ζῷα ὅταν κινῆται οὐκ ἔξωθεν ὑπό τινος κινεῖται, ἀλλ’ ἐν ἑαυτοῖς ἔχει τὸ κινοῦν, καὶ τὰ ἄψυχα δέ· οἷον οἱ λίθοι ἀφιέμενοι οὐχ ὑπὸ τοῦ ἀφιέντος ἐπὶ τὸ κάτω κινοῦνται ἐκεῖνος γὰρ μόνον ἀφῆκεν), ἀλλ’ ἡ ἐν αὐτοῖς φυσικὴ ῥοπὴ κατήνεγκεν αὐτούς· οὕτω καὶ τὸ πῦρ ἀφεθὲν κάτωθεν ὑπὸ τῆς ἐν αὐτῷ φύσεως ἠνέχθη ἐπὶ τὸ ἄνω. εἶτα ἐνεχθέντα εἰς τὰς οἰκείας ὁλότητας καὶ τοὺς οἰκείους τόπους ὑπὸ τῆς ἐν αὐτοῖς φύσεως ἡρεμεῖ. οὐ μόνον δὲ τῆς κατὰ τόπον κινήσεως τὰ φυσικὰ ἐν ἑαυτοῖς ἔχουσι τὴν ἀρχήν, ἀλλὰ καὶ τῆς κατὰ ἀλλοίωσιν καὶ αὔξησιν. τό τε γὰρ αὖξον ἔσωθέν ἐστιν ὕλῃ χρώμενον τῇ τροφῇ καὶ τὸ κατὰ ποιότητα μεταβάλλον ἐκ μελάνων λευκοὺς ποιοῦν ἢ ψυχροτέρους ἢ θερμοτέρους, ἢ ὑγραῖνον ἢ ξηραῖνον. ὅτι γὰρ οὐχ ὑπό τινος ἔξωθεν αἰτίας, ἀλλ ὑπὸ τῆς φύσεως ὕλῃ χρωμένης τῇ τροφῇ ἀλλοιούμεθα καὶ αὐξανόμεθα, πρόδηλον· καὶ ἐξαιματοῦσα δὲ τὴν τροφὴν καὶ μεταβάλλουσα πρὸς ἕκαστον τῶν μορίων ἀλλοιώσει χρῆται. οὕτω μὲν οὖν πάντα τὰ φυσικὰ ἐν ἑαυτοῖς ἔχει τὴν κίνησιν, τὰ δὲ μὴ φυσικά, οἷον τὰ ἀπὸ τέχνης, τὸ τῆς κινήσεως αἴτιον ἔξωθεν ἔχει. τῆς γὰρ κλίνης ἔξωθεν τὸ αἴτιον, ὁ τέκτων· οὐ γὰρ· ἐν τῷ ξύλῳ ἡ ποιήσασα τὴν κλίνην αἰτία, ἀλλ’ ἔξωθεν. ὁμοίως καὶ τὸ κινῆσαν τὴν οἰκίαν εἰς τὸ τοιόνδε εἶδος ἔξωθεν, ὁ οἰκοδόμος. εἰ τοίνυν ταύτῃ διαφέρει τὰ φυσικὰ τῶν μὴ φυσικῶν τῷ τὰ μὲν ἀρχὴν ἔχειν ἐν ἑαυ- τοῖς κινήσεως καὶ στάσεως, τὰ δὲ τεχνητὰ ἔξωθεν, ἔοικε τοῦτο εἶναι ἡ φύσις ἀρχὴ κινήσεως καὶ στάσεως. οὐ γὰρ μόνον κινήσεως ἐστιν ἀρχὴ ἡ φύσις, ἀλλὰ καὶ στάσεως· κινεῖ μὲν γὰρ ἵνα εἰς τὸ εἶδος ἀγάγῃ, ἵστησι δὲ ἵνα φυλάξῃ ἐν τῷ εἴδει. ἀποδίδωσιν οὖν ἔνθεν τὸν ὁρισμὸν τῆς φύσεως, ὅτι ἔστιν ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. ἠρεμία δέ μοι νοείσθω νῦν οὐ μόνον ἡ ἀντιδιαιρουμένη τῇ κινήσει, ἀλλὰ καὶ ἡ στάσις· οὐ μόνον γὰρ τῆς μετὰ τὴν κίνησιν ἠρεμίας ἡ φύσις αἰτία, ἀλλὰ καὶ τῶν ὁπωσοῦν ἄνευ τοῦ κινεῖσθαι ἑστώτων ἀεί, ὡς ἐπὶ τῶν κέντρων τῆς τῶν πόλων στάσεως ἐροῦμεν. ὁ μὲν οὖν ὁρισμὸς τοιοῦτος. ἀρχὴ δὲ οὐ μόνον κινήσεως ἡ φύσις ἀλλὰ καὶ ἠρεμίας, διότι τέλους τινὸς στοχάζεται ἡ φύσις· οὐ γὰρ ἁπλῶς δι’ αὐτὸ τοῦτο ἵνα κινῆται τὰ κινούμενα διὰ τοῦτο κινεῖ, ἀλλ’ ἵνα εἴς τι τέλος καὶ εἶδος ἔλθῃ. ἐπεὶ οὖν τούτου στοχάζεται, εἰκότως ὅταν ἀγάγῃ εἰς τοῦτο ἵστησι τὸ κινούμενον τετυχηκὸς τοῦ τέλους, ἵνα φυλάξῃ ἐν τούτῳ, δι’ ὃ καὶ ἐκίνησε. τὸ δὲ πρώτως προσέθηκε, διότι καὶ ἡ λογικὴ ψυχὴ κινεῖ τὸ ζῶον καὶ ἔστιν ἡ τοιαύτη ἀρχὴ τῆς κινήσεως οὐκ ἔξωθεν, ἀλλ’ ἐν αὐτῷ τῷ κινουμένῳ, ἀλλ’ οὐ πρώτως κινεῖ ἡ λογικὴ ψυχή, ἀλλὰ διὰ τῆς ἀλόγου, καὶ οὐδὲ αὕτη πρώτως κινεῖ τὸ ζῷον, ἀλλὰ τῷ τὴν φύσιν κινεῖν. αὕτη οὖν ἡ πρώτως κινοῦσα· ἐκίνησε μὲν γὰρ ἡ αἴσθησις ἐπί τι, ἤτοι ἡ ὄψις ἢ ἡ ἀκοὴ ἢ τῶν ἄλλων τις ἑωρακότες γάρ τι κινούμεθα ἐπ’ αὐτό), ἀλλ’ οὐ πρώτως ἡ ὄψις ἐκίνησε τὸ ζῷον λέγω δὲ πρώτως τὸ προσεχῶς), ἀλλ’ ἡ ὄψις μὲν τὴν ὄρεξιν κινεῖ, αὕτη δὲ τὰς φυσικὰς δυνάἐκ μεις, αὗται δὲ τὸ ζῷον. εἰ τοίνυν μηδ’ ἡ ἄλογος ψυχὴ πρώτως κινεῖ τὸ ζῷον, πολλῷ μᾶλλον οὐδὲ ἡ λογική· ὥστε κἄν κινῇ ἡ ψυχὴ καὶ ἡ λογικὴ καὶ ἡ ἄλογος, καὶ ἔστι τὸ κινητικὸν τοῦτο αἴτιον ἐν τῷ κινουμένω, ἀλλ’ ἐπειδὴ οὐ πρώτως κινεῖ, τουτέστι προσεχῶς, διὰ τοῦτο οὐκ ἔστι φύσις ἡ ψυχή. καὶ ἡ ναῦς δὲ τὸ κινοῦν ἐν ἑαυτῇ ἔχει, τὸν κυβερνήτην ὃς αὐτὴν κινεῖ, ἀλλ’ οὐ φύσις 6 κυβερνήτης· οὐ γὰρ πρώτως κινεῖ, ἀλλὰ διὰ τοῦ πηδαλίου, τὸ δὲ πηδάλιον ἔξωθεν κινεῖ. καὶ οὐδ’ ἡ ἀρχὴ τῆς κινήσεως καὶ ἡ αἰτία ἐν τῷ πηδαλίῳ, ἀλλ’ ἐν τῷ κυβερνήτῃ, καὶ κινεῖ δι’ ὀργάνου τοῦ πηδαλίου τὴν ναῦν. εἰ δὲ καὶ ἡ φύσις δι’ ὀργάνων κινεῖ, ἀλλ’ ἐνυπάρχει τούτοις ἃ καὶ πρώτως κινεῖ, ὁ δὲ κυβερνήτης οὐκ ἔστιν ἐν τοῖς τηδαλίοις, ἀλλ’ ἔξωθεν αὐτὰ κινεῖ, καὶ τὴν ναῦν δ’ ἔξωθεν κινεῖ, εἴ γε διὰ τοῦ πηδαλίου, τοῦτο δ’ ἔξωθεν. Μήποτε δὲ δυνατὸν λέγειν, ὅτι καὶ ἡ ψυχὴ τῶν ζῴων καθό ἐστι ζῷα φύσις ἐστίν. εἰ γὰρ τῆς τῶν ζῴων κινήσεως ᾗ ζῷά ἐστιν ἡ ψυχὴ αἰτία πρώτως καὶ οὐ κατὰ συμβεβηκὸς καὶ ἔστιν ἐν αὐτοῖς, καὶ μὴ μόνον τὰ ἄψυχα φυσικά, ἀλλὰ καὶ τὰ ζῷα καὶ ἁπλῶς τὰ ἔμψυχα, ἔοι|κεν ἄρα φύσις εἶναι καὶ αὐτή, εἰ μὴ μέλλοιμεν οὐ φυσικὰ λέγειν τὰ ἔμψυχα ᾗ ἔμψυχά ἐστι. ψυχὴν δ’ οὐ τὴν λογικήν, ἀλλὰ τὴν λοιπὴν πᾶσαν· αὕτη γάρ ἐστιν ἡ προσεχῶς κινοῦσα τὰ φυσικά. καὶ μήποτε δυνατὸν διὰ ταύτην εἰρῆσθαι τὸ πρώτως· κινεῖ γὰρ καὶ ἡ διάνοια ἐν τῷ κινουμένῳ οὖσα, ἀλλ’ οὐ πρώτως, ἀλλ᾿ ἐν τῇ λοικῇ ψυζῇ. τὸ δὲ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκὸς προσέθηκε, διότι καὶ ὁ νοσῶν ἰατρὸς ὑγιάσοι ἄν ἑαυτόν, ἀλλ᾿ οὐχ ᾗ νοσῶν τὴν ἀρχὴν τῆς κινήσεως τῆς εἰς ὑγείαν ἐν ἑαυτῷ ἔχει, ἀλλὰ κατὰ συμβεβηκὸς ᾗ συμβέβηκε τὸν νοσοῦντα καὶ ἰατρὸν εἶναι. ὅτι γὰρ οὐχ ῇ νοσῶν ἐστιν οὐδ’ ᾗ ὑγιαζόμενος τὴν ἀρχὴν τῆς ὑγιάνσεως ἐν ἑαυτῶ ἔχει, δῆλον ἐξ ὧν οὐκ ἀεὶ ταῦτα συντρέχουσιν ἀλλήλοις· οὐ γὰρ πᾶς ὑγιαζόμενος ἐν ἑαυτῷ ἔχει τὴν ἀρχὴν τῆς ὑγιάνσεως, ὥστε κατὰ συμβεβηκὸς ὁ ἰατρὸς ὑγιάζει ἑαυτόν. ὁμοίως κἂν ἕτερός τις τῶν ἐπιστημόνων κινῇ ἑαυτὸν εὑρίσκων αὐτὸς θεωρήματα. Ὁ μὲν οὖν ὅρος τῆς φύσεως οὗτος. ἐπιστάσεως δὲ ἄξιον, ὅτι οὗτος ὁ ὁρισμὸς οὐκ ἔστι τοῦ τί ἐστιν ἡ φύσις σημαντικός, ἀλλὰ τῆς ἐνεργείας τῆς φύσεως· οὐ γὰρ τί ἐστιν ἡ φύσις ἐμάθομεν διὰ τοῦ μαθεῖν ὅτι ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας, ἀλλὰ τί ποιεῖ. ἵνα οὖν καὶ τῆς οὐσίας αὐτῆς τὸν ὁρισμὸν ἀποδῶμεν, λεκτέον οὕτως, ὅτι ἐστὶν ἡ φύσις ζωὴ ἤτοι δύναμις καταδεδυκυῖα διὰ τῶν σωμάτων, διαπλαστικὴ αὐτῶν καὶ διοικητική, ἀρχὴ κινήσεως οὖσα καὶ ἠρεμίας ἐν ᾧ ὑπάρχει πρώτως καθ᾿ αὑτὸ καὶ οὐ κατασυμβεβηκός. ὅτι δὲ οὐ μόνον τῶν ἐμψύχων ἐστὶ διοικητικὴ ἡ φύσις, ἀλλὰ καὶ τῶν ἀψύχων, δῆλον ἔχει γὰρ ἕκαστον δύναμιν φυσικὴν συνεκτικὴν τοῦ εἶναι· ἔφθαρτο γὰρ ἄν καὶ εἰς τὸ μὴ ὂν μετέστη μηδενὸς ὄντος τοῦ συνέχοντος), ἀλλὰ δῆλον ὅτι ὥσπερ τὸ εἶδος ἐν τοῖς ἐμψύχοις τρανέστερον, οὕτω καὶ ἡ τῆς φύσεως πρόνοια. δῆλον οὖν καὶ ἐντεῦθεν, ὅτι συμπεριλήψεται ὁ ὅρος καὶ τὴν τῶν ἐμψύχων φύσιν, ἥτις ἐστὶν ἡ ψυχή· ἡ γὰρ τῶν ἐμψύχων ζωὴ οὐδὲν ἄλλο ἐστὶν ἢ ψυχή. Ἀπορήσειε δ᾿ ἄν τις πρὸς τὸν ὁρισμὸν τῆς φύσεως, πῶς φαμεν αὐτὴν εἶναι ἀρχὴν κινήσεως καὶ ἠρεμίας· εἰ γὰρ καὶ τὰ οὐράνια σώματα φυσικά, ἐκεῖνα δὲ στάσεως ἐν ἑαυτοῖς ἀρχὴν οὐκ ἔχει ἀεικίνητα γάρ ἐστιν), ἔοικε μὴ κοινὸς εἶναι πάσης φύσεως ὁ ὁρισμὸς οὗτος. ἀλλὰ καὶ αἱ ὁλότητες τῶν στοιχείων ἀκίνητοι. τὸ γὰρ πῦρ ἐν τῷ οἰκείῳ τόπῳ οὐ κινεῖται, ἀλλὰ μόνως ἕστηκεν· ἡ γὰρ ἐγκύκλιος αὐτοῦ κίνησις καὶ ἔτι τοῦ προσεχοῦς ἀέρος οὐ φυσική, ἀλλ’ ὑπὲρ φύσιν, διὰ τὸ συμπεριάγεσθαι τῇ περιφορᾷ τῶν οὐρανίων. ὅτι δὲ τῷ οἰκείῳ λόγῳ ἀκίνητοί εἰσιν αἱ ὁλότητες, δῆλον ἐκ τῶν λοιπῶν δύο στοιχείων, ὕδατος λέγω καὶ γῆς, ἅπερ ὡς ὅλα ἀκίνητά ἐστιν. ὥστε εἰ αἱ ὁλότητες ἀκίνητοι, πῶς φαμεν τὴν φύσιν ἀρχὴν εἶναι κινήσεως καὶ ἠρεμίας; φαμὲν οὖν πρὸς τοῦτο, ὅτι μάλιστα μέν ἐστι καὶ ἐπὶ τῶν οὐρανίων οὐ μόνον κινήσεως ἡ ἐν αὐτοῖς φύσις αἰτία, ἀλλὰ καὶ στάσεως· ἕστηκε γὰρ ἡ ὁλότης τὰ κέντρα οἱ πόλοι, τῆς δὲ στάσεως ταύτης ἡ φύσις τῶν οὐρανίων αἰτία. ἄλλως τε ἐπειδὴ ἡ φύσις εἴς τι τέλος ἀφορῶσα κινεῖ, ἵνα τύχῃ τούτου, καὶ τυχοῦσα ἵστησιν ἐν ἐκείνῳ, τὰ δὲ οὐράνια ἀεὶ ἐν τέλει ἐστὶ καὶ ἀεὶ ἐν ἀρχῇ (καθ᾿ ἕκαστον γὰρ νῦν καὶ ἀρχή ἐστι καὶ ἀποκατάστασις· ὁ γὰρ ἥλιος ἐν Κριῷ νῦν ὢν καὶ ἀποκατάστασιν ἔχει τῆς ἐξ αὐτοῦ περιόδου ἐπὶ τὸ αὐτὸ καὶ ἀρχὴν πάλιν ἑτέρας περιόδου, καὶ οὕτω καθ’ ἕκαστον σημεῖον ἔχει, καὶ τοῦτο καὶ ἐπὶ τῶν μερῶν καὶ ἐπὶ τῶν ὅλων σφαιρῶν ἔστιν εἰπεῖν)· ὥστε εἰ ἐκεῖνα ἀεὶ ἐν τέλει ἐστὶ καὶ οὐκ ἐξίσταται τούτου, ἠρεμοίη ἄν κατὰ τοῦτο, καθὸ οὐδέποτε τοῦ ἐν τέλει εἶναι ἐξίσταται. ὥστε ἡ ἐν αὐτοῖς φύσις οὐ μόνον κινήσεως αὐτοῖς ἐστιν αἰτία, ἀλλὰ καὶ τῆς τοιαύτης ἠρεμίας τοῦ ἀεὶ ἐν τέλει εἶναι καὶ ἐν τούτῳ ἠρεμεῖν. καὶ ἐπὶ τῶν λοιπῶν δὲ στοιχείων, λέγω δὴ τῆς ὁλότητος τοῦ πυρὸς καὶ γῆς καὶ τῶν λοιπῶν, εἰ καὶ μὴ κινεῖται ὡς ὅλα ὑπὸ τῆς ἐν αὐτοῖς φύσεως κατὰ τόπον, ἀλλ’ οὖν τὴν ἀλλοιωτικὴν κίνησιν κινοῦνται θερμαινό. μένα ἢ ψυχόμενα, ἔτι τε βλαστάνουσα ἡ γῆ· εἰ γὰρ καὶ μὴ αἱ ὁλότητες μίαν ἀλλοίωσιν ἀλλοιοῦνται ἀθρόον, ἀλλὰ μέρεσι π ὁλότης ἄλλου ἄλλως ἀλλοιουμένου. εἰ δέ τις εἴποι ‘ἀλλὰ τὰ στοιχεῖα ἔξωθεν ἔχει τῆς ἀλλοιώσεως τὸ αἴτιον, τὸν ἥλιον λέγω’, ἴστω ὅτι οὐδὲ τὰ ζῷα ἄνευ τοῦ ἡλίου κινηθείη ἄν τὰς φυσικὰς κινήσεις, ἐπεὶ μηδὲ εἶναι δύνανται, ἀλλ᾿ ἔστιν ὡς ἐν τοῖς ζῴοις τὸ αἴτιον ἐντός, εἰ καὶ βοηθεῖται ὑπὸ τῆς τροπῆς τῆς ἔξωθεν τοῦ ἡλίου, οὕτω καὶ ἐν τοῖς στοιχείοις· εἰ γὰρ καὶ τὸ ἔμφυτον θερμὸν καὶ αἱ ἄλλαι φυσικαὶ κινήσεις ἀλλοιότεραι γίνονται κατὰ τὰς τῶν καιρῶν τροπάς, ἀλλ’ ὅμως τῶν ἀλλοιωτικῶν τοῦ ζῴου κινήσεων τὴν φύσιν αἰτιώμεθα. κἄν μὴ συγχωρήσῃ δέ τις τῆς ἀλλοιωτικῆς τῶν στοιχείων κινήσεως ἐν αὐτοῖς εἶναι τὴν αἰτίαν, τῆς γοῦν τοπικῆς ἐν αὐτοῖς προφανῶς ἐστι τὸ αἴτιον· οὐ γὰρ πασῶν τῶν ἐν ἑκάστῳ κινήσεων ἡ φύσις αἰτία. δυνατὸν δὲ τοῦ ὁρισμοῦ καὶ οὕτως ἀκούειν, ὅτι ἐστὶν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, οὐ πάντως ὅτι ἐν ᾧ ἐστιν ἀρχὴ κινήσεως, ἐν τούτῳ ἐστὶ καὶ ἠρεμίας ἢ ἔμπαλιν, ἀλλ’ ὅτι καὶ τῆς κινήσεως καὶ τῆς ἠρεμίας τῆς ἐν τοῖς φυσικοῖς ἡ φύσις ἐστὶν αἰτία, εἴτε ἄμφω ἐστὶν ἐν τῷ αὐτῷ εἴτε θάτερον. καὶ ἄλλως λέγομεν καὶ ταῖς ὁλότησι τῶν στοιχείων κατὰ τὰ μέρη τὴν φύσιν ἀρχὴν εἶναι κινήσεως καὶ ἠρεμίας· πάντα γὰρ τὰ μέρη τῶν στοιχείων πέφυκε κινεῖσθαι καὶ ἠρεμεῖν, ὥσπερ καὶ τὸν οὐρανόν φαμεν ὅλον κατὰ τὰ μέρη κινεῖσθαι. τινὲς δέ φασι τὴν τῶν γενητῶν καὶ φθαρτῶν φύσιν ὁρίσασθαι τὸν φιλόσοφον, οὐ πᾶσαν ἁπλῶς φύσιν, ὅπερ οὐκ εὔλογον ἔμοιγε φαίνεται· περὶ τῶν κοινῶς γὰρ πᾶσι τοῖς φυσικοῖς παρακολουθούντων ἐστὶ τὸ προκείμενον βιβλίον. Τί μὲν οὖν ἐστι φύσις, εἴρηται. φύσιν δὲ ἔχον ἐστί, φησίν, ὅσα τὴν τοιαύτην ἀρχὴν ἐν ἑαυτοῖς ἔχει, τουτέστιν ἀρχὴν κινήσεως καὶ ἠρεμίας · ταῦτα δέ· ἐστι, φησίν, οὐσίαι, καὶ δηλονότι αἱ σωματικαὶ καὶ ἔνυλοι. καὶ κατασκευάζει αὐτὸ τοῦτον τὸν τρόπον· τὰ ἔχοντα ἔχοντα ὑπόκειται τῇ φύσει ἡ γὰρ φύσις ἐν ὑποκειμένῳ ἐστί), τὰ ὑποκείμενα συμβεβηκότα εἶναι οὐ δύνανται οὐδὲν γὰρ τῶν συμβεβηκότων ὑποκείμενον), τὰ δὲ μὴ ὄντα συμβεβηκότα οὐσίαι εἰσίν, ὥστε τὰ ἔχοντα φύσιν οὐσίαι εἰσί. κατὰ φύσιν δέ ἐστι, φησί, τό τε ἔχον φύσιν· λέγομεν γὰρ ὅτι τὸ πῦρ κατὰ φύσιν ἐστὶν οὐ κατὰ τέχνην, ὁμοίως καὶ ἄνθρωπον καὶ ἵππον καὶ πάντα τὰ φυἁθρόον, σίκα· λέγονται δέ, φησί, κατὰ φύσιν καὶ αἱ καθ’ αὑτὸ φυσικαὶ καὶ τελειωτικαὶ τῶν φύσιν ἐχόντων ἐνέργειαι, οἷον τῷ πυρὶ ἡ ἐπὶ τὸ ἄνω φορὰ καὶ τῇ γῇ ἡ ἐπὶ τὸ κάτω. ταῦτα γάρ, φησίν, οὔτε φύσις ἐστίν, οὔτε φύσιν ἔχει· φύσις μὲν γὰρ οὐκ ἔστι, διότι ἡ φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ταῦτα δὲ κινήσεις μέν εἰσι κινήσεως δ’ αἴτια οὐκ εἰσίν· ἀλλ’ οὐδὲ φύσιν ἔχει, εἴ γε τὰ μὲν ἔχοντα φύσιν ὑποκείμενά εἰσι, ταῦτα δὲ ἐν ὑποκειμένῳ ἐστὶ καὶ οὐχ ὑποκείμενα· ὥστε ἐπὶ πλέον τοῦ ἔχοντος φύσιν τὸ κατὰ φύσιν. τὸ δὲ φύσει λέγεται, φησί, καὶ ἐπὶ τοῦ κατὰ φύσιν, λέγεται δὲ καὶ ἐπὶ τοῦ ἔχοντος φύσιν· ἀρχόμενος γοῦν φησιν, ὅτι φύσει δὲ λέγομεν τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτω, ταύτῃ δὲ εἰς ταὐτὸν ἄξει τὸ φύσει τῷ κατὰ φύσιν, εἴ γε ἀμφότερα ἐπὶ τῶν αὐτῶν λέγεται. ἔστι δὲ ἀκριβέστερον εἰπεῖν, ὅτι τὸ μὲν κατὰ φύσιν ἐπὶ μόνων τῶν τελειωτικῶν ἐνεργειῶν λέγεται, τὸ δὲ φύσει καὶ ἐπὶ τῶν τελειωτικῶν, τῶν ἀπὸ φύσεως φημι, ἐνεργειῶν, ἐν αἷς τὸ κατὰ φύσιν, καὶ ἐπὶ τῶν οὐσιῶν, καὶ ἀπλῶς τῶν ἐχόντων φύσιν καὶ ἀπὸ φύσεως καὶ μὴ ἔξωθεν γινομένων, κἄν παρὰ τὸν σκοπὸν τῆς φύσεως γίνεται· ὡς καὶ φυσικὸν λέγομεν θάνατον καὶ νοσῶδες φύσει σῶμα καὶ τὸ γῆρας πάλιν φυσικὸν λέγομεν καὶ φύσει, ἅπερ οὐ κατὰ σκοπὸν τῆς φύσεως γίνεται, ἀλλὰ δι’ ἀσθένειαν τῶν σωμάτων καὶ παρὰ φύσιν. Ζητοῦσιν δὲ περὶ τοῦ παρὰ φύσιν καθόλου, οἷον ἐπὶ τῶν τεράτων καὶ ἐπὶ τῶν φερομένων ἐκ τοὐ παντὸς κούφων σωμάτων παρὰ φύσιν ἐπὶ τὸ κάτω, πότερον φύσει. αὐτὰ καλεῖν δεῖ ἢ οὔ, καὶ εἰ μὴ φύσει εἰσὶ τὰ παρὰ φύσιν, πότερον τέχνῃ ἐστὶν ἢ αὐτομάτῳ ἢ λογισμῷ ἢ νῷ ἤ τινι ἁπλῶς ἄλλῳ παρὰ τὴν φύσιν. καὶ οἱ πολλοὶ μὲν καὶ κλεινοὶ τῶν ἐξηγητῶν τοῦ φιλοσόφου φασὶ καὶ τὰ παρὰ φύσιν φύσει εἶναι· οὐ γὰρ δὴ τὰ τέρατα τέχνη ποιεῖ ἢ λογισμὸς ἢ νοῦς· μόνῃ ἄρα φύσει καὶ ταῦτα γίνεται. φαμὲν οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι ἐπειδὴ ἡ φύσις τέλος ἔχει τὸ ἀγαθὸν καὶ πρὸς τοῦτο ἀφορᾷ, διὸ καὶ ὡρισμένα ἔχει τὰ ἔργα ἀεὶ γὰρ δύο ὀφθαλμοὺς θέλει ποιῆσαι τῷ ἀνθρώπῳ καὶ χεῖρας δύο καὶ τῶν ἄλλων ἕκαστον, ὡς ἔχει), τὰ δὲ παρὰ φύσιν ἀόριστά ἐστιν, οὐκ ἂν εἶεν φύσει τὰ παρὰ φύσιν, εἴ γε τὰ μὲν φύσει ὡρισμένα ἐστί, τὰ δὲ παρὰ φύσιν ἀόριστα. ἔπειτα ἐπειδὴ μιμεῖται ἀεὶ τὴν φύσιν ἡ τέχνη, ἴδωμεν ἐπὶ τῶν τεχνητῶν τὸ τέχνῃ καὶ τὸ παρὰ τέχνην ὅπως ἔχει, καὶ ὡς ἄν εὕρωμεν ἐπὶ τῶν τεχνητῶν, οὕτως ἀποφαινώμεθα καὶ ἐπὶ τῶν φυσικῶν. φημὶ οὖν ὅτι τέχνην καλεῖν εἰώθαμεν τήν τε ἐπιστήμην στήμην αὐτήν, οἷον τεκτονικὴν ἢ ἄλλην τινά, καὶ τὸ ἀποτέλεσμα τῆς τέχνης· φαμὲν γὰρ πολλάκις θεασάμενοι καλῶς εἰργασμένην εἰκόνα, ὅτι πολλὴν ἔχει τὴν τέχνην. ἐπεὶ οὖν τὸ κατὰ τέχνην εἰργασμένον τέχνην καλοῦμεν, δῆλον ὅτι τὸ μὴ κατὰ τέχνην εἰργασθέν, ἀλλ’ ὡς ἔτυχεν οὐχ ὑπὸ τεχνίτου, παρὰ τέχνην καλοῦμεν. εἰ τοίνυν τὸ παρὰ τέχνην οὐ τέχνῃ γέγονεν, ὡς δ’ ἔχει ἐπὶ τῆς τέχνης οὕτως ἔχει καὶ ἐπὶ τῆς φύσεως, καὶ τὸ παρὰ φύσιν ἄρα οὐ φύσει ἔσται. οὕτω μὲν οὖν δόξει εὐλόγως τὰ παρὰ φύσιν μὴ εἶναι φύσει. Μήποτε δὲ μηδὲ ταῦτα ἀπλῶς παρὰ φύσιν εἰσίν, ἀλλὰ τῇ μὲν μερικῇ φύσει οὐ φύσει ἀλλὰ παρὰ φύσιν, ἥ δὲ καθόλου καὶ φύσει καὶ κατὰ φύσιν· ἡ μὲν γὰρ μερικὴ φύσις ἑνὸς εἴδους στοχάζεται καὶ μίαν στέρησιν φεύγει, ἡ δ’ ὁλικὴ φύσις καὶ παντὸς εἴδους στοχάζεται καὶ πᾶσαν στέρησιν φεύγει. διὰ τοῦτο τῇ μὲν τοῦ ἀνθρώπου φύσει τὸ τέρας οὔτε φύσει ἐστὶν οὔτε κατὰ φύσιν, τῇ δ’ ὅλῃ φύσει, ἐπεὶ μηδὲν ἐν τῷ παντὶ παρὰ φύσιν (οὐδὲν γὰρ κακὸν ἐν τῷ παντί), οὐκ ἔστι παρὰ φύσιν, ἀλλὰ φύσει καὶ κατὰ φύσιν· γίνεται γὰρ καὶ ταῦτα ὑπὸ τῆς ὁλικῆς φύσεως μεταβαλλούσης τὴν ὑποκειμένην ὕλην καὶ ἀνεπιτήδειον ποιούσης πρὸς τὸ καταδέξασθαι τῆς μερικῆς φύσεως τὸ εἶδος. οἷόν τι λέγω· εἰ τὸ περιέχον τοιώσδε κραθὲν ὑπὸ τῆς κυκλοφορίας τῶν οὐρανίων δράσειέ τι εἰς τὴν ὕλην τοῦ γινομένου ἀνθρώπου, ὥστε ἀνάρμοστον γενέσθαι πρὸς τὸ καταδέξασθαι τὸ εἶδος ὅπερ ἡ φύσις ἐπιτιθέναι πέφυκεν, ἀποτεύξεται μὲν ἡ ἀνθρωπεία φύσις τοῦ σκοποῦ διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα, ἕτερον δὲ γενήσεται εἶδος. ὅπερ παρὰ φύσιν έν ἐστι τῇ μερικῇ φύσει, ὡς δὲ πρὸς τὴν ὅλην φύσιν κατὰ φύσιν καὶ φύσει· οὐδὲν γὰρ αὐτῇ παρὰ φύσιν, ἐπειδὴ μηδὲ ἡ φθορὰ παρὰ φύσιν, εἴ γε ἡ. γένεσις κατὰ φύσιν, τῆς δὲ γενέσεως κατὰ φύσιν οὔσης, καὶ ἡ φθορὰ ἐξ ἀνάγκης κατὰ φύσιν ἔσται, εἴ γε ἡ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορά. παραδείγματι δέ τινι χρήσομαι, ἐξ οὗ σαφὲς ἡμῖν ἔσται τὸ συμβαῖνον ἐπὶ τῶν παρὰ φύσιν γινομένων· ὑποκείσθω γάρ τις κιθαρῳδὸς ἁρμόσας λύραν κατά τινα τῶν ἁρμονιῶν, εἶτα ἀνακρουέσθω τι μέλος, ἔξωθεν δέ τις ἐπιχανυούτω τινὰς ἢ πάσας τὰς χορδάς, ἢ γοῦν, ἵνα ἐγγυτέρω γενώμεθα τοῦ παραδείγματος, ὑγρότητι ἢ ξηρότητι τοὐ περιέχοντος παθοῦσαι μεθαρμοζέσθωσαν αἱ χορδαί, εἶτα ὁ κιθαρῳδὸς κινείτω τὰς χορδὰς τοῖς δακτύλοις οὕτως, ὡς μέλος τι τεχνικὸν ἀποτελέσαι ἄν, εἴ γε ἦσαν ἡρμοσμέναι κατὰ λόγον αἱ χορδαί. ὥσπερ οὖν ἐνταῦθα ὁ μὲν κιθαρῳδὸς κρούει ὡς πέφυκε τὴν λύραν, ἡ μέντοι ὑποκειμένη τῶν χορδῶν ὕλη τὸ μὲν μέλος ὃ προὔθετο ὁ κιθαρῳδὸς οὐκ ἀποτελεῖ, ἄτεχνον δέ τινα καὶ ἀρρύθμιστον καὶ ἀόριστον ἦχον ,οὕτως ἔχει καὶ ἐπὶ τῆς φύσεως· τῆς γὰρ ὑποκειμένης ὕλης τῷ εἴδει τῷ ἀνθρωπείῳ ἢ ἄλλῳ τινὶ ζῴῳ ὑπὸ τῆς περιφορᾶς καὶ συμπλοκῆς τῶν οὐρανίων ἀνεπιτηδείου γινομένης, συμβαίνει τὴν γινομένην περὶ αὐτὴν ὑπὸ τῆς φύσεως ἐνέργειαν |ἡμαρτημένην γενέσθαι, καὶ ὥσπερ τὸν ἦχον τὸν γινόμενον ὑπὸ τοῦ κιθαρῳδοῦ ἐκ τῆς ἀναρμόστου κιθάρας οὔ φαμεν τέχνῃ γενέσθαι οὐδὲ κατὰ τέχνην, καίτοι ὑπὸ τεχνίτου γενόμενον, οὕτω καὶ ἐπὶ τῆς φύσεως οὔ φαμεν φύσει γενέσθαι, ἐπεὶ μηδὲ κατὰ τὸν ὡρισμένον τῆς φύσεως λόγον γέγονε, πρὸς μέντοι τὴν τοῦ παντὸς φύσιν φύσει φαμὲν γενέσθαι, διότι κατὰ φύσιν τῷ παντὶ τὸ ἄλλα φθείρειν ἐν τῷ γεννᾶν ἄλλα. οὕτως οὖν διὰ τὴν τοῦ ὅλου κίνησιν ἔφθειρε μὲν τὴν ὑποκειμένην ἁρμονίαν τῆς κράσεως τῆς ὕλης τοῦ ζῴου, ἄλλην δ’ ἐποίησεν, ἥτις διὰ τὴν ἀνεπιτηδειότητα ἑαυτῆς οὐ κατεδέξατο τὸ εἶδος τὸ φυσικόν, ἀλλ’ ἕτερον τι ἀρρύθμιστον καὶ ἀόριστον, ὡς ἄν ἔτυχεν ἐπιτηδειότητος ἔχουσα ἡ ὕλη. Τῶν ὄντων τὰ μέν ἐστι φύσει, τὰ δὲ δι’ ἄλλας οὐχ ἁπλῶς πάντων τῶν ὄντων, ἀλλ’ ἤτοι τῶν γινομένων καὶ φθειρομένων, ἢ καὶ πάντων τῶν φυσικῶν τε καὶ περὶ τὰ φυσικὰ γινομένων· καὶ γὰρ τὰ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου περὶ τὰ φυσικὰ συνίσταται. δι᾿ ἄλλας δὲ αἰτίας εἶπεν, οἷον τέχνην τύχην προαίρεσιν αὐτόματον λογισμὸν νοῦν. p. 192b9 Φύσει δέ φαμεν εἶναι τε ζῷα καὶ τὰ μέρη (??)Τὰ μέρη προσέθηκε, διότι οὐχ ὡς ἔχει ἐπὶ τῶν τεχνητῶν, οὕτως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν. ἐπὶ μὲν γὰρ τῶν φυσικῶν πάντως καὶ τὰ ὅλα καὶ τὰ μέρη φύσει καὶ γὰρ καὶ ἔστι τὸ ὅλον ζῷον φύσει καὶ χεῖρες καὶ πόδες ὁμοίως, καὶ οὐ μόνον τὰ ἀνομοιομερῆ ἀλλὰ καὶ τὰ ὁμοιομερῆ, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ τὰ στοιχεῖα ἐξ ὧν ταῦτα συνέστηκε, καὶ ἁπλῶς τῶν φύσει ὅ τι ποτέ ἐστιν εἴτε μέρος εἴτε στοιχεῖον πάντως φύσει ἐστίν), ἐπὶ δὲ τῶν τεχνητῶν εἰ καὶ τὰ ὅλα τέχνῃ ἐστίν, οἷον οἰκία κλίνη ἀβάκιον, ἀλλ’ οὐχὶ καὶ τὰ τυχόντα μέρη ἤτοι στοιχεῖα· οὐ γὰρ δὴ ξύλα καὶ λίθοι μέρη ὄντα τῆς οἰκίας, μᾶλλον δὲ στοιχεῖα, τέχνῃ εἰσίν, ἀλλὰ φύσει. τούτων μὲν γὰρ ἕκαστον ἐν ἑαυτῷ ἔχει ἀρχὴν κινήσεως καὶ στάσεως· τῶν φυσικῶν δηλονότι, κινήσεως μὲν τῆς ἐπὶ τὸ εἶδος εἰς ὃ κινεῖται, στάσεως δὲ τῆς εἰς τὸ εἶδος ἐφ’ ὃ ἐκινήθη. καὶ τὰ μὲν ζῷα φανερῶς πάσης κινήσεως ἐν αὑτοῖς τὴν ἀρχὴν ἔχει καὶ γὰρ γενέσεως καὶ αὐξήσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς), τὰ δὲ φυτὰ τὰς μὲν ἄλλας ἔχει, τῆς δὲ μεταβατικῆς τῆς κατὰ τόπον ἐστέρηται, ὥσπερ τὰ ἁπλᾶ τῶν σωμάτων μόνην ἐξ ἑαυτῶν ἔχει τὴν μεταβατικήν. οὐ μόνον δὲ κινήσεως αἰτίαν ἐν ἑαυτοῖς ἔχει τὰ φυσικά. ἀλλὰ καὶ στάσεως, πλὴν τῶν οὐρανίων· ταῦτα γὰρ κινήσεως μὲν ἐν ἑαυτοῖς ἀρχὴν ἔχει, στάσεως δ’ οὔ, εἰ μὴ τὸν εἰρημένον τρόπον· p. 192b16 Κλίνη δὲ καὶ ἱμάτιον καὶ εἴ τι τοιοῦτον ἄλλο γένος ἐστίν. Γένος φησὶ πάλιν αὐτὴν τὴν οὐσίαν ὡς ὑποκείμενον, οὐχ ὡς κατὰ πλειόνων κατηγορούμενον. τὰ οὖν τεχνητὰ πάντα εἴδη, οἷον οἰκία ἀβάκιον, καθὸ μὲν ἕκαστον τοιοῦτόν τι λέγεται, οἷον οἰκία ἢ κλίνη, ὅπερ αὐτῷ συμβέβηκεν ἀπὸ τέχνης ἀπὸ φύσεως, οὐδεμίαν ἔμφυτον ὁρμὴν ἔχει μεταβολῆς· ἔχει μὲν γὰρ καὶ αὐτὰ αἰτίαν τῆς μεταβολῆς, ἀλλ’ οὐκ ἔμφυτον, ἀλλ᾿ ἔξωθεν τὸν ἐργασάμενον τεχνίτην, ἐν αὑτοῖς δὲ οὐδεμίαν ἔχει τῆς κατὰ τὸ εἶδος κινήσεως αἰτίαν. ἠρεμεῖ γὰρ ἀεὶ τὸ εἶδος τὸ ἐκ τῆς τέχνης ἐπιτεθέν, ᾗ δὲ τούτων ἕκαστον συμβέβηκε φυσικόν τι ἔχειν τὸ ὑποκείμενον, ἢ λίθους ἢ ξύλα ἤ τι τοιοῦτον, κατὰ τοῦτο ἀρχὴν ἔχει κινήσεως ἐν αὑτοῖς· φέροιτο γὰρ ἂν ἐπὶ τὸ κάτω ὑπὸ τῆς ἐν αὐτοῖς φυσικῆς αἰτίας καὶ σήποιτο. p. 192b19 Ἧι δὲ συμβέβηκεν αὐτοῖς λιθίνοις ἢ γηΐνοις ἢ μικτοῖς ἐκ τούτων. Μικτοῖς φησιν ἐκ τῶν ἁπλῶν, πυρὸς γῆς καὶ τῶν λοιπῶν. τῷ δὲ ἔχει κατὰ τοσοῦτον προσυπακουστέον κατὰ κοινοῦ τὸ ὁρμὴν μεταβολῆς ἔμφυτον. p. 192b26 Διὸ καὶ χωρίζεταί ποτε ἀλλήλων. Συντόμως κατεσκεύασεν ὅτι κατὰ συμβεβηκὸς ὁ νοσῶν ἰατρὸς αἴτιος ἑαυτῷ τῆς ὑγείας γίνεται· εἰ γὰρ καθ’ αὑτὸ ὁ νοσῶν ἑαυτὸν ὑγίαζεν, οὐδέποτε ἄν ἐχωρίσθη τοῦ νοσοῦντος τὸ ὑγιάζον τοιοῦτον γάρ ἐστι τὸ καθ’ αὑτό), νῦν δὲ χωρίζεται ταῦτα ἀπ’ ἀλλήλων· οὐ γὰρ πᾶς νοσῶν ὑγιάζει ἑαυτὸν. p. 192b27 Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῶν ποιουμένων. Ποιουμένων φησὶν ἀντὶ τοῦ δημιουργουμένων ἀπὸ τέχνης. p. 1921b32 Φύσιν δ’ ἔχει ὅσα τοιαύτην ἀρχὴν ἔχει, καὶ εἰσὶ τοῦτα πάντα οὐσίαι. Eἰπὼν τί ἐστι φύσις λέγει τί τὸ φύσιν ἔχον, καί φησιν ὅτι ὅσα ἐν ἑαυτοῖς ἀρχὴν τοιαύτην ἔχει οἵαν εἰρήκαμεν, λέγω δὴ κινήσεως καὶ ἠρεμίας, τίνα δὲ ταῦτά ἐστιν ἐπήγαγεν εἰπὼν ὅτι οὐσίαι. πόθεν δ’ ὅτι οὐσίαι, διὰ τῆς προσθήκης ὑπέμνησεν εἰπὼν ὅτι ὑποκείμενόν τί ἐστι τούτων ἕκαστον, οὐδὲν δὲ τῶν συμβεβηκότων ἐστὶν ὑποκείμενον, ἀλλὰ μόνον ἡ οὐσία. εἶτα πόθεν ὅτι ὑποκείμενον, δείκνυσιν εἰπὼν ὅτι ἐν ὑποκειμένῳ ἡ φύσις ἐστίν. εἰ τοίνυν ἡ φύσις ἐν ὑποκειμένῳ, ὑπόκειται δὲ τὸ ἔχον φύσιν, τὸ δὲ ὑποκείμενον οὐσία ἐστί, τὸ ἔχον ἄρα φύσιν οὐσία ἐστίν. ὅτι δὲ ἐν ὑποκειμένῳ ἡ φύσις, ἐκ τοῦ ὁρισμοῦ ἔχει δεδειγμένον· ἀρχὴ γὰρ κινήσεως καὶ ἠρεμίας ἐν ᾧ ὑπάρχει πρώτως καὶ καθ’ αὑτό. εἰ δὲ ἔν τινι πάντως ὑπάρχει ὅπερ καὶ τῆς κινήσεως ἀρχή ἐστι καὶ τῆς ἠρεμίας, δῆλον ὅτι ἐν ὑποκειμένῳ ἐστίν. οὐχ οὕτως δὲ ὡς τὰ συμβεβηκότα λέγεται ἐν ὑποκειμένῳ εἶναι, ἀλλ’ ὡς εἶδος ἐν ὕλῃ συμπληροῦν μίαν οὐσίαν μετὰ τοῦ ὑποκειμένου. κατὰ φύσιν δὲ ταῦτά τε καὶ ὅσα τούτοις ὑπάρχει καθ᾿ αὑτά. λοιπὸν τί τὸ κατὰ φύσιν, ὅτι τά τε ἔχοντα τὴν φύσιν, τουτέστιν αἱ οὐσίαι, καὶ ὅσαι αὐτῶν τῶν οὐσιῶν εἰσι καθ’ αὑτὸ ἐνέργειαι, οἷον τοῦ πυρὸς ἡ ἐπὶ τὸ ἄνω φορὰ τὸ θερμαίνειν τὸ φωτίζειν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. p. 192b36 τοῦτο γὰρ φύσις μὲν οὐκ ἔστιν, <οὐδ᾿ ἔχει φύσιν>, φύσει δὲ καὶ κατὰ φύσιν ἐστίν. Eἰπὼν τί ἐστι τὸ κατὰ φύσιν, ἵνα μή τις εἴπῃ ‘διὰ τὶ γὰρ μὴ καὶ τοῦτο φύσις ἐστί;’ δείκνυσιν ὅτι οὐκ ἔστιν οὔτε φύσις οὔτε φύσιν ἔχον. ὅτι μὲν φύσις οὐκ ἔστι, δῆλον ἐντεῦθεν· ἡ φύσις ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας, ταῦτα δὲ πάντα κινήσεις τινές εἰσιν, οὐκ ἀρχαὶ κινήσεως οὐδ’ ἠρεμίας, οὐκ ἄρα φύσις τὰ τοιαῦτα. ἀλλὰ μὴν οὐδὲ φύσιν ἔχει· τὰ γὰρ φύσιν ἔχοντα ὑποκείμενά εἰσι καὶ οὐσίαι, ταῦτα δὲ ἐν ὑποκειμένῳ, οὐκ ἄρα οὐδὲ φύσιν ἔχει, ἀλλ’ ἔστι κατὰ φύσιν καὶ φύσει. ***δεικνὺς ὅτι καὶ τὸ φύσει λέγεται καὶ ἐπὶ τοῦ κατὰ φύσιν· φαμὲν γὰρ φύσει τὸ πῦρ φωτίζειν· ὅτι δὲ καὶ ἐπὶ τῶν ἐχόντων φύσιν λέγεται τὸ φύσει, ἔδειξεν ἐν ἀρχῇ εἰπὼν “τῶν ὄντων τὰ μέν ἐστι φύσει”, περὶ τῶν ἐνυποστάτων πραγμάτων λέγων, ἅπερ ἐστὶ τὰ φύσιν ἔχοντα, καὶ πάλιν “φύσει φαμὲν εἷναι τά τε ζῷα καὶ τὰ μέρη αὐτῶν.’’ εἴπομεν δ’ ὅτι κυρίως τὸ κατὰ φύσιν ἐπὶ τῶν φυσικῶν ἐνεργειῶν λέγεται, τὸ δὲ φύσει καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἐχόντων φύσιν. p. I93a3 Ὡς δὲ ἔστιν ἡ φύσις, πειρᾶσθαι δεικνύναι γελοῖον. Αὐτὸς εἶπεν ἐν τοῖς Ἀποδεικτικοῖς, ὅτι τεσσάρων ὄντων προβλημάτων τῶν περὶ ἑκάστου πράγματος ζητεῖσθαι ὀφειλόντων, τοῦ εἰ ἔστι τοῦ τί ἐστι τοῦ ὁποῖόν τι ἐστι τοῦ διὰ τί ἐστι, προηγεῖται πάντων τὸ εἰ ἔστιν· ἐπεὶ οὖν ἔδειξε τί ἐστιν ἡ φύσις μὴ πρότερον δείξας εἰ ἔστιν ὅλως, τοῦτο αὐτὸ ἀπολογεῖται διὰ τούτων, ὅτι τὸ πειρᾶσθαι δεικνύναι ὅτι ἔστιν ἡ φύσις γελοῖόν ἐστιν, οὕτως ἐναργοῦς οὔσης αὐτῆς τῆς ὑποστάσεως, ἐν οἷς δὲ τὸ εἶναι φανερὸν οὐ δεῖ πειρᾶσθαι δεικνύναι ὅτι ἔστιν, ἀλλὰ περὶ τὸ τί ἐστι καὶ τὰ λοιπὰ κατατείνειν τοὺς λόγους. οὕτω γοῦν καὶ ὅτι ἔστιν ὁ χρόνος καὶ ὁ τόπος ἐναργὲς πᾶσι, τί ποτε μέντοι ταῦτά ἐστιν ἔργον εὑρεῖν. ὥσπερ οὖν ὁ πειρώμενος ἀποδεικνύναι ὅτι τὸ πῦρ καίει αἰσθήσεως δεῖται, οὕτως ὁ ἀποδεικνὺς ὅτι ἔστιν ἡ φύσις λογισμοῦ δεῖται· φανερὸν γὰρ ὅτι πολλά ἐστι τὰ ὑπὸ φύσεως διοικούμενα ἐν τοῖς οὖσιν, οὐ δεῖ δὲ τὰ φανερὰ ἀπο- δεικνύειν, οὐδὲ ὅλως πάντων ζητεῖν ἀπόδειξιν, εἰ μὴ τῶν ἀμφιβόλων. ὡς γὰρ αὐτὸς ἔδειξεν ἐν τοῖς Αποδεικτικοῖς, ἀδύνατον πάντων εἶναι ἀπόδειξιν· εἰ γὰρ ἦν πάντων ἀπόδειξις, οὐδενὸς ἂν ἦν ἀπόδειξις· ἀεὶ γὰρ τὰς ἀρχὰς δι’ ὧν ἀπεδείξαμεν ἀποδεικνύναι σπουδάζοντες ἐπ’ ἄπειρον ἥξομεν, καὶ ἐπεὶ τὸ ἄπειρον ἀδιεξίτητον, οὐδὲν ἀποδειχθήσεται τῶν ἀρχῶν μὴ ἀποδειχθεισῶν τῶν πρώτων. οὐκ ἄρα παντὸς ζητητέον ἀπόδειξιν· εἰσὶ γὰρ πολλὰ ἅπερ κρείττονα πάσης ἀποδείξεως τὴν πίστιν ἐκ τῆς ἐναργείας παρέχεται, οἷον τὰ χρώματα ὅτι ἔστι καὶ τὰ σώματα. τοιοῦτον καὶ τὸ κατὰ τὴν φύσιν ἐστί, καὶ ὁ τῶν τοιούτων ἀποδείξεις παρέχειν βουλόμενος τοῦ ἐσφάλθαι αὐτῷ τὸ κριτήριον τῆς διανοίας ἔλεγχον παρέχεται, μὴ δυνάμενος διακρῖναι τί μέν ἐστιν ἀσαφέστερον, τί δὲ σαφέστερον, καὶ τὶ μὲν οἴκοθεν ἔχει τὴν πίστιν, τί δ’ οὐκ οἴκοθεν ἀλλ’ ἐξ ἑτέρων ἀρχῶν τὰς ἀποδείξεις ἔχει. ἀνάγκη γὰρ τὸν τοιοῦτον διὰ τῶν ἀσαφῶν τὰ σαφῆ κατασκευάζειν, οἷος ἦν Ἀντιφῶν πειραθεὶς δι’ ἀποδείξεως δεῖξαι, ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ὃς καὶ ἐν τῷ τετραγωνισμῷ τοῦ κύκλου ἑαυτὸν παρελογίσατο· τὰ γὰρ τῷ αὐτῷ, φησίν ἴσα τὸν αὐτὸν τόπον κατέχει, τὰ τὸν αὐτὸν τόπον κατέχοντα καὶ ἀλλήλοις ἴσα, τὰ τῷ αὐτῷ ἄρα ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. οὕτω γὰρ σαφὲς πρᾶγμα δι’ ἀσαφεστέρων πολλῶν ἐπει- ράθη δεικνύναι· τί ποτε γάρ ἐστιν ὁ τόπος καὶ ὁποίαν σχέσιν ἔχει πρὸς τὰ ἐν τόπω, πολλῶν καὶ μακρῶν χρεία ἐστὶν εἰς τὸ μαθεῖν ἀποδείξεων. ἐοίκασιν οὗν οὗτοι, φησί, τυφλοῖς ἐκ γενετῆς πειρωμένοις ἀποδεικνύναι ὅτι ἔστι τὰ χρώματα· ὥσπερ γὰρ οὗτοι, εἰ ἑώρων, οὐκ ἂν ἐδεήθησαν τῆς διὰ λόγων ἀποδείξεως, κρείττονα πάσης ἀποδείξεως τὴν δι’ αἰσθήσεως πίστιν ἔχοντες οὐ γὰρ λόγῳ, ἀλλ’ αἰσθήσει τῶν χρωμάτων τὸ εἶναι κρίνεται), οὕτω καὶ οἱ τὰ φανερὰ ἀποδεικνύειν σπουδάζοντες, εἰ τὸ κριτήριον τῆς διανοίας ἐρρωμένον εἶχον, οὐκ ἄν τὰ φανερὰ διὰ τῶν ἀφανῶν κατεσκευάζον. καὶ ὥσπερ τοῖς τυφλοῖς λόγους μὲν συμβαίνει λέγειν, |πρᾶγμα δὲ νοεῖν μηδέν οὐδέποτε γὰρ ἐπιστήσεται ἡ διάνοια αὑτῶν τῇ τῶν χρωμάτων φύσει), οὕτως καὶ τοὺς πηροὺς καὶ διεστραμμένους τὸ κριτήριον τῆς ψυχῆς εἰ πειραθείημεν διὰ τῶν συλλογισμῶν πείθειν, λόγους μὲν αὐτοὺς διδάξομεν. πράγματα δὲ οὐδαμῶς. ὥστε ἀκολουθοῦντας ἡμᾶς τῇ φύσει τῶν πραγμάτων δεῖ θέσθαι τοῦτο ἄνευ λόγου, μᾶλλον δὲ κρεῖττον παντὸς λόγου, ὅτι ἔστιν ἡ φύσις. φανερὸν γὰρ ὅτι τοιαῦτα τῶν ὄντων ἐστὶ πολλά. τοιαῦτα, ἃ φύσει ἐστίν. ὅτι δὲ ἐνδέχεται τοῦτο πάσχειν, τουτέστιν ὅτι ἐνδέχεταί τινα διεστραμμένον ἢ τὰς αἰσθήσεις· ἢ τὸν λογισμὸν μὴ γινώσκειν τίνα τῶν πραγμάτων ἐστὶν αὐτόπιστα καὶ τίνα δεόμενα ἀποδείξεως. τούτου οὖν παράδειγμα ἐκτίθεται ἐκ γενετῆς τυφλὸν λόγοις ἀποδεικνύειν πειρώμενον, ὅτι ἔστι τὰ χρώματα. ὁ οὖν τοιοῦτος περὶ ὀνομάτων μὲν διαλέξεται, νοήσει δ’ οὐδέν· οὐ γὰρ λόγοις γινώσκεσθαι τὰ χρώματα, ἀλλ᾿ αἰσθήσει πέφυκε. p. 193a9 Δοκεῖ δέη φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι πρῶτον ἐνυπάρχον ἑκάστῳ ἀρρύθμιστον καθ’ αὑτό. Εἰπὼν τί ποτέ ἐστιν ἡ φύσις διαλεχθεὶς δὲ καὶ περὶ τῶν παρωνύμως ἀπὸ τῆς φύσεως λεγομένων τί τὸ ἔχον φύσιν τί τὸ φύσει τί τὸ κατὰ φύσιν, ἐντεῦθεν ζητεῖ πότερον μοναχῶς ἡ φύσις λέγεται ἢ πλεοναχῶς. καί φησιν ὅτι τριχῶς λέγεται ἡ φύσις· λέγεται γὰρ καὶ τὸ πρῶτον ἑκάστῳ ὑποκείμενον φύσις, ὡς τοῖς περὶ Ἀντιφῶντα δοκεῖ καὶ τοῖς παλαιοτέροις τῶν φυσικῶν, οἵτινες τὴν ὅλην ἑκάστου φύσιν ἑκάστου εἶναι ἔλεγον· λέγεται καὶ τὸ εἶδος ἑκάστου φύσις, ὡς τῷ Ἀριστοτέλει καὶ τῷ ὀρθῷ λόγῳ δοκεῖ· λέγεται δὲ κατὰ τρίτον σημαινόμενον καὶ ἡ γένεσις καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ εἶδος φύσις. δοκεῖ οὖν, φησίν, ἡ ὕλη τισὶ μᾶλλον εἶναι φύσις· κατεσκεύσζε γοῦν Ἀντιφῶν τοῦτο τοῦτον τὸν τρόπον, ὅτι τὸ ἐν ἑκάστῳ ὑποκείμενον καὶ μὴ ἄλλοτε εἰς ἄλλο μεταβάλλον τοῦτό ἐστιν ἡ ἑκάστου φύσις, τὰ δὲ ἄλλα καθ’ ἃ μεταβάλλει γινόμενα καὶ φθειρόμενα πάθη τούτου εἰσὶ καὶ οὐ φύσις. οὕτως οὖν τοὐ μὲν ἀνδριάντος φύσις οὐ τὸ σχῆμα, ἀλλ’ ὁ χαλκός, καὶ τῆς κλίνης τὸ ξύλον, διότι τὸ μὲν σχῆμα πάθος τί ἐστι γινόμενον καὶ ἀπογινόμενον, ὁ δὲ χαλκὸς καὶ τὸ ξύλον ἀεὶ μένει. σημεῖον δὲ τοῦ τὸ ξύλον φύσιν εἶναι τῆς κλίνης ὁ Ἀντιφῶν ἔλεγεν, ὅτι ἐὰν κατορύξῃς κλίνην καὶ σαπῇ, εἶτα τὴν γεννητικὴν δύναμιν ἡ σηπεδὼν λάβοι, οὐκ ἄν βλαστήσεισ κλίνην, ἀλλὰ ξύλον, ὡς δὴ τοῦ μὲν σχήματος τῆς κλίνης πάθους τινὸς ὄντος, φύσεως δὲ τοῦ ξύλου, ὅπερ ἐστιν ἡ ὕλη τῆς κλίνης· τὸ γὰρ ἐν ἑκάστῳ γεννητικὸν καὶ κινητικὸν τοῦτό ἐστιν ἡ φύσις ἑκάστου. ὃ δὲ ἐπὶ τῶν τεχνητῶν συμβαίνει, τοῦτο καὶ ἐπὶ τῶν φυσικῶν, ἐπειδὴ μιμεῖται τὴν φύσιν ἡ τέχνη. ὥσπερ οὖν ἐπὶ τῶν τεχνητῶν εὕρομεν ὅτι φύσις ἑκάστου ἐστὶν οὐ τὸ εἶδος, ἀλλ’ ἡ ὕλη; διὰ τὸ τὴν μὲν ὑπομένειν, τὴν ὕλην, τὸ δὲ εἶδος οὔ, οὕτω δήπου καὶ ἐπὶ τῶν φυσικῶν ἂν εἴη ἡ μὲν ἑκάστου ὕλη φύσις, πάθος δὲ τὸ εἶδος. ὥστε εἰ καὶ ἡ τῆς κλίνης ὕλη, τὸ ξύλον λέγω, μὴ ἔστιν ἁπλοῦν τι πρᾶγμα, ἀλλὰ σύγκειται ἐξ ὑποκειμένου καὶ εἴδους, καὶ πέπονθε τὸν αὐτὸν λόγον ὅνπερ τὸ ξύλον πρὸς τὴν κλίνην, τὸ μὲν ὑποκείμενον καὶ ἡ ὕλη τοῦ ξύλου φύσις αὐτοῦ ἂν εἴη, εἴτε ὕδωρ εἴη τοῦτο εἴτε γῆ εἴτε ὁτιδήποτε ἄλλο, τὸ δὲ τοῦ ξύλου εἶδος πάθος τι τῶν γινομένων καὶ ἀπογινομένων, διότι μεταβάλλοι ἂν τὸ ὑποκείμενον, τὸ ξύλον, εἰς ἕτερον εἶδος, οἷον ἡ γῆ. ὥστε εἰ τὸ μὲν ὑπομένει, τὰ δ’ εἴδη μεταβάλλουσιν εἰς ἄλληλα, τὸ δὲ ὑπομένον φύσις ἂν εἴη μᾶλλον ἢ τὸ μεταβάλλον, ἔοικε καὶ τῶν φυσικῶν ἡ ὕλη μᾶλλον εἶναι φύσις ἢ τὸ εἶδος. διὰ τοῦτο γοῦν, φησίν, ὅπερ ἑκάστω ἔδοξεν ὑλικὸν εἶναι αἴτιον τῶν πραγμάτων, εἴτε ἓν εἴτε πλείω, τοῦτο τὴν φύσιν εἶναι τῶν ὄντων ἔθετο, καὶ τοῦτο μὲν ὑπομένειν, τὰ δ’ εἴδη ἄλλοτε ἄλλο ἐπιγίνεσθαι. εἰ οὖν καέντος τοῦ ξύλου ὑπομένει ἡ τέφρα ἥτις ἐστὶ γῆ, ἔοικεν ἡ γῆ φύσις εἶναι τῶν ξύλων, καὶ τῶν τηκτῶν μετάλλων τὸ ὕδωρ, διότι ἐν τῇ τήξει ὑπομένει τὸ ὕδωρ. καὶ τὸ ὕδωρ δ’ εἰ ὢ μὴ ἔστιν ἁπλοῦν, ἀλλ’ εἰ τυχὸν ὑποκείμενον ἔχει τὸν ἀέρα, οὗτος ἄν αὐτοῦ εἴη φύσις, διότι ἐν τῇ φθορᾷ τοῦ ὕδατος οὗτος ὑπομένει. ὥστε ὅσοι μὲν ἓν τὸ ὑλικὸν αἴτιον εἰρήκασιν, εἴτε ἀέρα εἴτε ὕδωρ εἴτε ὁτιδηποτοῦν ἄλλο, τοῦτο εἶναι καὶ τὴν φύσιν τῶν ὄντων ἀπεφήναντο, ὅσοι δὲ πλείω, πλείονα. Ὅτι μὲν οὖν ἡ ὕλη φύσις, οὕτω δεδείχθω, ὅτι δὲ τὸ εἶδος φύσις μᾶλλον τῆς ὕλης. διὰ πλειόνων ἐπιχειρημάτων ἀποδείκνυσι, καὶ πρῶτον μὲν ἐκ τοῦ κατὰ τὰς τέχνας παραδείγματος. τότε, φησίν, ἕκαστον τῶν τεχνητῶν λέγεται εἶναι καὶ ἔχειν τὴν ἑαυτοῦ τέχνην, ὅταν ἐνεργείᾳ ᾖ τοιοῦ- τὸν οἷον καὶ λέγεται, οὐχ ὅταν δυνάμει. λέγεται γὰρ τὴν τέχνην τοῦ ἀνδριάντος ἔχειν ἢ τῆς κλίνης οὐ τὸ δυνάμει ἀνδριὰς ἢ τὸ δυνάμει κλίνη, οἷον ὁ χαλκὸς ὅς ἐστιν ὕλη τοῦ ἀνδριάντος, ἢ τὸ ξύλον ὅπερ ἐστὶν ὕλη τῆς κλίνης· οὐ γὰρ ἐπειδὴ τὸ ξύλον δυνάμει ἐστὶ κλίνη, τὴν τέχνην φαμὲν αὐτὸ ἔχειν τὴν τῆς κλίνης, ἀλλ’ ὅταν ἀπολάβῃ τὸ τῆς κλίνης εἶδος, τότε λέγεται ἔχειν τὴν τῆς κλίνης τέχνην. ὡσαύτως καὶ ὁ χαλκὸς ὅταν ἀπολάγῃ τὸ εἶδος τοῦ ἀνδριάντος, τότε ἔχει τὴν τέχνην τὴν ἀνδριάντος, οὐχ ὅταν δυνάμει ᾗ ἀνδριάς, καὶ τὴν γραμματικὴν δὲ τέχνην ἀπειληφέναι λέγεται οὐχ ὁ δυνάμει γραμματικὸς ὤν, ἀλλ’ ὁ ἐνεργείᾳ. ὥσπερ οὖν ἐπὶ τῶν τεχνητῶν οὐ τῆς ὕλης κατηγορεῖται ἡ τέχνη τὸ γὰρ δυνάμει ὕλη ἐστὶ τοῦ ἐνεργείᾳ), ἀλλὰ τοῦ εἴδους, οὕτω δήπου καὶ ἐπὶ τῶν φυσικῶν οὐ τῆς ὕλης κατηγορηθήσεται ἡ φύσις, ἀλλὰ τοῦ εἴδους· εἰ γὰρ λέγεται ἀνθρώπου φύσις καὶ ἵππου φύσις, οὐ δήπου τὸ δυνάμει ἄνθρωπος ἢ τὸ δυ|νάμει ἵππος ἔχοι ἄν τὴν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου φύσιν, ἀλλ’ ὁ ἐνεργείᾳ ἄνθρωπος καὶ ἀπειληφὼς τὸ τοῦ ἀνθρώπου εἶδος. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. εἰ δὲ τοῦτο, τὸ εἶδος ἄν εἴη ἡ φύσις ἡ ἑκάστου. δεύτερον ἐπιχείρημα τίθησι τοιοῦτον. τότε, φησίν, ἕκαστον λέγεται εἶναι τοιοῦτον, ὅταν ἀπολάβῃ τὴν ἑαυτοῦ φύσιν, λέγεται δὲ ἄνθρωπος εἶναι ὁ ἀπειληφὼς τὸ τοῦ ἀνθρώπου εἶδος. ἔοικεν ἄρα τὸ εἶδος φύσις εἶναι ἑκάστου. καὶ ἔστιν ὁ συλλογισμὸς ἐν τρίτῳ σχήματι οὔτω· τότε λέγεται ἕκαστον εἶναι, ὅταν ἔχῃ τὸ ἑαυτοῦ εἶδος. τότε λέγεται ἕκαστον εἶναι, ὅταν ἔχῃ τὴν ἑαυτοῦ φύσιν· τὶ ἄρα εἶδος φύσις ἐστί. καὶ ἔστιν ἐνταῦθα τὸ μερικὸν οὐ δι’ ἑαυτό, ἀλλὰ διὰ τὸ καθόλου ἀληθεῦον. συλλογίσαιο δ’ ἄν καὶ οὕτως· οὗ τῇ παρουσίᾳ τὰ φύσει ὄντα ἐστὶ τοῦτό ἐστι φύσις, τῇ δὲ τοῦ εἴδους παρουσίᾳ τὰ φύσει ὄντα ἐστί, τὸ εἶδος ἄρα φύσις ἐστί. τοῦτο δὲ τὸ ἐπιχείρημα τῷ πρώτῳ ταὐτόν ἐστι. κἀκεῖ γὰρ ἔλεγεν ὅτι, ὥσπερ τὸ τεχνητὸν ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος τότε ἔχει τὴν ἑαυτοῦ τέχνην, οὕτω καὶ τὸ φυσικὸν ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος τότε ἔχει τὴν φύσιν, καὶ ἐνταῦθα δὲ τὸ αὐτὸ λέγεται, ὅτι ἕκαστον λέγεται τοιοῦτον εἶναι, ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος. ἀλλ’ οἱ ἐξηγηταὶ διαιροῦσι τὰ ἐπιχειρήματα, καίτοι οὐδ’ αὐτὸς ὁ Ἀριστοτέλης φαίνεται σαφῶς διαιρῶν ταῦτα, ἀλλ’ ὡς ἓν προάγων. τὸ δὲ τρίτον ἐπιχείρημα, ὃ τίθησιν, ἀπάντησίς ἐστι τοῦ ἐπιχειρήματος, δι’ οὗ τὴν ὕλην φύσιν λέγουσι. δι᾿ ὧν γὰρ κατεσκεύασαν ὅτι ἡ ὕλη φύσις, διὰ τῶν αὐτῶν καὶ αὐτὸς κατασκευάζει, σκευάζει, ὅτι τὸ εἶδος φύσις. ὅσον γάρ, φησίν, ἐπὶ τῷ ἐπιχειρήματι, δι᾿ οὗ ἐδείξατε τὴν ὕλην φύσιν, δειχθήσεται καὶ τὸ εἶδος οὐδὲν ἧττον φύσις· εἰ γὰρ διότι ἐκ κλίνης οὐ γέγονε κλίνη ἀλλὰ ξύλον, ὅπερ ἦν ὕλη τῆς κλίνης, διὰ τοῦτο, ὡς ὑπομένουσαν τὴν ὕλην τῆς κλίνης ἐν τῷ γινομένῳ, τὴν ὕλην φύσιν εἶναί φασιν, ἐπειδὴ γίνεται καὶ ἄνθρωπος ἐξ ἀνθρώπου, καὶ ἔστι τὸ εἶδος ὁ ἄνθρωπος. τοῦτο ἄν εἴη φύσις. εἰ γὰρ ἐπειδὴ μὴ τὸ γινόμενον ἐκ τῆς κλίνης κλίνη ἐστὶν ἀλλ’ ἦν τῆς κλίνης ὕλη τὸ ξύλον, διὰ τοῦτο ἡ ὕλη φύσις ἐστίν, ἐπειδὴ καὶ τὸ ἐξ ἀνθρώπου γινόμενον ἄνθρωπός ἐστι καὶ οὐχ ἡ τοῦ ἀνθρώπου ὕλη, δῆλον ἄρα ὅτι τὸ εἶδός ἐστιν ἡ φύσις· τοῦτο γάρ ἐστι τὸ γινόμενον, ὥσπερ ἐπὶ τῆς κλίνης ἡ ὕλη. συμβαίνει οὖν ὅσον ἐκ τῶν λόγων τούτων ἢ ἀμφότερα εἶναι φύσιν, καὶ τὸ εἶδος καὶ τὴν ὕλην, ἢ μηδὲ ἕτερον· ὥστε ἢ καὶ ἡμῖν συγχωρησάτωσαν τὸ εἶδος φύσιν δεικνύουσιν, ἢ μηδὲ αὐτοὶ τὴν ὕλην φύσιν λεγέτωσαν· διὰ τῶν αὐτῶν γὰρ ἀμφοτέροις ἡ ἐπιχείρησις. ἀμφότερα μὲν οὖν φύσιν λέγειν ἀδύνατον· οὐ γὰρ δὴ ἐπ’ ἄλλων μὲν ἡ ὕλη φύσις ἄν εἴη, ἐπ’ ἄλλων δὲ τὸ εἶδος· δεῖ γὰρ καθ᾿ ἓν καὶ τὸ αὐτὸ ἐπὶ πάντων εἶναι τὴν φύσιν· τίς γὰρ ἡ ἀποκλήρωσις τούτοις μὲν τὴν ὕλην φύσιν εἶναι, ἄλλοις δὲ τὸ εἶδος; ἔοικεν οὖν ὅσον ἐπὶ τούτοις μηδέτερον εἶναι φύσις· οὔτε γὰρ ἄμφω δυνατὸν διὰ τὰ νυν ειρημένα, οὔτε θάτερον μόνον διὰ τὴν ἐπιχείρησιν· ὅσον γὰρ ἐπ’ αὐτῇ, ἀμφότερα ἔσται, τοῦτο δὲ ἀδύνατον· οὐδὲν ἄρα τούτων φύσις. ἀλλ’ ἡμεῖς φαμεν ὅτι τῷ ὄντι οὐκ ἔστι φύσις τὸ τεχνητὸν εἶδος, καὶ διὰ τοῦτο, ἐπεὶ μὴ φύσις ἐστίν, οὐδὲ γίνεται ἐκ τῆς κλίνης κλίνη, τὸ μέντοι ξύλον εἶδος ὂν φυσικὸν καὶ οὐχ ὕλη εἰκότως ξύλον ποιεῖ· ὥστε εἰ ἐκ τούτου στοχάζονται ὅτι ἡ ὕλη φύσις, ἐκ τοῦ τὸ γινόμενον μὴ τὸ εἶδος εἶναι ἀλλὰ τὴν ὕλην, ὡς ἐπὶ τῶν τεχνητῶν ἔχει, ἐπειδὴ δέδεικται καὶ ἡμῖν ὅτι τὸ εἶδός ἐστι τὸ γινόμενον ἐξ εἴδους εἶδος γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος καὶ οἱ καρποὶ πάντες, γίνεται δὲ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ σῖτος ἐκ σίτου καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως), τὸ εἶδος ἄν εἴη φύσις καὶ οὐχ ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ γεννητικὸν καὶ τὸ γεννώμενον. ὥστε τοῦτο μόνον ἄν εἴη φύσις καὶ ἐξ ὧν ἐκεῖνοι κατασκευάζειν ἐπεχείρησαν, ὅτι ἡ ὕλη φύσις· διὰ τοῦτο γὰρ καὶ ἡ κλίνη οὐ γεννᾷ κλίνην ἀλλὰ ξύλον, ἐπειδὴ ἡ μὲν κλίνη οὐκ ἔστι φυσικὸν εἶδος ἀλλὰ τεχνητόν, τὸ δὲ ξύλον τῆς μὲν κλίνης ὕλη ἐστὶν ὡς τεχνητή, αὐτὸ δὲ καθ’ αὑτὸ φυσικόν ἐστιν εἶδος, ὥσπερ ἄνθρωπος καὶ σῖτος καὶ τὰ λοιπά. Τρίτον τῆς φύσεως ἐστι σημαινόμενον τὸ ἐπὶ τῆς γενέσεως καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ εἶδος (τὴν γὰρ βλάστην καὶ ἔκφυσιν τῶν καρπῶν φύσιν καλεῖν εἰώθαμεν), ἐξ οὗ πάλιν δείκνυται, ὅτι τὸ εἶδός ἐστι φύσις, οὐχ ἡ ὕλη. πᾶσα γὰρ γένεσις παρωνύμως ἀπὸ τοῦ εἴδους ἐφ’ ὃ κινεῖται τὴν ἐπωνυμίαν ἔχει· λεύκανσιν γὰρ λέγομεν τὴν ἐπὶ λευκότητα ὁδόν, ἐκ τοῦ τέλους ἐφ’ ὃ ἡ κίνησις ὀνομάζοντες τὴν ὁδόν, καὶ οὐκ ἐξ οὗ κεκίνηται μέλανσιν. ὁμοίως δὲ καὶ τὴν ἐπὶ θερμότητα ὁδὸν θέρμανσιν. καὶ ἐπὶ τῆς γενέσεως οὖν τῶν φυτῶν ἀπὸ τοῦ τέλους ἡ γένεσις κληθήσεται. ἐπεὶ οὖν ἐπὶ φύσιν σπεύδει, οὐκ ἠδυνήθη δὲ παρωνύμως ὠνομάσθαι φύσανσις διὰ τὴν κακοφωνίαν, ὁμωνύμως τῷ τέλει φύσις ἐκλήθη. δῆλον οὖν καὶ ἐντεῦθεν, ὅτι τὸ εἶδος φύσις· εἰ γὰρ ἐπὶ εἶδος κινεῖται, αἱ δὲ κινήσεις ἐκ τῶν τελῶν καλοῦνται, καλεῖται δ’ ἡ κίνησις αὕτη φύσις, δῆλον ὅτι ἐπειδὴ εἰς φύσιν ὁδεύει, ὁδεύει δὲ ἐπὶ εἶδος, τὸ εἶδος ἄρα φύσις. καθόλου γάρ, ὡς εἶπον, πᾶν τὸ γινόμενον τοῦτο καλεῖται ἐφ’ ὃ τὴν γένεσιν ἔχει, καὶ οὐκ ἀφ’ οὗ· βάθρον γὰρ λέγεται ὑπὸ τοῦ τέκτονος γενέσθαι καὶ οὐ ξύλον, ὅταν σχηματίζηται εἰς βάθρον, καὶ ὅταν τὸ ὕδωρ μεταβάλλῃ εἰς ἀέρα, ἀέρα φαμὲν γίνεσθαι καὶ οὐχ ὕδωρ, καὶ ἐξαέρωσιν τὸ τοιοῦτον παρωνύμως λέγομεν. οὕτως οὖν εἰ τὴν τῶν φυτῶν γένεσιν φύσιν φαμέν, δῆλον δήπου ὅτι τὸ εἶδος φύσις ἐστίν, εἴ γε ἐκ τοῦ τέλους πᾶσαι αἱ γενέσεις προσαγορευονται. Τριχῶς οὖν τῆς φύσεως λεγομένης, τῆς μὲν πρώτης καὶ κυριώτατα τοῦ εἴδους, κατὰ δεύτερον δὲ λόγον τῆς ὕλης, καὶ τρίτον τῆς γενέσεως τῆς ἐπὶ τὸ εἶδος, δυνατὸν οὖν ἐπὶ ἑκάστου τούτων τὸν ὁρισμὸν τῆς φύσεως ἀποδοῦναι. ἔστι γὰρ καὶ ἡ ὕλη ἀρχὴ κινήσεως καὶ ἠρεμίας τὸν τρόπον τοῦτον· τοῦ γὰρ εἴδους ἀδιαιρέτου ὄντος κατὰ τὸν ἑαυτοῦ λόγον ἡ ὕλη διαιρέσεως αὐτῷ καὶ διαστάσεως αἰτία γίνεται, ἡ δὲ |διάστασις κίνησίς ἐστιν, ἐπειδὴ δὲ διίστησι μὲν τὸ εἶδος, οὐκ ἐπ’ ἄπειρον δὲ διίστησιν ἀλλὰ μέχρι τινός, διὰ τοῦτο καὶ στάσεως ἐστιν ἀρχή. καὶ τὸ εἶδος δὲ ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας. ἐπεὶ γὰρ οὐ πάντα τὰς αὐτὰς κινεῖται κινήσεις, ἀλλὰ ἄλλα ἄλλας τὰ μὲν γὰρ πάσας κινεῖται τὰ δέ τινας, καὶ τὰ μὲν ταύτας τὰ δὲ ἄλλας), τούτου δὲ οὐχ ἡ ὕλη αἰτία κοινὴ γὰρ πάντων ἡ ὕλη), εὔδηλον δήπου ὅτι τῆς διαφορᾶς τῶν κινήσεων τὸ εἶδός ἐστιν αἴτιον. εἰ δὲ κινήσεως αἴτιον τὸ εἶδος, καὶ στάσεως δηλονότι· οὐκ ἔστι γὰρ κίνησις ἄπειρος μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ. καὶ ἡ ὁδός δ’ ἡ ἐπὶ τὸ εἶδος δύναται λέγεσθαι ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἀρχὴ δ’ οὐχ ὡς αἰτία κινήσεως αὐτὸ γὰρ κίνησίς ἐστιν), ἀλλὰ κατὰ μέρη ,ὡς ἔχουσα ἐν ἑαυτῇ καὶ τὸ πρῶτον τῆς κινήσεως μόριον, αὐτὴν λέγω τὴν πρώτην βλάστην, καὶ τὸ τέλος τῆς κινήσεως, ἐν ᾗ τὸ φυτὸν ἀπολαβὸν τὸ τέλειον ἑαυτοῦ εἶδος ἠρέμησε λοιπὸν καὶ οὐκέτι ὡς γινόμενον ἐκινήθη. Δοκεῖ δέη φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυπάρχον ἀρρύθμιστον καθ’ αὑτό, τουτέστιν ἡ ὕλη· τοῦτο γάρ ἐστι τὸ κατὰ τὸν ἑαυτοῦ λόγον ἀρρύθμιστον. ἡ γὰρ ὑποκειμένη ἑκάστῳ ὕλη, κἄν προσεχὴς ᾖ καὶ εἰδοπεποιημένη, ἀλλ’ οὖν ἀρρύθμιστός ἐστιν, ὡς πρὸς τὸ ἐπιγινόμενον εἶδος, οἷον τὰ ξύλα ὡς πρὸς τὸ τοῦ ἀβακίου καὶ τὸ τῆς κλίνης ἀρρύθμιστόν ἐστιν. ζητῆσαι δ’ ἄξιον πῶς ἀνωτέρω εἰπὼν ὅτι φύσιν ἔχειν ἐκεῖνα λέγεται “ὅσα τοιαύτην ἀρχὴν ἔχει, καὶ εἰσὶ ταῦτα πάντα οὐσίαι” διὰ γὰρ τούτων οὐσίας μὲν δηλονότι τὰ τῇ φύσει ὑποκείμενα εἶναι λέγει, τὴν δὲ φύσιν οὐκ οὐσίαν, ἀλλ’ ἐν ὑποκειμένῳ τῇ οὐσίᾳ τὸ εἶναι ἔχειν), νῦν φησι δοκεῖ δ’ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων, ὡς εἰς ταὐτὸν ἄγων τῇ φύσει τὴν οὐσίαν. λέγω οὖν ὅτι ἄνω μὲν οὐσίαν ἐκάλει αὐτὸ τὸ αὐθυπόστατον σῶμα, νῦν δὲ τὸ εἶδος καθ ὃ ἑκάστη τῶν μερικῶν οὐσιῶν τὸ εἶναι ἔχει· τὸ γὰρ εἶναι ὕδατι οὐ καθό ἐστι. σῶμα ὑπάρχει, ἀλλὰ καθὸ τοιάνδε ἰδέαν ἤγουν φύσιν ἔχει. οἶδε γὰρ αὐτὸς ὁ Ἀριστοτέλης πολλαχῶς τὸ τῆς οὐσίας ὄνομα· τριττὴν γὰρ εἶναί φησι τὴν μὲν κατὰ τὴν ὕλην, ὡς εἴ τις λέγοι οὐσίαν κλίνης τὰ ξύλα καὶ χαλκὸν τοῦ ἀνδριάντος, τὴν δὲ κατ’ εἶδος, ὡς ὅταν εἴπωμεν οὐσιῶσθαι τὸ πῦρ κατὰ τὸ θερμὸν καὶ ξηρόν, ἢ τὸ συναμφότερον, ὡς ὅταν εἴπωμεν σύνθετον εἶναι τὴν οὐσίαν τοῦ ἀνθρώπου ἐκ ψυχῆς καὶ σώματος. ἐνταῦθα γοῦν τὴν φύσιν οὐσίαν εἶπε τὴν κατὰ τὸ εἶδος, καθ’ ἣν ἕκαστον τὸ εἶναι ἔχει, πρότερον δὲ τὸ αὐθυπόστατον, τουτέστι τὸ σῶμα τὸ ἁπλῶς ὕλης λόγον ἔχον πρὸς τὰ τῶν στοιχείων εἴδη, ἢ καὶ τὸ εἰδοπεποιημένον σῶμα καὶ σύνθετον· ἐν τούτῳ γὰρ ἡ φύσις ἵδρυται. p. 193a14 Ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην. Οὔ φησι τὸ σχῆμα εἶναν φύσιν· κατὰ συμβεβηκὸς γὰρ ὑπάρχειν τὸ σχῆμα, καὶ πάθος τι εἶναι τοῦ ὑποκειμένου καὶ τῆς ὕλης γινόμενον καὶ ἀπογινόμενον καὶ ἄλλοτε ἄλλο ὑπάρχον, τὴν δ’ ὕλην εἶναι τὴν φύσιν διὰ τὸ διαμένειν ἀεὶ ταῦτα πάσχουσαν καὶ ἄλλοτε ἄλλο σχῆμα καὶ πάθος δεχομένην. εἰπὼν δὲ ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρχον, τοῦτο φήσας ἐπήγαγε τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὸ εἶδος λέγω τῆς κλίν ης; ὅτι διατίθεται ὡς ἂν τοῖς τῆς τέχνης νόμοις δοκῇ. γράφεται δὲ καὶ τὴν κατὰ ῥυθμὸν διάθεσιν· κατά τινα γὰρ συμμετρίαν τῆς τῶν μερῶν πρὸς ἄλληλα ἀναλογίας τὸ εἶδος ἀποτελεῖται τῆς κλίνης. εἰ δὲ εἴη τὴν κατὰ νόμον, σημαίνει τὴν θέσει καὶ μὴ φύσει διάθεσιν· ὡς γὰρ δοκεῖ τῷ τεχνίτῃ, διατίθησι τῶν τεχνητῶν τὰ σχήματα οὐ φύσει ὤτα, ἀλλ’ ἐπινοίᾳ καὶ νόμῳ προαιρέσεως γινόμενα. p. 193a17 Εἰ δὲ καὶ τούτων ἕκαστον πρὸς ἕτερόν τι τὸ αὐτό τοῦτο πέπονθεν. Ὅ ἄν τις ἠπόρησε πρὸς τοὺς λέγοντας τὴν ὕλην εἶναι τὴν φύσιν, τοῦτο καὶ ἀπορεῖ καὶ ἐπιλύεται. εἶπε γὰρ ἄν τις ῾εἰ τοῦτό φατε ὕλην τὸ ἐπιδιαμένον, καὶ διὰ τοῦτο τὰ μὲν ξύλα ὡς ἐπιδιαμένοντα φύσις τὸ δ’ εἶδος ὡς φθειρόμενον οὐκέτι, οὐδὲ τὰ ξύλα φύσις ἂν εἴη τῆς κλίνης οὐδ’ ὁ χαλκὸς τοῦ ἀνδριάντος· καὶ γὰρ τὰ ξύλα φθειρόμενα εἰς γῆν τυχὸν ἀναλύεται κἀκεῖνο ἐπιδιαμένει, τὸ δ’ εἶδος τοῦ ξύλου ἀφανίζεται, οἷον ἐν τῇ καύσει, καὶ ὑπολιμπάνεται ἡ τέφρα ἥτις γῆ ἐστιν. ὁμοίως καὶ ὁ χαλκὸς φθειρόμενος εἰς ὕδωρ ἀναλύεται, ἐπεὶ καὶ τηκόμενος ὑγρὸς γίνεται. ὥστε οὐδ’ ὁ χαλκὸς τοῦ ἀνδριάντος ὕλη, οὐδὲ τῆς κλίνης τὰ ξύλα.’ φησὶν οὖν ὅτι τοῦτο ἀληθές ἐστι· τοὐ μὲν γὰρ ἀνδριάντος ἢ τῆς κλίνης ὕλη τὸ ξύλον ἢ ὁ χαλκός, αὐτῶν δὲ πάλιν τούτων ἑτέρα τίς ἐστιν ὕλη. ὥστε τῆς μὲν κλίνης καὶ τοῦ ἀνδριάντος φύσις τὸ ξύλον καὶ ὁ χακός, τούτων δ’ αὐτῶν πάλιν ἕτερόν τί ἐστι φύσις· διό, φησί, τῶν φυσικῶν οἱ μὲν τὴν γῆν ἐνόμισαν εἶναι φύσιν τῶν ὄντων, οἱ δὲ τὸ ὕδωρ, οἱ δὲ ἄλλο τι τῶν στοιχείων ἢ ἓν ἢ πλείονα, ὅπερ ἄν τις ὡς ὕλην ὑποκεῖσθαι τοῖς γινομένοις ἐνόμισε. p. 193a26 Καὶ τούτων μὲν ὁτιοῦν ἀίδιον· οὐ γὰρ εἶναι μεταβολὴν αὐτοῖς ἐξ αὑτῶν. Ὅπερ ἄν τις ἐνόμισεν ὑποκεῖσθαι ὡς ὕλην τοῖς ἄλλοις, τοῦτο καὶ ἀίδιον εἶναι ὑπέθετο ἐξ ἀνάγκης· δεῖ γὰρ τὴν πρώτην ἀρχὴν ἀίδιον εἶναι καὶ ἀμετάβλητον, τὰ δὲ ἄλλα πάντα τὰ ἐκ ταύτης γενητὰ εἶναι καὶ φθαρτά. καὶ οἱ πλείους δὲ τὰς ὑλικὰς ἀρχὰς ὑποτιθέμενοι, ἀιδίους καὶ αὐτοὶ ταύτας ὑπέθεντο· καὶ μεταβάλλειν μὲν καὶ τὰ πάθη καὶ τὰς διαθέσεις εἰς τὰ ἐξ αὐτῶν συγκείμενα, αὐτὰ μέντοι ἀμετάβλητα εἶναι εἰς ἄλληλα. οὐδὲν γὰρ τῶν τεσσάρων στοιχείων Ἐμπεδοκλῆς, ἅπερ πρώτας ἀρχὰς ὑπετίθετο, με. ταβάλλειν ἔλεγεν εἰς ἄλληλα· ἀμετάβλητα γὰρ εἶναι. p. 193a28 Ἕνα μὲν οὖν τρόπον ἡ φύσις οὕτω λέγεται, ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς. Συμπεραίνεται τὰ εἰρημένα, ὅτι καθ’ ἕνα τρόπον φύσις λέγεται εἶναι ἡ πρώτη ἑκάστῳ τῶν φυσικῶν ὑποκειμένη ὕλη. τὸ τῶν ἐχόντων ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς σημαίνει τῶν φυσικῶν· ταῦτα γάρ ἐστι τὰ ἔχοντα ἐν αὑτοῖς ἀρχὴν κινήσεως καὶ μεταβολῆς. τίθησι δὲ ἐφεξῆς καὶ τὸ δεύτερον σημαινόμενον, τὸ κατὰ τὸ εἶδος, ὅπερ καὶ κυρίως ἐστὶ φύσις. p. 193a31 Ὥσπερ γὰρ τέχνη λέγεται τὸ κατὰ τέχνην καὶ τὸ τεχνητόν. Τὸ πρῶτον ἐπιχείρημα, ὅτι ὥσπερ ἐπὶ τῶν τεχνητῶν τότε λέγεται ἕκαστον ἀπολαβεῖν τὴν ἑαυτοῦ τέχνην, ὅταν ἀπολάβῃ τὸ τεχνητὸν εἶδος, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν τότε ἔχει ἕκαστον τὴν ἑαυτοῦ φύσιν, ὅταν ἀπολάβῃ τὸ φυσικὸν εἶδος· οὐ γὰρ τὰ ξύλα τὰ ἀρρύθμιστα καὶ ὁ χαλκός, ἐπειδὴ δυνάμει πλοῖόν εἰσιν ἢ ἀνδριάς, ἔχει πω τὸ τοῦ ἀνδριάντος ἢ τὸ τῆς κλίνης εἶδος, ἀλλὰ τὸ σχῆμα καὶ ἡ μορφή · τοῦτο γάρ ἐστι τὸ κατὰ τέχνην γενόμενον. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν ἔχει· οὐ γὰρ τὸ δυνάμει σὰρξ τοῦτο ἔχει τὴν φύσιν τῆς σαρκός, ἀλλὰ τὸ ἐνεργείᾳ γενόμενον σάρξ, εἰ δὲ ἅμα τῷ τὸ εἶδος λαβεῖν καὶ τὴν ἑαυτοῦ φύσιν ἕκαστον λαμβάνει, τὸ εἶδος ἄν εἴη σάρξ. πρὶν ἂν λάβῃ τὸ εἶδος τὸ κατὰ τὸν λόγον. ἐπειδὴ λέγομεν εἶδος τὸ ἐπὶ τῆς μορφῆς, καθ’ ὃ δυσειδεῖς ἢ εὐειδεῖς τινάς φαμεν, διὰ τοῦτο προσέθηκε τὸ κατὰ τὸν λόγον, καθ’ ὃν ὁριζόμενοι ἀποδιδόαμεν τὸ τί ἐστιν ἕκαστον. ἡ μορφὴ καὶ τὸ εἶδος, οὐ χωριστὸν ὂν ἀλλ’ ἢ κατὰ τὸν λόγον. τοῦτο τὸ εἶδος, φησίν, ὅπερ φαμὲν φύσιν εἶναι, οὔ φαμεν χωριστὸν τῇ ὑποστάσει εἶναι, ἀλλὰ μόνον τῷ ὁριστικῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ. τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ, οἷον ἄνθρωπος. τὸ ἑκτῆς ὕλης τοῦ εἴδους συγκείμενον οὐκέτι λέγεται φύσις, ὥσπερ ἑκάτερον τῶν ἁπλῶν, ἀλλὰ φυσει. p. 193b6 Καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης· ἕκαστον γὰρ τότε λέγεται ὅταν ἐντελεχείᾳ ᾖ, μᾶλλον ἢ ὅταν δυνάμει. Τὸ δεύτερον ἐπιχείρημα. ἕκαστον τότε λέγεται εἶναι, ὅταν ἀπολάβῃ τὸ ἑαυτοῦ εἶδος· ἕκαστον τότε λέγεται εἶναι, ὅταν ἀπολάβῃ τὴν ἑαυτοῦ φύσιν· τὸ ἀπειληφὸς ἄρα τὸ ἑαυτοῦ εἶδος ἀπείληφε τὴν ἑαυτοῦ φύσιν. ἔστι δὲ τὸ ῥητὸν τοῦτο πρὸς τὸ ἀνωτέρω συνεχές· εἰπὼν γὰρ ὅτι ἰὴ μορφὴ καὶ εἶδος φύσις᾿, ἐπήγαγε καὶ μᾶλλον αὕτη φύσις τῆς ὕλης, τουτέστιν ἡ μορφή. τὰ δὲ ἄλλα διὰ μέσου “τὸ δὲ ἐκ τούτων φύσις μὲν οὐκ ἔστι, φύσει δέ, οἷον ἀνθρωπος”. p. 193b8 Ἔτι γίνεται ἄνθρωτπος ἐξ ἀνθρώπου, ἀλλ᾿ οὐ κλίνη ἐκ κλίνης. Τὸ τρίτον ἐπιχείρημα. δι᾿ ὧν κατεσκεύασαν αὐτοὶ ὅτι ἡ ὕλη φύσις, διὰ τούτων αὐτὸς κατασκευάζει ὅτι μᾶλλον τὸ εἶδος ἢ ἡ ὕλη, ὥσπερ εἰρήκαμεν. ἔτι ἡ φύσις ἡ λεγομένη ὡς γένεσις ὁδός ἐστιν εἰς φύσιν. ὅτι καὶ ἐκ τοῦ τρίτου σημαινομένου τῆς φύσεως, Τοῦ ἐπὶ τῆς ἐκφύσεως, δείκνυται μᾶλλον κυριώτερον τὸ εἶδος φύσις ὂν ἢ ἡ ὕλη. p. 193b13 06 γὰρ ὥσπερ ἡ ἰάτρευσις λέγεται οὐκ εἰς ἰατρικὴν ὁδός, ἀλλ᾿ εἰς ὑγείαν. Οὐχ ὥσπερ, φησίν, ἡ ἰάτρευσις ὁδὸς μέν ἐστιν εἰς ὑγείαν, καλεῖται δὲ οὐκ ἀπὸ τοῦ τέλους ἀλλ’ ἀπὸ τοῦ ποιοῦντος τῆς ἰατρικῆς, οὕτω καὶ ἐπὶ τῆς γενέσεως τῆς ἐπὶ τὸ εἶδος ἔχει, ἀλλ’ ὥσπερ ἡ ὑγίανσις ἐκ τοῦ τέλους ὀνομάζεται, οὕτω δὲ καὶ ἡ φύσις ἀπὸ τοῦ εἰς φύσιν ἄγειν ὡνομάσθη. ἄγει δὲ εἰς εἶδος· τὸ εἶδος ἄρα φύσις. ἀλλ’ οὐδὲ τὸ τὴν ὑγίανσιν καλεῖσθαι καὶ ἀπὸ τοῦ ποιοῦντος ἰάτρευσιν ἐναντίον τι ἔχει τοῖς παρ’ αὐτοῦ λεγομένοις, ἁρμόζει δὲ μᾶλλον · ἐπὶ μὲν γὰρ τῶν κατὰ τέχνην, ἐπειδὴ ἄλλο ἐστὶ τὸ |ἀποτελοῦν καὶ ἄλλο τὸ ἀποτελούμενα, εἰκότως ἐξ ἑκατέρου ἐκλήθη ἡ γένεσις καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ εἶδος οἷον ἡ ἐπὶ ὑγείαν ὁδὸς καὶ ἀπὸ τοῦ ποιοῦντος ἰάτρευσις καὶ ἀπὸ τοῦ τέλους ὑγίανσις), ἐπὶ δὲ τῶν φυσικῶν πραγμάτων, ἐπειδὴ ταὐτόν ἐστιν ὡς ἐπὶ τὸ πολὺ τὸ ποιοῦν τῷ γινομένῳ ὡς καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ ‘πολλάκις τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν καὶ τὸ τελικὸν εἰς ταὐτὸν ἔρχεται· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ’), εἰκότως μίαν ἔσχεν τὴν ἐπωνυμίαν ἡ γένεσις. εἴτε οὖν ἐκ τοῦ ποιοῦντος ἐκλήθη εἴτε ἐκ τοῦ γινομένου, ἐπειδὴ ταὐτὸν τὸ ποιοῦν τῷ γινομένῳ, πλὴν τῶν ἐκ σήψεως καὶ ὅσα ἐπινοίᾳ ἀνθρώπων νοθεύεται, ὡς ἐπὶ ἡμιόνων ἔχει κἀπὶ τούτων δὲ τοῖς ποιοῦσι ταὐτόν πως τὸ γινόμενον), οὐδὲν ἧττον δείκνυται ὅτι ἐπὶ τοῦ εἴδους φέρεται μᾶλλον τὸ ὄνομα ἢ ἐπὶ τῆς ὕλης. p. 193b15 Ἀνάγκη μὲν γὰρ ἀπὸ ἰατρικῆς οὐκ εἰς ἰατρικὴν εἶναι τὴν ἰάτρευσιν. Ὅ λέγει τοιοῦτόν ἐστιν· ἐπειδὴ αἱ γενέσεις καὶ αἱ ὁδοὶ καὶ ἀπὸ τῶν τελῶν καλοῦνται καὶ ἀπὸ τῶν ἀφ’ οὗ γίνονται ὡς ποιητικοῦ αἰτίου, τὴν μὲν ἰάτρευσιν ἀπὸ ἰατρικῆς φαμεν ὁδόν, οὐκ εἰς ἰατρικήν· οὐ γὰρ τὴν ἐπὶ τὴν ἀρχὴν ὁδὸν σημαίνει, ἀλλὰ τὴν ἀπὸ τῆς ἀρχῆς· ὥστε καὶ ἡ ἰάτρευσις τὴν ἀπό τινος μὲν ἐπί τι ὁδὸν σημαίνει καλουμένην ἀπὸ τοῦ ἀφ’ οὗ, ὥσπερ καὶ ἡ φύσις. ἀλλ’ οὐχ οὕτως ἡ φύσις, λέγω δὴ τὴν ἔκφυσιν· καὶ αὐτὴ γὰρ ὁδὸς οὖσα ἀπό τινος εἴς τι, οὐκ ἐκ τοῦ ἀφ’ οὗ ἔσχε τὴν ἐπωνυμίαν, ἀλλ’ ἐκ τοῦ εἰς ὅ. οὐχ οὕτως δ’ ἡ φύσις ἔχει πρὸς τὴν φύσιν. οὐχ ὥσπερ ἡ ἰάτρευσις ἔχει πρὸς τὴν ἰατρικήν, οὕτως ἡ φύσις, λέγω δὴ τὴν ἔκφυσιν, πρὸς τὴν φύσιν· ἡ μὲν γὰρ ἰάτρευσις οὐ τὴν ἐπὶ ἰατρικήν, ἀλλὰ τὴν ἀπὸ ἰατρικῆς σημαίνει ὁδόν, ἡ μέντοι φύσις οὐ τὴν ἀπὸ φύσεως, ὠὰ τὴν ἐπὶ φύσιν σημαίνει ὁδόν. p. 193 b 16 Ἀλλὰτὸ φυόμενον ἔκ τινος εἴς τι ἔρχεται ηݲ φύεται· εἰς τί οὖν φύεται; Tὸ ἡ δύναται καὶ παραδιαζευκτικὸς εἶναι, ἵνα ᾖ οὕτω ’xo γινόμενον ἔκ τινος εἴς τι ἔρχεται ἤγουν φύεται’ ταὐτὸν γὰρ ἀμφότερα), δύναται δὲ καὶ ἐπίρρημα εἶναι προσγραφομένου τοῦ ιݲ ἀντὶ τοῦ καθὸ φύεται· καθὸ φύεται, εἴς τι ἔρχεται. εἰς τί οὖν φύεται; φησίν, οὐχὶ εἰς τὸ ἐξ οὗ, τουτέστιν εἰς τὴν ὕλην, ἀλλ’ εἰς τὸ εἰς ὅ, τουτέστι τὸ εἶδος. εἰ τοίνυν καθὸ φύεται εἰς εἶδος ἔρχεται, ἔοικεν ἐκ τοῦ τέλους οὕτως ὠνομάσθαι, ὥσπερ ἡ ὑγίανσις καὶ ἡ λεύκανσις· εἰ δὲ τοῦτο, τὸ εἶδος ἄρα φύσις ἂν εἴη, ὥσπερ οὖν καὶ τὸ τῆς ὑγιάνσεως τέλος ὑγεία καὶ τὸ τῆς λευκάνσεως λευκότης. p. 193b18 Ἡ δὲ μορφὴ καὶ ἡ φύσις διχῶς λέγεται· καὶ γὰρ ἡ στερησις εἶδός πώς ἐστιν. Δείξας ὅτι τὸ εἶδος μᾶλλον φύσις, βούλεται εἰπεῖν ποσαχῶς τὸ εἶδος λέγεται, καί φησιν ὅτι διχῶς· λέγεται γὰρ πάλιν πως, φησί, καὶ ἡ στέρησις εἶδος, ἤτοι στέρησιν λέγων τὸ χεῖρον τῶν ἐναντίων πολλαχοῦ γὰρ καὶ ἐν ταύτῃ τῇ πραγματείᾳ τὸ μὲν κρεῖττον τῶν ἐναντίων εἶδος καλεῖ τὸ δὲ χεῖρον στέρησιν· διὸ καὶ τὴν ἐκ μέλανος μὲν εἰς λευκὸν μεταβολὴν ἀπλῶς γένεσιν καλεῖ τινὰ δὲ φθοράν, τὴν δ’ ἐκ λευκοῦ εἰς μέλαν ἁπλῶς μὲν φθορὰν τινὰ δὲ γένεσιν), ἢ οὖν τοῦτό φησιν, ἢ καὶ τὴν κυρίως στέρησιν εἶδος καὶ μορφὴν ἐκάλεσε διὰ τὸ διάθεσιν εἶναί τινα τοῦ ὑποκειμένου. εἰ μὲν γὰρ μὴ πάντα τὰ ὄντα εἴδη ἐστὶν ἀλλ’ ἔστι τινὰ καὶ ἀνείδεα, δῆλον ὅτι οὐκ εἶδος ἡ στέρησις, εἰ δὲ πᾶν τὸ ὁπωσοῦν ὂν εἶδος καλοῦμεν εἰς ταὐτὸν ἄγοντες τῷ ὄντι τὸ εἶδος, δῆλον ὅτι ἐπειδὴ οὐκ ἔστι τῶν μηδαμῇ μηδαμῶς ὄντων ἡ στέρησις ἀλλὰ τῶν πῇ ὄντων, καὶ πῇ εἶδος ἄν εἴη. διάκειται γὰρ καὶ μεμόρφωταί πως κατ’ αὐτὴν τὸ ὑποκείμενον· διατίθησι γάρ πως καὶ ἡ τυφλότης τὸ ὑποκείμενον καὶ πᾶσα στέρησις. ἐπειδὴ οὖν πᾶσαν διάθεσιν τοῦ ὑποκειμένου ἔστιν ὅτε μορφὴν τοῦ ὑποκειμένου καὶ εἶδος λέγομεν, διὰ τοῦτο αὐτὸ τοῦτο ἐπεσημήνατο. p. 1931)20 εἶδέ ἐστιν ἡ στέρησις καὶ ἐναντίον τι περὶ τὴν ἀπλῆν γένεσιν ἢ μὴ ἔστιν, ὕστερον ἐπισκεπτέον. Περὶ τὴν ἀπλῆν γένεσίν φησιν τοῦ τὴν οὐσιώδη. ἐν μὲν γὰρ τῷ πρώτῳ λόγῳ, ὅτι ἐξ ἀντικειμένων ἡ γένεσις ἔδειξεν ἡ οὐσιώδης· ἐξ ἀσυνθεσίας γάρ φησι τὴν σύνθετον οὐσίαν καὶ ἐξ ἀναρμοστίας, ἅπερ στέρησις οὐκ ἐναντίον ἐστίν. εἰ τοίνυν αἰ στερήσεις, ἐξ ὧν αἱ οὐσίαι γίνονται, ἐναντίαι εἰσὶ τοῖς γινομένοις, ὕστερον ἐπισκεψόμεθα· καὶ ὑπερτίθεται τοῦτο ἐν τῷ Περὶ γενέσεως κὼ φθορᾶς βιβλίῳ, ἐν ᾧ δείκνυσιν ὅτι πάντως πᾶσα γένεσις ἐξ ἐναντίων, καὶ τίνα τὰ ἐναντία καὶ πόσα ἐξ ὧν αἱ γενέσεις. ὡς οὗν ἢ μὴ ἀποδείξας ἐν τούτοις ὅτι ἐξ ἐναντίων, ἀλλὰ μόνον ἐξ ἀντικειμένων, ἢ μὴ ἱκανῶς ἀποδείξας, ὑπερτίθεται τοῦτο ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς βιβλίῳ. p. 193b22 ἐπεὶ δὲ διώρισται ποσαχῶς λέγεται ἡ φύσις, μετὰ τοῦτο θεωρητέον διαφέρει ὁ μαθηματικὸς τοῦ φυσικοῦ. Εἰπὼν ὅτι τριχῶς ἡ φύσις λέγεται, καὶ τὸ εἶδος καὶ ἡ ὕλη καὶ ἡ γένεσις ἡ ἐπὶ τὸ εἶδος, καὶ ὅτι μᾶλλον κυριώτερον τὸ εἶδος φύσις, καὶ αἱ ἄλλαι δὲ δύο ἥ τε ὕλη καὶ ἡ γένεσις διὰ τὸ εἶδος ἔχουσι τὸ φύσεις εἶναι, ἡ μὲν ὕλη διὰ τὸ ἐπιτηδεία εἶναι εἰς τὸ δέξασθαι τὸ εἶδος ἡ δὲ γένεσις ὡς εἰς αὐτὸ ἄγουσα, ἐπειδὴ ἡ φυσιολογία μόριόν ἐστι τοῦ θεωρητικοῦ μέρους τῆς φιλοσοφίας, τὸ δὲ θεωρητικὸν διαιρεῖται εἰς φυσιολογίαν εἰς μαθηματικὴν εἰς θεολογίαν, βούλεται ἐντεῦθεν διακρῖναι τὸ φυσιολογικὸν τοῦ μαθηματικοῦ καὶ τοῦ θεολογικοῦ· ἐπιστήμονος γάρ ἐστι τὸ διαλαβόντα περὶ τῶν ὑποβεβλημένων αὐτῷ πραγμάτων ἀπο|κρίνειν τὰ δοκοῦντα μὲν ὑποβεβλῆσθαι, μὴ ὑποβεβλημένα δέ. ἐπεὶ οὖν αἱ ἐπιστῆμαι αὐτῆς γνώσεις τινές εἰσιν, αἱ δὲ γνώσεις εἰδῶν εἰσι γνώσεις κἄν γὰρ ἔστι τῶν ἀνειδέων γνῶσις, καὶ ταύτην ἐκ τῆς τῶν εἰδῶν γνώσεως γινώσκομεν· ἢ γὰρ κατὰ ἀναλογίαν ἢ κατὰ ἀφαίρεσιν, ὡς εἴρηται πρότερον, τὸ ἀνείδεον γινώσκομεν), διὰ τοῦτο οὖν εἰκότως τὴν διάκρισιν τῶν ἐπιστημῶν τούτων ποιεῖται. διακρίνει δ’ οὐ πάσας ἀλλήλων, ἀλλὰ τῆς φυσιολογίας μόνης τὰς λοιπάς, οὐκέτι δὲ καὶ τὰς ἄλλας ἑαυτῶν. καὶ διακρίνει πρῶτον τὴν μαθηματικὴν ἐπιστήμην τῆς φυσιολογίας, καί φησιν ὅτι οὐ ταύτῃ διακρίνεται ἡ φυσιολογία τῆς μαθηματικῆς, ᾗ δοκεῖ τοῖς πολλοῖς. καὶ ἐντεῦθεν δείκνυσι τὸ ἀναγκαῖον τῆς διακρίσεως τῶν ἐπιστημῶν τούτων· εἰ γὰρ ἡ δοκοῦσα αὐτῶν διάκρισις ὅμως οὐκ ἔστι διάκρισις, δῆλον δήπου ὅτι ἀναγκαῖος ὁ τῆς διακρίσεως λόγος αὐτῶν. νομίζουσι δὲ διακρίνεσθαι φυσιολογίαν μαθηματικῆς, τῷ τὴν μὲν φυσιολογίαν περὶ τὰς οὐσίας τῶν πραγμάτων καταγίνεσδαι, μαθηματικὴν δὲ περὶ τὰ πάθη καὶ τὰ σχήματα, τοῦτο δέ, φησίν, οὐκ ἔστιν ἀληθές· καὶ οἱ φυσιολογοῖ γὰρ φαίνονται μὴ μόνον περὶ τῶν οὐσιῶν διαλεγόμενοι, ἀλλὰ καὶ περὶ σχημάτων καὶ παθῶν. αὐτὸς γοῦν ἐν τῇ Περὶ οὐρανοῦ οὐ μόνον περὶ τῆς οὐσίας τῶν οὐρανίων ἀπέδειξεν, ὅτι ἐστὶν ἑτέρας τινὸς παρὰ τὰ τέσσαρα στοιχεῖα, ἀλλ’ ὅτι καὶ σφαιρικὸν ἔχει κατὰ φύσιν τὸ σχῆμα, καὶ ὅτι κυκλοφορικόν, καὶ περὶ τῶν στοιχείων δὲ διελέχθη οὐ μόνον ποίας ἕκαστόν ἐστιν οὐσίας, ἀλλ’ ὅτι καὶ σφαιρικὰ πάντα, ἐν οἷς χαριέστατα γραμμικῶς ἀποδείκνυσι καὶ περὶ τοὐ ὕδατος καὶ τῆς γῆς ὅτι σφαιρικά. ὥστε εἰ καὶ οἱ φυσιολογοῖ διαλέγονται οὐ μόνον περὶ τῶν οὐσιῶν, ἀλλὰ καὶ περὶ τῶν συμβεβηκότων ταῖς οὐσίαις, ἔοικε μὴ δικκρίνεσθαι ταύτῃ τοῦ φυσιολόγου ὁ μαθηματικός. τίνι οὖν διακρίνεται; φημὶ οὐ τῷ περὶ διαφόρων διαλέγεσθαι, ἀλλὰ τῷ τρόπῳ τῆς διδασκαλίας, ὅτι ὁ μὲν μαθηματικὸς διαλέγεται περὶ τῶν σχημάτων καὶ τῶν συμβαινόντων αὐτοῖς μηδὲν προσεπινοῶν ἐν ὁποιᾳφηποτοῦν ὕλῃ ταῦτα ὑπάρχει, ἀλλὰ χωρίσας αὐτὰ πάσης ὕλης τῇ διανοίᾳ οὕτω τὰ συμβαίνοντα αὐτοῖς θεωρεῖ, ὁ μέντοι φυσικὸς ἐπινοῶν τὸ σχῆμα καὶ τὰ λοιπὰ τῶν παθῶν, ὡς ἐν ὕλῃ αὐτὰ θεωρεῖ· ἢ γὰρ ἐν οὐρανῷ ἢ ἐν ἡλίῳ ἢ ἐν γῇ ἢ ἐν ἄλλῳ τινὶ τῶν φυσικῶν σωμάτων. ὁ γοῦν Θεοδόσιος ἐν τοῖς Σφαιρικοῖς διδάσκων τὰ συμβαίνοντα πάθη τῇ σφαίρᾳ οὐδὲν προσλογίζεται ὕλην, ἀλλὰ χωρίσας πάσης οὐσίας τὸ σφαιρικὸν σχῆμα οὕτω τὰ συμβαίνοντα αὐτῷ ἐπισκέπτεται, ὅτι ἐὰν σφαῖρα ἐπιπέδῳ τμηθῇ κύκλον ποιεῖ, καὶ ὅσα ἄλλα. ὁ δὲ Αὐτόλυκος Περὶ κινουμένης σφαίρας γράψας καὶ ὅσα συμβαίνει τῇ κινουμένῃ σφαίρα, μερικώτερός ἐστι τοῦ Θεοδοσίου καὶ μᾶλλον τῷ φυσικῷ προσεγγίζων ἡ γὰρ κίνησις ἐγγύς πως ἐστι τῆς οὐσίας)· εἰ γὰρ καὶ μὴ ἐπινοεῖ οὐσίαν τινὰ ἐν τῇ κινουμένῃ σφαίρᾳ, ἀλλ’ οὖν σύνθεσίν τινα λαμβάνει τοῦ σχήματος καὶ τῆς κινήσεως, καὶ ταύτῃ ἐγγύς πως ἐστι τῆς οὐσίας. εντι τούτου μερικώτερα τὰ Εὐκλείδου Φαινόμενα καὶ ἁπλῶς πᾶσα ἀστρονομία· ἐνταῦθα γὰρ καὶ ἡ οὐσία αὐτὴ συνεπινοεῖται. οὐρανοῦ γὰρ κίνησιν καὶ ἡλίου καὶ τῶν λοιπῶν ἀστέρων προσλογίζεται· οὐ γὰρ ἀπλῶς κίνησιν σφαίρας ἐπισκοπεῖ, ἀλλὰ τῆς ἀπλανοῦς ἢ τῆς Κρονίας ἢ ἄλλης τινός, καὶ τὴν σχέσιν αὐτῶν τὴν πρὸς ἀλλήλας. καὶ ἔστι τὸ μὲν ἀκρότατον τῆς μαθηματικῆς εὐδιάκριτον καὶ κεχωρισμένον τῆς φυσιολογίας οἷά ἐστι τὰ Θεοδοσίου Σφαιρικά, τὰ Εὐκλείδου ιγ' βιβλία, τὰ ἀριθμητικά· παντελῶς γὰρ ἐν τούτοις ὕλης οὐδεμία μνήμη), τὸ δὲ περιπέζιον αὐτῆς πως ἐγγύς ἐστι τῆς φυσιολογίας· καὶ γὰρ ὁ ἀστρονόμος ὡς ἡλίου σχῆμα θεωρεῖ καὶ ὡς ἡλίου κίνησιν καὶ μεγέθη αὐτῶν, καὶ ὁ φυσιολόγος δ’ ὡσαύτως. τίς οὖν ἡ διαφορά; ὅτι εἰ καὶ περὶ τῶν αὐτῶν διαλέγονται καὶ ὡς τοῖς αὐτοῖς ὑπαρχόντων, ἀλλ’ ὁ μὲν φυσιολόγος ὅτι τὰ τοιαῦτα σχήματα καὶ αἱ κινήσεις αἱ τοιαῦται οἰκεῖα καὶ συμφυῆ τῇ τοιαύτῃ οὐσίᾳ, λέγω δὴ τῇ πέμπτῃ διὰ τοῦτο γὰρ σφαι- ρικά τε καὶ κυκλοφορικά, ἐπειδὴ μήτε ἐξ ἑνὸς μήτε ἐκ πάντων τῶν στοιχείων, ἀλλ’ ἑτέρου τινὸς τοῦ πέμπτου σώματός εἰσι, καὶ ὅτι βέλτιον αὐτοῖς τὸ τοιοῦτον σχῆμα καὶ ἡ κίνησις), ὁ δὲ μαθηματικὸς ἀπλῶς κινούμενον ἥλιον θεωρεῖ, μὴ προσλογιζόμενος εἴτε προσφυὴς ἡ κίνησις αὐτοῦ ἢ τὸ σχῆμα τῇ οὐσίᾳ, ἢ μή, ὥστε κἄν ὁποίας ποτὲ ᾖ οὐσίας τὰ οὕτως ἐσχηματικσμένα καὶ κινούμενα, τὰ αὐτὰ ἄν συμβαίνειν. ἀλλ’ οὐδὲ εἰ βέλτιον αὐτοῖς ἢ μὴ τὸ τοιοῦτον οἶδεν, ἀλλ’ ἐν αὐτοῖς μὲν θεωρεῖ τὰς κινήσεις καὶ τὰ σχήματα, οὕτω δὲ κἂν εἰ πύρινα ἦν τὰ κινούμενα ἢ ἄλλης τινὸς οὐσίας, ἀμέλει τὰ δεδειγμένα ἐν τῇ καθολικωτέρᾳ μαθηματικῇ ἐπιστήμῃ προσαρμόζουσι τούτοις· οἷον ὅτι, ἐπειδὴ δέδεικται ὅτι πᾶσα σφαῖρα τοιώσδε τεμνομένη τάδε πάσχει, καὶ ἐπὶ τῆς προκειμένης ἄρα σφαίρας τὸ αὐτὸ τοῦτο ἁρμόσει. οὕτως ἐκτὸς ὕλης αὐτὰ σκοποῦσι, κἄν ὡς ἐν τοῖς οὐρασωμάτων νίοις θεωρῶσι γινόμενα. καὶ ὁ μὲν φυσικὸς τὸ ποιὸν μόνον τῆς κινήσεως ἐπισκοπεῖ, ὁ δὲ μαθηματικὸς καὶ τὸ ποσόν. ὥσπερ οὖν καὶ ἐν τοῖς Ἀποδεικτικοῖς δείξας ὅτι ἡ ἀπόδειξις τῶν καθόλου ἐστὶ καὶ οὐδέν ἐστι τῶν μερικῶν ἀποδεικτικόν, ἠπόρησε μήποτε οὖν ἡ ἀστρονομία οὐκ ἔστιν ἀποδεικτική· ὅσα γὰρ περὶ ἐκλείψεως ἡλίου καὶ σελήνης καὶ τῆς τῶν ἄλλων ἀστέρων κινήσεως λέγεται, περὶ μερικῶν τινων λέγεται περὶ ἡλίου ἢ σελήνης ἢ ἄλλου τινὸς τῶν ἀστέρων ἢ τῆσδε τῆς σφαίρας. ἐπιλυόμενος οὖν τὴν ἀπορίαν φησὶν ὅτι, εἰ καὶ περὶ μερικῶν ποιεῖται τοὺς λόγους ὁ ἀστρονόμος, ἀλλ’ οὐχ ὡς περὶ μερικῶν, ἀλλ’ ὡς καθολικῶν τινων τὰ συμβαίνοντα αὐτοῖς ἐξετάζει· δεικνὺς γάρ, φέρε εἰπεῖν, ὅτι ἡ σύνοδος μὲν ἡλίου καὶ σελήνης ποιεῖ ἡλιακὴν ἔκλειψιν, καὶ ἡ τοιάδε αὐτῶν σχέσις σεληνιακήν, οὐχ οὕτω ταῦτα ἀποδείκνυσιν, ὅτι ἐπειδὴ εἷς ἥλιός ἐστιν καὶ μία σελήνη, ταῦτα οὕτω συμβαίνει, ἀλλ’ εἰ καὶ μύριοι ἦσαν ἥλιοι καὶ σελῆναι τοσαῦται, τὰ αὐτὰ ἄν συνέβη. ὥσπερ οὖν ἐν τούτοις περὶ μερικῶν ποιούμενος τὸν λόγον ὁ ἀστρονόμος καὶ ἕνα ἥλιον ἐξετάζων καὶ μίαν σελήνην, οὐχ ὡς περὶ μερικῶν ἀλλ’ ὡς καθολικῶν τινων ποιεῖται τοὺς λόγους, οὕτω κἂν ὡς ἡλιακὴν σφαῖραν ἢ κίνησιν ἐξετάζῃ, οὐχ ἀπλῶς ὡς τῇ ἡλιακῇ οὐσίᾳ ὑπάρ- χουσαν ἐξετάζει, ἀλλ’ ἁπλῶς τοιώσδε κινουμένῃ σφαίρᾳ τὰ συμβαίνοντα ἐξετάζει, χωρίζων τῇ ἐπινοίᾳ τὰ σχήματα καὶ τὰς κινήσεις τῆς οὐσίας. καὶ οὗτοι μέν, φησίν, οὐδὲν ἄτοπον ποιοῦσι χωρίζοντες τῇ ἐπινοίᾳ τὰ πάθη τῶν οὐσιῶν· πεφύκασι γὰρ κατ’ ἐπίνοιαν τοῦ ὑποκειμένου διαιρεῖσθαι. εἰ μὲν γὰρ χωρίζοντες ὑπόστασιν αὐτοῖς ἐδίδοσαν, ψεῦδος ἄν αὐτοῖς καὶ ἀδύνατον ἠκολούθησεν, ἐπειδὴ δὲ τῇ ἐπινοίᾳ μόνον τὴν διάκρισιν αὐτῶν ποιοῦνται πεφυκότων γε τῇ ἐπινοίᾳ χωρίζεσθαι, οὐδὲν ἄτοπον ἕψεται τῇ τοιαύτῃ διακρίσει. οὗτοι μὲν οὖν, φησίν, οὐδὲν ἄτοπον ποιοῦσιν, οἱ δὲ τὰ εἴδη, φησί, χωρίζοντες, ἅπερ οὐδὲ κατ’ ἐπίνοιαν χωρίζεσθαι πέφυκε, καὶ μὴ μόνον τῇ ἐπινοίᾳ χωρίζοντες ἀλλὰ καὶ ὑπόστασιν αὐτοῖς καθ’ αὑτὰ παρέχοντες, οὗτοι μάλιστα ἁμαρτάνουσι τὰ ἀδύνατα ὑποτιθέμενοι· τὰ μὲν γὰρ πάθη οὐδὲν συντελοῦντα εἰς τὸν τῆς οὐσίας λόγον, ἀλλ’ ἴδιον ἔχοντα τὸν τοῦ εἶναι ἑαυτῶν λόγον καὶ χωριζόμενα τῇ ἐπινοίᾳ κατὰ τοῦτο τῶν οὐσιῶν, οὐδὲν ἄτοπον εἰ χωρίζοιτο ὑπὸ τῶν μαθηματικῶν τῇ ἐπινοίᾳ οὐ τῇ ὑποστάσει, στάσει, τὰ μέντοι φυσικὰ εἴδη, οἷον τὸ ἀνθρώπου τὸ ἵππου τὸ λίθου καὶ τῶν λοιπῶν, οὐδὲ κατ’ ἐπίνοιαν τῆς ὑποκειμένης ὕλης χωρισθῆναι δύνανται· ὅταν γὰρ ἐπινοήσω τὸ εἶδος τῆς σαρκός, εὐθὺς μετὰ τῆς τοιᾶσδε κράσεως τῶν στοιχείων ἐπινοῶ τὸ ὑγρὸν αὐτῆς τὸ αἱματῶδες τὸ μαλακόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. δῆλον δέ, φησίν, ἐκ τῶν ὁρισμῶν· σφαιρικοῦ μὲν γὰρ σχήματος ἢ κινήσεως ἢ ἄλλου τινὸς τῶν παθῶν, οἷον καμπυλότητος ἢ εὐθύτητος, τὸν ὁρισμὸν ἀποδιδούς τις οὐδὲν μεμνήσεται τῆς ὕλης, σαρκὸς δὲ ἢ ὀστοῦ ἤ τινος ἄλλου τῶν φυσικῶν εἰ θελήσει τις ἀποδοῦναι τὸν ὁρισμόν, πάντως μεμνήσεται τῆς ὑποκειμένης ὕλης, ὅτι ἢ τοσῆσδε ὑγρότητος ἢ θερμότητος μετέχουσα καὶ μαλακότητος καὶ τῶν τοῖον τῶν, ἅπερ τὴν ὑποκειμένην κρᾶσιν τῶν στοιχείων τῷ εἴδει τῆς σαρκὸς δηλοῖ. εἰ δὲ ἀδύνατον κατ’ ἐπίνοιαν χωρὶς ὕλης λαβεῖν τὰ οὐσιώδη εἴδη, σχολῇ γε δήπου καθ’ ὑπόστασιν αὐτὰ καθ’ αὑτὰ ὑποτίθεσθαι εἶναι. p. 193b24 Καὶ γὰρ ἐπίπεδα καὶ στερεὰ ἔχει τὰ φυσικὰ σώματα καὶ μήκη καὶ στιγμάς, περὶ ὧν σκοπεῖ ὁ μαθηματικός. Ὁ φυσικός, φησί, περὶ τῶν φυσικῶν σωμάτων διαλέγεται, ἐν δὲ τοῖς φυσικοῖς σώμασιν ἐπίπεδα καὶ στερεά εἰσι καὶ γραμμαὶ καὶ σημεῖα, περὶ τούτων δὲ σκοπεῖ καὶ ὁ μαθηματικός· ἐοίκασιν οὖν περὶ τὰ αὐτὰ ἀμφότεραι αἱ ἐπιστῆμαι καταγίνεσθαι. ἔτι δὲ ἡ ἀστρολογία ἑτέρα ἢ μέρος τῆς φυσικῆς. ἀστρολογίαν φησὶν ἣν ἰδίως νῦν ἀστρονομίαν καλοῦμεν· οὐ διεκέκριτο γὰρ παρὰ τοῖς παλαιοῖς τὰ ὀνόματα, ἀλλ’ ἐπὶ τῶν αὐτῶν ἄμφω ἐφέροντο. εἰπὼν δὲ καθόλου περὶ τῆς μαθηματικῆς, εἰδικώτερον ἀστρονομίας ἐμνήσθη, διότι πολλὴ συγγένεια αὐτῇ πρὸς τὴν φυσικήν· οὐ γὰρ παντελῶς ἄνευ ὕλης δοκεῖ τὰ συμβεβηκότα τοῖς οὐρανίοις ἐπισκέπτεσθαι, ὡς ἤδη εἴπομεν. p. 193b26 Εἰ γὰρ τοῦ φυσικοῦ τὸ τί ἐστιν ἥλιος ἢ σελήνη εἰδέναι. τῶν δὲ συμβεβηκότων καθ’ αὑτὰ μηδέν, ἄτοπον. Τὴν δοκοῦσαν τοῖς πολλοῖς διάκρισιν τῶν ἐπιστημῶν τούτων δείκνυσιν οὐκ ἀληθεύουσαν, ἦν δὲ ἡ διάκρισις ὅτι ἡ μὲν φυσικὴ περὶ τῶν οὐσιῶν, ἡ δὲ μαθηματικὴ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων. τὸ οὖν νομίζειν, φησίν, ὅτι οὐδαμῶς φυσικοῦ ἐστι τὸ διαλέγεσθαι περὶ τῶν καθ’ αὑτὰ συμτινὸς] βεβηκότων ταῖς οὐσίαις, πρῶτον μὲν καὶ αὐτόθεν ἄτοπον, εἰ μὴ διαλέξεται περὶ βαρύτητος καὶ κουφότητος ὁ φυσικός, ἢ περὶ ἀπείρου καὶ πεπερασμένου σχημάτων τε τῶν φυσικῶν σωμάτων εἰ γὰρ περὶ μηδενὸς τούτων διαλέξεται. συμβήσεται αὐτῷ περὶ μαθηματικοῦ σώματος εἶναι τὸν λόγον· πῶς δὲ καὶ γνώσεται τὴν ἑκάστου οὐσίαν, καὶ τίνι διενηνόχασιν ἀλλήλων; οὔτε γὰρ ἐπὶ τῶν ἁπλῶν ἱκανὸν εἰς τὸ γνῶναι τὴν ἑκάστου φύσιν τὸ λέ- γειν ἐξ ὕλης καὶ εἴδους αὐτὰ συγκεῖσθαι, οὔτε ἐπὶ τῶν συνθέτων τὸ λέγειν ἀπλῶς ὅτι ἐκ τῶν τεσσάρων στοιχείων συνεστήκασιν), ἄλλως τε καὶ φαίνονται, φησί, πάντες οἱ περὶ φύσεως διαλεγόμενοι καὶ περὶ τοῦ σχήματος τοῦ κόσμου καὶ τῶν καθ’ ἕκαστα πραγματευσάμενοι. ὥστε οὔτε ἐκ τοῦ λόγου οὔτε ἐκ τῆς ἐναργείας εὔλογον τὸ νομίζειν, ὅτι οὐκ ἔστι φυσικοῦ τὸ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων τοῖς φυσικοῖς πράγμασι διαλέγεσθαι, ἀλλὰ περὶ μόνων τῶν οὐσιῶν· οὐκ ἄρα αὕτη διάκρισίς ἐστι τοῦ φυσικοῦ πρὸς τὸν μαθηματικόν. p. 193b31 Περὶ τούτων μὲν οὖν πραγματεύεται καὶ μαθηματικός, ἀλλ’ οὐχ φυσικοῦ σώματος πέρας ἕκαστον. Ἐντεῦθεν αὐτὸς τὴν ἀληθῆ διάκρισιν τῶν ἐπιστημῶν τούτων ἐκτίθεται, ὅτι εἰ καὶ περὶ τῶν αὐτῶν ἀμφότεροι, ἀλλ’ ὁ μὲν φυσικὸς ἐν ὕλῃ θεωρεῖ τὰ τοιαῦτα ὑπάρχοντα, ὁ δὲ μαθηματικὸς χωρίσας αὐτὰ τῶν ὑποκειμένον αὐτὰ καθ’ αὑτὰ ἐπισκέπτεται χωρὶς πάσης οὐσίας, μηδὲν φροντίζων εἴτε ἐκ τῆς αὐτῆς οὐσίας τοῖς γενητοῖς ἡ ὑποκειμένη αὐτοῖς φύσις εἴτε ὁθενδήποτε, καὶ εἴτε φυσικὸν τοῖς ὑποκειμένοις τὸ σχῆμα εἴτε μή. |p. 193b34 Χωριστὰ γὰρ τῇ νοήσει κινήσεως ἐστιν. Οὐδὲν ἀδύνατον, φησί, ποιεῖ ὁ γεωμέτρης χωρίζων τῶν ὑποκειμένων τὰ τοιαῦτα πάθη καὶ σχήματα· πεφύκασι γὰρ κατ’ ἐπίνοιαν χωρίζεσθαι· ὅπερ οὖν αὐτοῖς πεφυκός ἐστι, τοῦτο ποιεῖ. κινήσεως δέ φησιν ἀντὶ τοῦ τῆς φυσικῆς αὐτῶν ὕλης, ἤτοι τοῦ ὑποκειμένου· ἐν τούτῳ γὰρ ἡ αἰτία τῆς κινήσεως. εἴρηται δ’ ἡμῖν πρότερον, ὅπως οὐ μόνον τὸ φυσικὸν σῶμα, ἀλλὰ καὶ ἡ ὕλη δοκεῖ κινήσεως αἰτία εἶναι. p. 193b35 Λανθάνουσι δὲ τοῦτο ποιοῦντες καὶ οἱ τὰς ἰδέας λέγοντες. Ὅπερ οἱ μαθηματικοὶ ποιοῦσι πεφυκὸς γίνεσθαι (τί δὲ ποιοῦσι; τὸ χωρίζειν τὰ πάθη τῶν οὐσιῶν κατ’ ἐπίνοιαν, πεφυκότα οὕτω χωρίζεσθαι), τοῦτο καὶ οἱ τὰς ἰδέας τιθέμενοι ποιοῦσι, λανθάνοντες ἑαυτοὺς ὅτι οὐδαμῶς χωρίζεσθαι πέφυκε τὰ οὐσιώδη εἴδη τοῦ ὑποκειμένου ἑαυτοῖς, ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη· τὸ γὰρ ἧττον ὄντα χωριστὰ ἀντὶ τοῦ οὐδαμῶς ὄντα χωριστά. καὶ ἔτι τὸ ἄτοπον ἐπαύξουσιν ὅτι οὐ μόνον κατ’ ἐπίνοιαν χωρίζουσι τὰ εἴδη, ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη οἱ μαθηματικοί, ἀλλὰ καὶ ὕπαρξιν αὐτοῖς καθ’ αὑτὰ διδόασι τοῖς μηδὲ κατ’ ἐπίνοιαν χωρίζεσθαι πεφυκόσιν. ὅτι δὲ οὐδὲ κατ’ ἐπίνοιαν χωρίζεσθαι πέφυκε τὰ οὐσιώδη εἴδη τοῦ ὑποκειμένου ἑαυτοῖς καὶ τῆς ὕλης ὥσπερ τὰ σχήματα καὶ τὰ πάθη, δῆλον, φησίν, ἐκ τῶν ὁρισμῶν ἑκατέρων· τρίγωνον μὲν γὰρ καὶ κύκλον καὶ σφαῖραν καὶ πάντα τὰ τοιαῦτα δυνατὸν ὁρίσασθαι μὴ ἐπιμνησθέντα ὕλης (κύκλος μὲν γάρ ἐστι σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, ἄρτιον δ’ ἀριθμὸς διαιρούμενος δίχα· καὶ πάντα τὰ τοιαῦτα ἔστιν ὁρίσασθαι μηδαμῶς ὕλης ἐπιμνησθέντα, ὡς δὴ πεφυκότων τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ χωρίζεσθαι, εἰ καὶ μὴ τῇ ὑποστάσει), σάρκα δὲ καὶ ὀστοῦν καὶ νεῦρον καὶ πᾶν εἶδος οὐσιῶδες ἀδύνατον ὁρίσασθαι μὴ ἐπιμνησθέντα τῆς ὅλης τῆς ὑποκειμένης, ὡς δὴ μὴ πεφυκότων μηδὲ τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ χωρίζεσθαι. τῆς γὰρ σαρκὸς ἐχούσης τὸ εἶναι τῷ μαλακὴν φέρε εἰπεῖν καὶ ὑγρὰν εἶναι καὶ ἐνεργείας ἔχειν τοιάσδε ἢ τοιάσδε, πῶς ἐγχωρεῖ τὰ τοιαῦτα πάντα ὕλης χωρίσαντα αὐτὰ καθ᾿ αὑτὰ ἢ φαντασθῆναι ἢ λογισθῆναι ἢ ὁρισμὸν αὐτῶν ἀποδοῦναι; αὐτὸ γὰρ τὸ εἰπεῖν ὑγρὸν καὶ θερμὸν τὴν κρᾶσιν τῶν ὑποκειμένων στοιχείων, ἅπερ ἐστὶ τῆς σαρκὸς ὕλη, εἰπεῖν ἐστιν. οὐ γὰρ ὥσπερ ἐπινοῶ σχῆμα μηδὲν προσεπινοῶν ἐν ποίᾳ ὕλῃ ἐστὶ τὸ τοιοῦτον, οὕτω καὶ σαρκὸς εἶδος ἢ ὀστοῦ δύναμαι ἐπινοῆσαι· εὐθὺς γὰρ τὸ ξηρὸν καὶ λευκὸν τοὐ ὀστοῦ ἐπινοῶ καὶ ὅσα ἄλλα αὐτῷ προσυπάρχει. κἄν ὁρίσασθαι θελήσω τὴν σάρκα, ἐρῶ τυχὸν ὅτι ἐστὶ σῶμα θερμὸν καὶ ὑγρὸν αἱματῶδες μαλακὸν τοιάσδε ἐνεργείας ἔχον, εὐθὺς δὲ τοῦτο εἰπὼν τὴν ὑποκειμένην ὕλην εἴρηκα. ἀλλ᾿ οὐδὲ τῶν ἁπλῶν ἔστι τι ἐπινοῆσαι ἄνευ ὕλης· εὐθὺς γὰρ τῷ ἐπινοῆσαι ὕδωρ, τὸ ὑγρὸν αὐτοῦ τὸ χυτὸν ἐπινοῶ τὸ ψυχρόν, τοῦτο δ᾿ ἐπινοήσας τὸ σύνθετον ἐπενόησα, καὶ οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ χυτόν τι ἐπινοῆσαι ἢ ὑγρόν. πόσον οὖν ἔστιν ἄτοπον τὰ μηδὲ κατ’ ἐπίνοιαν χωρίζεσθαι πεφυκότα καὶ καθ’ ὑπόστασιν χωρίζειν; Τὰ μὲν οὖν παρὰ Ἀριστοτέλους καὶ ἡ τὸ πιθανὸν ἔχουσιν εἴρηται, καὶ ὅτι πρὸς Πλάτωνα αὐτῷ ἡ ἀπότασις δῆλον. ἐγὼ δέ φημι ὅτι εἰ μὲν τοῦτο αὐτῷ ἐνεκάλει τὸ καθ’ ὑπόστασιν χωρίζειν ἰδίᾳ τὰ εἴδη τῶν φυσικῶν, εἶχε τὸ εὔλογον ἡ ἔγκλησις (ἀδύνατον γὰρ τὰ ἐν ὑποκειμένῳ εἶναι ἔχοντα αὐτὰ καθ’ αὑτά ποτε ὑποστῆν· αι), εἰ δὲ τοῦτό φησιν ὅτι ἀδύνατον τῷ λόγῳ ἢ τῇ ἐπινοίᾳ χωρίσαι τῆς ὕλης τὸ εἶδος, οὐκ εὔλογον ἔμοιγε εἶναι δοκεῖ· εἰ γὰρ καὶ δυσφάνταστά εἰσιν αὐτὰ καθ’ αὑτὰ τὰ οὐσιώδη εἴὸη, ἀλλ’ οὖν ὁ λόγος καὶ ταῦτα χωρίζειν πέφυκε. λέγομεν γοῦν ὅτι τὸ εἶδος ἕτερόν ἐστι τῆς ὕλης, καὶ ἡ αὐτὴ μένουσα καὶ μία ὕλη δέχεται ἀνὰ μέρος διάφορα, ὡς δὴ ἑτέρων ὄντων παρ’ αὐτὴν τῶν εἰδῶν. καὶ τί λέγω ἡ ὕλη ; τὸ δεύτερον γοῦν κατ’ αὐτὸν ὑποκείμενον, τοῦτο δ’ ἐστὶ τὸ τριχῇ διαστατόν, ἕτερόν ἐστι σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν πάντων εἰδῶν, ἄποιον ὂν καθ’ αὑτό. πῶς οὖν φησι μηδὲ κατ’ ἐπίνοιαν δύνασθαι χωρίζεσθαι τοῦ ὑποκειμένου τὰ εἴδη ; αὐτὸς γοῦν ἐν τῇ Περὶ γενέσεως φησι τὴν σάρκα καὶ τὸ ὀστοῦν καὶ πάντα τὰ φυσικὰ τριχῶς λέγεσθαι, ποτὲ μὲν ἐπὶ τῆς ὕλης, ποτὲ δὲ ἐπὶ τοῦ εἴδους, ποτὲ δὲ ἐπὶ τοῦ συναμφοτέρου, ὡς δὴ χωρίσας κατ’ ἐπίνοιαν τὰ εἴδη τῆς ὕλης. ὡς γὰρ τοῦτο ποιήσας, οὕτω φησὶ τριχῶς λέγεσθαι τὴν σάρκα καὶ τῶν ἄλλων ἕκαστον· ποτὲ μὲν γὰρ ἐπὶ τῆς ὕλης φέρεσθαι τὸ τῆς σαρκὸς ὄνομα, ποτὲ δὲ ἐπὶ τοῦ εἴδους, ποτὲ δὲ ἐπὶ τοῦ συναμφοτέρου. καὶ αὐτὸς δ’ ἐφεξῆς χωριστὰ εἶναι ειοη τῶν φυσικῶν ὑποτίθεται, περὶ ἃ καὶ καταγίνεσθαί φησι τὸν θεόλογον· ὥστε δόξειεν οὐ καλῶς λέγειν, ὅτι τὰ εἴδη οὐκ τῷ λόγῳ καὶ τῇ ἐπινοίᾳ, εἰ μὴ τὰ εἴδη οὕτω λέγοι ὡς οὐσίας, εἰ δὲ τὰ εἴδη τὰς οὐσίας λέγοι, αἱ δὲ φυσικαὶ οὐσίαι σύνθετοι ἐκ τοῦ ὑποκειμένου καὶ τοῦ εἴδους, ἀδύνατόν ποτε χωρὶς ὕλης τὰς τοιαύτας οὐσίας ἐπινοῆσαι. τοῦτο δὲ δοκοῦσι ποιεῖν οἱ τὰς ἰδέας ὑποτιθέμενοι· λέγουσι γὰο αὐτοάνθρωπον καὶ αὐτότιππον, ἅμα δὲ τῷ ἐπινοῆσαι ἄνθρωπον ἐν ὑποστάσει εἶδος ἐν ὕλῃ ἐνόησα καὶ τὸ ἐξ ἀμφοῖν σύνθετον. ὥστε ἐπειδὴ οἱ τὰς ἰδέας ὑποτιθέμενοι οὐχ ἀπλῶς ἀνθρώπου λόγον ἢ ἵππου λόγον ὑπετίθεντο χωρὶς τῆς ὕλης, ἀλλ’ αὐτοάνθρωπον καὶ αὐτότππον, καλῶς εἴρηκεν ὅτι τὰ τοιαῦτα εἴὸη, τουτέστι τὰς συνθέτους οὐσίας, οὐκ ἔστιν οὐδὲ κατ’ ἐπίνοιαν χωρίσαι τῆς ὕλης, ἀλλὰ κἄν τις ἐπινοῆσαι |ταῦτα θελήσῃ κἄν τε ὁρίσασθαι, εὐθὺς ἀνάγκη καὶ τὴν ὕλην ὑπολαμβάνειν. οὕτως οὖν, ὡς εἶπον, ἀκουστέον αὐτὸν λέγειν εἴδη τὰς οὐσίας, οὐχ ὡς αὐτῷ δοκοῦν τοῦτο, ἀλλ’ ὡς συναγόμενον ἐκ τῶν τὰς ἰδέας ὑποτιθεμένων· λέγοντες γὰρ αὐτοάνθρωπον καὶ αὐτότππον, τί ἄλλο ἢ οὐσίαν ἀνθρώπου καὶ οὐσίαν ἵππου καὶ τῶν λοιπῶν ὑποτίθενται; λέγουσι δὲ τὰς τοιαύτας οὐσίας χωρὶς τῆς ὕλης ἐν ὑποστάσει ἰδίᾳ εἶναι, ἅπερ μηδὲ κατ’ ἐπίνοιαν ἐκ τῆς ὕλης δυνατὸν ἐπινοῆσαι, ὡς εἰρήκαμεν· τὰ ἄρα μηδὲ κατ’ ἐπίνοιαν χωριστὰ τῆς ὕλης καθ’ ὑπόστασιν χωρίζουσι τῆς ὕλης, ὅπερ ἄτοπον. p. 194a4 Ἔτι ἀριθμὸς δὲ ἀριθμὸς καὶ γραμμὴ σχῆμα ἄνευ κινήσεως. Τουτέστιν ἄνευ ὕλης· ἐλέγομεν γὰρ αἰτίαν τῆς κινήσεως τὴν ὕλην εἶναι· διίσταται γὰρ ἐπ’ αὐτῇ τὸ εἶδος ἀδιάστατον ὄν. σὰρξ δὲ καὶ ὀστοῦν καὶ ἄνθρωπος οὐκέτι, ἀλλὰ ταῦτα ὥσπερ σιμὴ ῥίς. οὐχ ὥσπερ ὁριζόμενοι τὸ εὐθὺ ἢ τὸ καμπύλον ἢ τὸν κύκλον οὐ προσχρώμεθα τῇ ὕλῃ, οὕτω καὶ ἐπὶ σαρκὸς καὶ ὁσίου καὶ τῶν λοιπῶν· ἀλλ’ ὥσπερ σιμότητα ὁριζόμενοι παραλαμβάνομεν καὶ τὸ ὑποκείμενον τὴν ῥῖνα (έγομεν ὅτι σιμότης ἐστὶ κοιλότης ἐν ῥινί), οὕτω δὲ καὶ σάρκα ὁριζόμεθα καὶ ὀστοῦν καὶ τὰ λοιπὰ τὸ ὑποκείμενον συμπαραλαμβάνοντες ἐν τῷ ὁρισμῷ. ὥσπερ δ’ εἰ μὴ τὴν σιμότητα, ἀλλ’ ἀπλῶς τὴν κοιλότητα ὁριζόμεθα, οὐ μεμνήμεθα παντελῶς ὕλης, οὕτω καὶ τὰ συμβεβηκότα ὁριζόμενοι οὐ παραληψόμεθα ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον. p. 194 a 7 Δῆλοί δὲ καὶ τὰ φυσικώτερα τῶν μαθημάτων. Ὅτι, φησί. τὰ φυσικὰ εἴδη οὔτε ἐπινοῆσαι οὔτε ὁρίσασθαι ὸυνατὸν ἄνευ ὕλης, δηλοῦσι καὶ τῶν μαθημάτων ὅσα ἐγγύς πώς εἰσι φυσιολογίας, ἀστρονομία λέγω καὶ ὀπτικὴ καὶ ἁρμονική. ἥ τε γὰρ ὀπτικὴ τὰ συμβαίνοντα περὶ τὰς ὄψεις ἐπισκοποῦσα, τάς τε τῶν εὐθειῶν καὶ τῶν ἐξ αὐτῶν συνισταμένων καὶ ἐκπεμπομένων κώνων ἐκπομπὰς καὶ ἀνακλάσεις καὶ γωνίας καὶ ὅσα ἄλλα γεωμετρικῶς ἐπὶ αὐτῶν ἐξετάζει, τῆς γεωμετρίας τὰ τοιαῦτα πάθη χωρὶς ὕλης ἐπινοούσης, ἡ ὀπτικὴ ὑφεστώσας λαμβάνει τὰς τοιαύτας γραμμὰς καὶ τὰ παρακολουθοῦντα αὐταῖς πάθη οὐκ ἄνευ κινήσεως καὶ ὕλης· ὁμοίως καὶ ἀστρονομία τὰ ἐν τῷ οὐρανῷ σχήματα καὶ ἐπὶ τῆς κινήσεως αὐτῶν μαθηματικῶς δείκνυσιν, ἐπειδὴ ἐνεργείᾳ ὑφέστηκότα ταῦτα λαμβάνει, μετὰ τῆς ὕλης αὐτὰ θεωρεῖ πάλιν τὲ αὖ γεωμετρίας καὶ ἀριθμητικῆς ἀπλῶς διπλάσιον ἡμιόλιον καὶ τὰ τοιαῦτα χωριστῶς σκοπούσης, ἐπειδὴ ὁ ἁρμονικὸς ἐνεργείᾳ ὑπάρχοντας τοὺς τοιούτους θεωρεῖ λόγους, οὐδὲ ἐπινοῆσαι αὐτοὺς ἄνευ ὕλης δύναται. εἰ οὖν καὶ ὅσα τῷ λόγῳ χωρίζειν δυνατόν, ὅταν ἐνεργείᾳ ὑφεστηκότα λαμβάνηται, οὐδὲ τῷ λόγῳ χωρίζεται, πόσῳ μᾶλλον τὰ μηδὲ τῇ ἐπινοίᾳ χωρίζεσθαι δυνάμενα οὐκ εὔλογον δήπου τῇ ὑποστάσει χωρίζειν; ταῦτα δέ ἐστι τὰ οὐσιώδη εἴδη. ἀστρολογίαν δὲ κοινότερον οἱ παλαιοὶ ἐκάλουν, ἣν ἡμεῖς νῦν εἰδικώτερον ἀστρονομίαν καλοῦμεν. φυσικώτερα δὲ εἶπε τῶν μαθημάτων ταῦτα, διότι ἅπερ μαθηματικῶς δείκνυται, ταῦτα οὗτοι ὡς ἐν φυσικοῖς θεωροῦσι σωμασιν. p. 194a9 Ἀνάπαλιν γὰρ τρόπον τινὰ ἔχουσι τῇ γεωμετρία. Ὅ φησι διὰ τούτων τοῦτό ἐστιν, ὅτι γεωμετρία μὲν λαβοῦσα ἐκ τῶν φυσικῶν σωμάτων τὰς γραμμάς (πέρατα γὰρ φυσικῶν σωμάτων αἱ οὐχ ὡς περὶ φυσικῶν σωμάτων οὕτως σκοπεῖ περὶ αὐτῶν, ἀλλὰ χωρίσασα αὐτὰς τῷ λόγῳ τῶν φυσικῶν σωμάτων οὕτως σκοπεῖ περὶ αὐτῶν ὡς μαθηματικῶν, οὐχ ὡς φυσικῶν, ἀστρονομία δὲ καὶ ἁρμονικὴ καὶ ὀπτικὴ ἀνάπαλιν ἔχουσι τῇ γεωμετρίᾳ· λαμβάνουσαι γὰρ τὰ ἀποδεδειγμένα τῇ γεωμετρίᾳ οὐκέτι οἷς ἔλαβον μαθηματικοῖς οὖσιν ὡς μαθηματικοῖς κέχρηνται, ἀλλ’ ὡς φυσικοῖς, οὐ χωριστὰ αὐτὰ ἐπινοοῦσαι ἀλλ’ ἐν ὕλῃ. ὥστε εἰ αὗται αἱ ἐπιστῆμαι, ἐπειδὴ τὰ τῇ ἐπινοίᾳ χωριστὰ ὡς ὑφεστηκότα ἔλαβον, εὐθὺς καὶ τὴν ὕλην ἐπενόησαν (ἡ μὲν γὰρ τὰ οὐράνια σώ- ματα, ἡ δὲ τὰς χορδάς, ἡ δὲ τὰς ὄψεις), σχολῇ γε τὰ φυσικὰ εἴδη χωρισθείη σθείη ποτ’ ἄν τῶν ὑποκειμένων, ὅπερ ποιοῦσιν οἱ τὰς ἰδέας ὑποτιθέμενοι. p. 194a12 ἐπειδὴ ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη, ὠς ἄν εἰ περὶ σιμότητος τί ἐστι σκοποῖμεν, οὕτω θεωρητέον. Διακρίνας τὸν μαθηματικὸν τοῦ φυσιολόγου εἰπὼν ὅτι ὁ μὲν μαθηματικὸς ἐπισκέπτεται τὰ ἐν τοῖς φυσικοῖς εἴδη, ἀλλ’ οὐχ ὡς φυσικὰ ἀλλ’ ὡς μαθηματικά, χωρίζων αὐτὰ τῶν ὑποκειμένων, ὁ δὲ φυσικὸς ὡς ἀχώριστα αὐτὰ σκοπεῖ καὶ μετὰ τῆς ὕλης, ἀκολούθως ἐνταῦθα σκοπεῖ πό- τερον φυσικοῦ ἐστι τὸ περὶ ἀμφοτέρων διαλέγεσθαι ἢ οὔ. ἐπεὶ γὰρ καὶ δέδεικται ἔμπροσθεν ὅτι ἡ φύσις καὶ κατὰ τῆς ὕλης λέγεται καὶ κατὰ τοῦ εἴδους, πότερον, φησί, περὶ ἀμφοτέρων ὁ φυσικὸς διαλέξεται, καὶ ἀποδιδοὺς τοὺς ὁρισμοὺς τῶν φυσικῶν πραγμάτων ἐκ θατέρου τὸν ὁρισμὸν ἀποδώσει ἢ ἐξ ἀμφοῖν ; καί φησιν ὅτι τὸ μὲν εἶναι τῶν πραγμάτων χαρακτηρίσει κατὰ τὸ εἶδος καὶ μάλιστα τὸν ὁρισμὸν ἐκ τοῦ ἕδους ἀποδώσει, οὐ παραλείψει δὲ οὐδὲ τὴν ὕλην ἀλλὰ συμπεριλήψεται καὶ ταύτην. ἐζήτησε δὲ τοῦτο αὐτὸ καὶ ἐν |τῇ Περὶ ψυχῆς πραγματείᾳ· τριχῶς γάρ, φησί, τῶν ὁρισμῶν ἀποδιδομένων, ἢ ἐκ τοῦ εἴδους ἢ ἐκ τῆς ὕλης ἢ ἐκ τοῦ συναμφοτέρου (οἶον ὡς ἐπὶ θυμοῦ ἐκ μὲν τῆς ὕλης ὅτι ἐστὶ ζέσις τοῦ περὶ αἵματος, ἐκ δὲ τοῦ εἴδους ὅτι ὄρεξις ἀντιλυπήσεως, ἐκ δὲ τοῦ συναμφοτέρου ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως), τριχῶς οὖν, φησί, λεγομένου τοὐ ὁρισμοῦ, ὁ φυσικὸς οὔτε ἐκ τῆς ὕλης μόνης ὁριεῖται οὔτε ἐκ τοῦ εἴδους μόνου, ἀλλ’ ἐκ τοῦ συναμφοτέρου· ἀλλ’, ὡς εἶπον, τὸ μὲν εἶναι τῶν πραγμάτων ἀποδώσει κατὰ τὸ εἶδος, οὐ παραλείψει δὲ οὐδὲ τὴν ὕλην. ὅσον μὲν γάρ, φησίν, ἐπὶ τῇ τῶν ἀρχαίων φυσιολογίᾳ δόξειεν τοῦ φυσικοῦ εἶναι περὶ τῆς ὕλης μόνον διαλέγεσθαι· γὰρ ὕλης πολὺ ἐφρόντισαν πάντες οἱ παλαιοί, τοῦ δὲ εἴδους οἱ μὲν οὐδένα ἐποιήσαντο λόγον, ὅσοι δὲ καὶ ἐμνήσθησαν εἰδικοῦ αἰτίου ἐπὶ βραχὺ τούτου ἐφρόντισαν, οὗτοι δέ εἰσι Δημόκριτός τε καὶ Ἐμπεδοκλῆς. ὁ μὲν γὰρ Δημόκριτος ὕλην λέγων τὸ ὑποκείμενον ταῖς ἀτόμοις εἰδοποιοὺς αἰτίας ἔλεγε τὰ σχήματα τῶν ἀτόμων· τὰς μὲν γὰρ σφαιρικὰς εἰδοποιεῖν τὸ πῦρ, τὸ δὲ ὕδωρ τυχὸν τὰς κυβικάς, καὶ ἄλλο ὑπ’ ἀλῶν σχημάτων εἰδοποιεῖσθαι. ὁμοίως δὲ καὶ Ἐμπεδοκλῆς τὸ νεῖκος καὶ τὴν φιλίαν εἰδοποιοὺς αἰτίας τῶν ὄντων ἔλεγεν· εἰ γὰρ καὶ ποιητικὰς ἐλάμβανεν αἰτίας τὸ νεῖκος καὶ τὴν φιλίαν, ἀλλ’ οὖν εἰδοποιεῖσθαι δι’ αὐτῶν τόν τε σφαῖρον διὰ τῆς φιλίας καὶ τὸν κόσμον τοῦτον διὰ τοῦ νείκους. ὥστε ποιητικὸν αἴτιον λέγοντες, οὐ πάντῃ τοῦ εἴδους ἠμέλησαν· ποιοῦσι γὰρ ταῦτα οὐ τὴν ὅλην, ἀλλὰ τὰ εἴδη. Ἀναξαγόρου δέ, καίπερ καὶ αὐτοῦ τὸν νοῦν αἰτιασαμένου τῆς εἰδοποιΐας τῶν ὄντων, ὅμως οὐκ ἐμνήσθη, ἴσως διὰ τὰ εἰρημένα περὶ αὐτοῦ ἐν τῷ Φαίδωνι, ὅτι εἰ καὶ ᾐτιάσατο τὸν νοῦν τῆς γενέσεως τοῦ παντός, ἀλλ’ οὖν ἐν τῇ ἀποδόσει τῆς τῶν κατὰ μέρος γενέσεως οὐκέτι τῷ νῷ ἐχρήσατο, ἀλλ’ εἰς ὑλικὰς πάλιν κατέπεσεν αἰτίας· τὰς γὰρ ὁμοιομερείας σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν ᾐτιάσατο, ἅπερ ὡς ὑλικὸν ὑπετίθετο αἴτιον. ὅσον μὲν οὖν ἐπὶ τῇ τῶν ἀρχαίων δόξῃ, περὶ τῆς ὕλης δόξειεν ἂν εἶναι τοῦ φυσικοῦ διαλέγεσθαι, ὅτι δὲ περὶ ἀμφοτέρων δεῖ τὸν φυσικὸν ποιεῖσθαι τοὺς λόγους, δείκνυσι διὰ πλειόνων ἐπιχειρημάτων· καὶ πρῶτόν γε ἐκ τῆς ἀναλογίας τῆς τέχνης πρὸς τὴν φύσιν, ἐπειδὴ καὶ εἰκών ἐστι τῆς φύσεως ἡ τέχνη. εἰ τοίνυν ὁρῶμεν, ὅτι τῆς αὐτῆς τέχνης ἐστὶν εἰδέναι καὶ τὴν ὕλην καὶ τὸ εἶδος (ὁ γὰρ οἰκοδόμος οὐ μόνον τὸ εἶδος τῆς οἶδεν, ἀλλὰ κά τὴν ὕλην τὴν ἐπιτηδείαν εἰς τὸ καταδέξασθαι τὸ τῆς οἰκίας εἶδος, καὶ ὁ τέκτων εἰδὼς τὰ εἴδη τῶν σκευῶν, κλίνης θρόνου καὶ τῶν λοιπῶν, οἶδε καὶ ποία ὕλη πρὸς ποῖον εἶδος ἐπιτηδεία ἐστίν), εἰ τοίνυν τοῦ αὐτοῦ τεχνίτου ἐστὶ καὶ τὸ εἶδος καὶ τὴν ὕλην τὴν οἰκείαν τῷ εἴδει γνῶναι, καὶ τοῦ φυσικοῦ ἄρα τοῦ αὐτοῦ καὶ ἡ τοῦ εἴδους καὶ ἡ τῆς ὕλης [προσήκει] ἐπίσκεψις. Δεύτερον ἐπιχείρημα. τῆς αὐτῆς, φησίν, ἐστὶ τέχνης καὶ τὸ τέλος εἰδέναι δέναι καὶ ὅσα τοῦ τέλους ἕνεκα γίνεται· εἰδὼς γὰρ ὁ οἰκοδόμος ὁποῖόν τί ἐστι τὸ τῆς οἰκίας εἶδος, ὅπερ σκοπὸν τῆς τέχνης καὶ τέλος ποιεῖται, οἶδε καὶ τὴν ὁδὸν δι’ ἧς ἐπὶ τὸ τέλος τοῦτο ἀφίξεται. καὶ ὁ ἰατρὸς εἰδὼς τὴν ὑγείαν, οἶδε καὶ τὴν ὁδὸν τὴν ἐπὶ τὴν ὑγείαν· εἰ γὰρ εἰδείη μὲν ὁ τεχνίτης τὸ τέλος τὴν ὁδὸν δὲ ἀγνοοῖ, οὐδέποτε ἀφίξεται εἰς τὸ τέλος. εἰ δὲ τοῦ αὐτοῦ καὶ τὸ οὗ ἕνεκα (τουτέστι τὸ τέλος) εἰδέναι καὶ τὸ ἕνεκα τούτου (τουτέστι τὴν ὁδὸν τὴν ἐπὶ τὸ τέλος), ἕνεκα δὲ τοῦ εἴδους ἡ ὕλη καὶ ἐπὶ τὸ εἶδος ἡ τῆς ὕλης ἐπιτηδειότης, καὶ ὁ φυσικὸς ἄρα ἀμφότερα εἴσεται καὶ τὸ τέλος καὶ τὸ ἕνεκα τούτου, τοῦτο δέ ἐστιν ἡ ὕλη· ὥστε ἀμφότερα τοῦ φυσικοῦ ἐπισκέψασθαι. ἀλλ’ ἐπειδὴ τὸ τέλος διττόν, τὸ μὲν οὗ τὸ δὲ ᾧ οἷον τὸ μὲν εἶδος τῆς θύρας ὡς οὗ τέλος· τούτου γὰρ ὁ τεχνίτης στοχάζεται, τοῦτο δὲ καὶ σκοπὸν καλοῦσι. τὸ δὲ ᾧ· γίνεται γὰρ ἡ θύρα οὐ δι’ αὐτὸ τοῦτο, ἵνα τοιόνδε τὸ εἶδος γένηται, ἀλλ’ ἵνα ταῖς τοῦ ἀνθρώπου χρείαις ἐπαρκέσῃ, ὥστε τῷ ἀνθρώπῳ τέλει πως ὄντι γίνεται ἡ θύρα, ἵνα φυλάξῃ τὸν οἶκον), καὶ ὁ εἰδὼς οὖν τὸ ὡς οὗ τέλος, τουτέστι τὸ τῆς θύρας εἶδος, οἶδεν εὐθὺς καὶ τὰ ἕνεκα τούτου, τοῦτο δέ ἐστιν ἡ ὕλη, καὶ ὁ τὸ ὡς ᾧ τέλος εἰδὼς (οἶον ὁ ἄνθρωπος ὁ εἰδὼς ὅτι εἰς αὐτοῦ χρείαν γέγονε· τοῦτο γὰρ τελικώτατον τῆς θύρας τέλος ἡ τοῦ ἀνθρώπου χρεία) καὶ ὁ τὸ τοιοῦτον οὖν τέλος εἰδὼς οἶδε καὶ τὰ ἕνεκα τού· του γινόμενα· ὁ γὰρ εἰδὼς ὅτι δεῖ ἀσφαλῶς ἔχειν τὰ σκευάρια, οἶδεν ὅτι πρὸς τὸ τυχεῖν τούτου δεῖ τινος στερεοῦ καὶ ἀντιτύπου σώματος τοῦ εἴργοντος τοὺς ἐπηρεάζειν βουλομένους. ὥστε κἂν διχῶς λέγηται τὸ τέλος, ὁ εἰδὼς ὁποιονοῦν τῶν τελῶν καὶ τὰ πρὸς τὸ τέλος εἴσεται, ὧν ἐστι καὶ ἡ ὕλη· ὥστε καὶ τοῦ φυσικοῦ οὐ μόνον τὰ εἴδη γνῶναι, ἀλλὰ καὶ τὴν ὕλην. Ἑπὶ τούτοις οὖν ὥσπερ ἀπορίαν τινὰ ἐπιφερομένην ἐπιλύεται. ἠπόρησε γὰρ ἄν τις, ὅτι εἰ τοῖς τεχνητοῖς ἀξιοῖς ἐξομοιοῦν τὰ φυσικά, ἐπειδὴ ὁρῶμεν ὅτι αἱ μὲν τῶν τεχνῶν τὴν ὕλην κατασκευάζουσιν, αἱ δὲ τὸ εἶδος ἐπιτιθέασι τῇ ὕλῃ, καὶ ἐπὶ τῶν φυσικῶν ἄρα ἑτέρας ἂν εἴη τὸ γνῶναι τὴν· ὕλην τῶν φυσικῶν ἐπιστήμης, ἑτέρας δὲ τὸ εἶδος. ἡ μὲν γὰρ κυβερνητικὴ οἶδε τὸ εἶδος τὸ πηδαλίου ὁποῖον δεῖ εἶναι, καὶ ἐπιτάττει τῷ ναυπηγῷ ὅτι ῾βούλομαι ὄργανον κατασκευασθῆναί μοι εἰς τὸ περιάγειν τὴν ναῦν, καὶ διὰ τοῦτο δεῖ αὐτὸ τυχὸν κυλινδροειδὲς εἶναι, ἵνα εὐχερῶς περιάγηται, δεῖ δὲ καὶ κάτωθεν εἰ τύχοι πλάτος ἔχειν, ἵνα πλείονι προσπῖπτον ὕδατι τῇ πρὸς αὐτὸ ἀντερείσει ὠθῇ τὴν ναῦν. ᾿τὸ μὲν οὖν εἶδος ἐπιτάττει ὁ κυβερνήτης, τὴν δὲ ὕλην ἐκ ποίων ποτὲ ξύλων εἶναι δεῖ οὐκέτι οἶδεν, ἀλλὰ παραχωρεῖ τὴν ταύτης εἴδησιν τῷ ωαυπηγῷ. ἀλλὰ καὶ ὁ ναυπηγὸς εἰδὼς τὸ εἶδος τὸ τοιόνδε τοῦ πηδαλίου, τὴν ἐργασίαν τῆς ὕλης ἄλλῳ ἐπιτάττει· ἁπλῶς μὲν γὰρ τὴν ὕλην εὐτρεπίζει ἡ δρυτομικὴ τῇ τεκτονικῇ, εὐεργὸν δὲ ταύτην ποιεῖ ἡ πριστική, εἶτα τὸ εἶδος ἐπιτίθησιν ἡ ναυπηγική· καὶ τῷ οἰκοδόμῳ ἄλλη μὲν τέχνη τὴν ὕλην ἁπλῶς εὐτρεπίζει ἡ λατομική, ἄλλη |δὲ εὐεργὸν ποιεῖ, ὡς ἥ τοὺς λίθους ἐπιτηδείους εἰς οἰκοδομίαν παρασκευάζει ἀποξέουσα καὶ εἰς θέσιν εὔθετον παρασκευάζουσα· καὶ ἄλλη μὲν τὸν χαλκὸν προευτρεπίζει, οἷον ἡ περὶ τὴν τοῦ μετάλλου συναγωγὴν ἀσχολουμένη, ἄλλη δὲ εἶδός τι τῷ χαλκῷ ἐπιτίθηησιν, οἷον ἡ χαλκευτική. διὰ τί οὖν μὴ καὶ ἐπὶ τῆς φυσικῆς ἄλλης μέν ἐστι τὸ περὶ τῆς ὅλης διαλέγεσθαι, ἄλλης δὲ τὸ περὶ τοῦ εἴδους; φησὶν οὖν ἐπιλυόμενος τὴν ἀπορίαν, ὅτι ἐπὶ μὲν τῶν τεχνητῶν οὐκ ἐνυπάρχει ἐν αὐτοῖς ἡ ὕλη αὐτῶν, ἀλλ’ ἔξωθεν αὐτὴν παραλαμβάνομεν καὶ ἡμεῖς αὐτὴν ἐπινοοῦμεν· καὶ διὰ τὸ μὴ ἐξισχύειν τὴν φύσιν τὴν ἡμετέραν ἅμα πάντα ποιεῖν, ἄλλη μὲν τέχνη περὶ τὴν ὕλην καταγίνεται ἄλλη δὲ περὶ τὸ εἶδος, ἐπὶ δὲ τῆς φύσεως οὐκ ἔξωθεν χορηγεῖται ἡ ὕλη τῇ φύσει, ἀλλ’ αὐτὴ καὶ τὴν ὕλην ἑαυτῇ εὐτρεπίζει καὶ τὸ εἶδος ἐπιτίθησιν. ὕλην δέ φημι τὴν προσεχῆ· ἡ γὰρ ἀνθρώπου φύσις εἰ καὶ μὴ αὐτὴ τὰ στοιχεῖα ποιεῖ, ἀλλ’ οὖν αὐτὴ κίρνησιν αὐτὰ οὐκ ἔξωθεν λαβοῦσα, ἀλλ’ ἐν ἑαυτῇ ἔχουσα, τοῦτο δέ ἐστιν ἡ προσεχὴς ὕλη τοῦ ζῴου. καὶ τοῦτο ἐπὶ ἑκάστης τῶν κατὰ μέρος φύσεων. εἰ τοίνυν ἡ φύσις καὶ τὸ εἶδος ποιεῖ καὶ τὴν προσεχῆ τοῦ εἴδους ὕλην, καὶ ὁ τὰ εἴδη ἄρα τὰ φυ- σικὰ ἐπισκεπτόμενος ἐπισκέψεται καὶ τὴν ὑποβεβλημένην αὐτοῖς ὕλην· εἰ γὰρ ἐπειδὴ μὴ ποιεῖ ἡ χαλκευτικὴ τέχνη τὴν ὕλην οἷον τὸ μέταλλον αὐτό), ἀλλ’ ἑτέρα ἐστὶν ἡ τοῦτο ἐργαζομένη, διὰ τοῦτο οὐδὲ γινώσκει αὐτὸ ὁ χαλκεὺς (οὐδὲ γὰρ οἶδε τὴν τοῦ μετάλλου φύσιν, ὅπου τε καὶ ὅπως ἀκόλουθον δήπου, ἐπειδὴ ἡ φύσις καὶ τὴν προσεχῆ ἑαυτῇ ὕλην καὶ τὸ εἶδος ποιεῖ, καὶ τὸν φυσικὸν ἀμφότερα εἰδέναι. ὥστε ὁ μὲν ἁπλῶς φυσικὸς τὴν ἁπλῶς ὕλην καὶ τὸ ἀπλῶς εἶδος ἐπισκέψεται, ἐπειδὴ καὶ ἡ ἁπλῶς φύσις τὴν ἁπλῶς ὕλην καὶ τὸ ἀπλῶς εἶδος δημιουργεῖ, ὁ δὲ τὶς φυσικὸς τὴν τινὰ ὕλην καὶ τὸ τὶ εἶδος, ἐπειδὴ καὶ ἡ τὶς φύσις τὸ τὶ εἶδος καὶ τὴν τινὰ ὕλην δημιουργεῖ. Δόξειε δὲ ἄν ἐναντίον εἶναι τοῖς ἄνω εἰρημένοις τὸ νῦν προβληθέν· εἰ γὰρ οὐχ ἡ αὐτὴ τέχνη καὶ τὴν ὕλην καὶ τὸ εἶδος ποιεῖ, πῶς ἄνω ἐλέγομεν ὅτι τῆς αὐτῆς ἐστι τέχνης καὶ τὴν ὕλην καὶ τὸ εἶδος εἰδέναι; ἰδοὺ γοῦν ἡ κυβερνητικὴ τὸ μὲν εἶδος τοῦ πηδαλίου οἶδε, τὴν δὲ ὕλην ἐκ ποίων δεῖ αὐτὸ ξύλων εἶναι οὐκέτι. φημὶ οὖν ὅτι καὶ τὸ πρότερόν ἐστιν ἀληθὲς καὶ τὸ δεύτερον· ἐπειδὴ γὰρ τοῦ αὐτοῦ πλείους εἰσὶν ὗλαι, αἱ μὲν προσε χέστεραι αἱ δὲ πορρώτεραι οἷον τοῦ ἀνθρωπείου σώματος ἔστι μὲν προσεχεστάτη ὕλη τοῦ ὅλου σώματος τὰ ἀνομοιομερῆ, ὡς αὐτός φησιν, ἔστι δὲ πρὸ τούτων ὕλη τὰ ὁμοιομερῆ· ταῦτα γὰρ ἐν ὕλης τάξει ὑπόκεινται τοῖς ὀργανικοῖς· καὶ πρὸ τῶν ὁμοιομερῶν οἱ χυμοί, καὶ πρὸ τῶν χυμῶν τὰ στοιχεῖα, καὶ πρὸ τῶν στοιχείων τὸ τριχῇ διαστατόν, καὶ πρὸ τούτου ἡ πρώτη ὕλη), τὴν μὲν οὖν προσεχεστάτην ὕλην ἀνάγκη πᾶσα ἕκαστον εἰδέναι τεχνίτην (ὅ τε γὰρ τέκτων οἶδε τὴν προσεχεστάτην τῶν σκευῶν καὶ αὐτὸς αὐτὴν δημιουργεῖ ἀποξέων τοιώσδε ἢ τοιώσδε τὰ ξύλα καὶ τέμνων κατὰ μόρια, καὶ τὰ ἄλλα τὰ πρὸς ὑποδοχὴν τοῦ εἴδους εὐτρεπίζων, ἅτινα τὸν αὐτὸν λόγον ἐπέχουσι πρὸς τὸ εἶδος, ὅνπερ τὰ τοῦ ζῴου μόρια πρὸς τὸ τοῦ ζῴου εἶδος· τῇ γὰρ τούτων συνθέσει ἐπιγίνεται τὸ εἶδος. καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν ὁμοίως· καὶ γὰρ ἡ κυβερνητικὴ ὥσπερ οἶδε τὸ τοῦ πηδαλίου εἶδος, οὕτως οἶδε καὶ τὴν ὕλην· οἶδε γὰρ ἁπλῶς ὅτι ἐκ ξύλων δεῖ τοῦτο εἶναι, τὸ δὲ ἐκ ποίων ξύλων τοῦ ναυπηγοῦ ἐστιν εἰδέναι, ἐπειδὴ αὐτοῦ ἐστι καὶ τὸ ἐργάσασθαι τὸ εἶδος· ὡς οὖν τὸ εἶδος ἐργαζόμενος, οἶδε ποία ὕλη δεκτικὴ αὐτοῦ ἐστι), τὴν μὲν οὖν προσεχῆ ἑαυτῷ ὕλην πᾶς τεχνίτης οἶδε, τὴν δὲ πορρωτέρω οὐκ ἐξ ἀνάγκης· διὰ τοῦτο ὁ χαλκεὺς τὴν μὲν φύσιν τοῦ σιδήρου καὶ τοὐ χαλκοῦ οἶδε, καὶ ποῖος χαλκὸς πρὸς ποῖον εἶδος πεποίηται, οὐ μέντοι καὶ ὅπως μεταλλεύεται οἶδεν, ὅπερ ἐστὶ πορρωτέρω ὕλη, ἀλλὰ τοῦτο τῆς περὶ τὸ μέταλλον ἐνεργούσης τέχνης ἐστίν. εἰ τοίνυν πᾶσα τέχνη τὴν μὲν προσεχῆ ὕλην οἶδε, τὴν δὲ πορρωτέρω οὐκέτι, ἀλλ’ ἑτέρας ἐστὶ τὸ ταύτην εἰδέναι, καὶ τὰ πρότερα ἄρα ἀληθῆ ἦν ὅτι τῆς αὐτῆς τέχνης καὶ τὸ εἶδος γνωρίζειν καὶ τὴν ὕλην τὴν προσεχῆ, καὶ τὰ δεύτερα ὅτι ἄλλη περὶ τὸ εἶδος ἐνεργεῖ καὶ ἄλλη περὶ τὴν ὕλην, οὑ τὴν προσεχῆ ἀλλὰ τὴν πόρρω. ὅθεν καὶ αὐτὸς ὁ Ἀριστοτέλης εἰπὼν ὅτι τῆς αὐτῆς ἐστιν ἐπιστήμης εἰδέναι καὶ τὴν ὕλην, ἐπήγαγε μέχρι του· οἶδε γὰρ ὁ ἰατρός, ὅτι ἐκ τῶν τεσσάρων στοιχείων τὰ σώματα καὶ ὅτι ὕλη αὐτῶν ἐστι ταῦτα, οὐ μέντοι ᾗ ἰατρὸς εἴσεται ὅτι οὐκ ἔστι ταῦτα ἡ πρώτη ὕλη, ἀλλ’ ἔστι καὶ πρὸ τούτων ἑτέρα ὕλη τῶν σωμάτων ἡ ἀνείδεος. Μετὰ δὲ τὸ ἀπορῆσαι ταῦτα τίθησι τρίτον ἐπιχείρημα ὁ Ἀριστοτέλης, ὅτι τοῦ αὐτοῦ φυσικοῦ ἀμφότερα γνῶναι. ἡ ὕλη γάρ φησι καὶ τὸ εἶδος τῶν πρός τί ἐστιν (ἡ γὰρ ὕλη εἴδους ἐστὶν ὕλη, καὶ οὐχ ἡ τυχοῦσα τοῦ τυχόντος ἐστὶν εἴδους, ἀλλὰ τὶς ὕλη τινός ἐστιν εἴδους), εἰ δὲ τῶν πρός τι ἡ ὕλη καὶ τὸ εἶδος, ὁ δὲ τὸ ἕτερον τῶν πρός τι εἰδὼς καὶ τὸ λοιπὸν οἶδεν (ἅμα γὰρ τὰ πρός τι γινώσκονται), δῆλον ἄρα ὅτι τοῦ αὐτοῦ φυσικοῦ περὶ τῆς ὕλης καὶ τοῦ εἴδους διαλαβεῖν. ταῦτα εἰπὼν διακρίνει τὸν φυσικὸν καὶ τοῦ θεολόγου, καί φησιν ὅτι ὥσπερ ὁ ἰατρὸς ἐπισκεπτόμενος τὰς ὄψεις καὶ περὶ αὐτῶν ποιούμενος τὸν λόγον, οὐ περὶ πάσης αὐτῶν ἐνεργείας ᾗ ἰατρὸς διαλέξεται, ἀλλ’ αὔταρκες τὸ μαθεῖν ἡγεῖται, ὅτι περύκασι μὲν ὑπὸ τῶν τοιῶνδε χρωμάτων διακρίνεσθαι, συγκρίνεσθαι δὲ ὑπὸ ἄλλων, καὶ εἴ τινα ἄλλην ἐνέργειαν ἔχουσιν ἢ πάθος προσεχὲς τῷ ἰατρῷ, καὶ οὐδὲν ἄλλο περὶ αὐτῶν ἐπισκέψεται (οἷον πῶς πεφύκασιν ἐκ τῶν ἐξιέναι, καὶ τίς ἡ ἐνέργεια αὐτῶν ἡ περὶ τὰ ὁρατά, διὰ τί πόρρωθεν ἐλάττον ὁρῶσι καὶ τὰ καθ’ ὕδατος μείζονα, τίς τε ἡ ἐνέργεια αὐτῶν ἡ περὶ τὰ κάτοπτρα, καὶ πότερον ἀνακλᾶσθαι πεφύκασιν ἢ οὔ, καὶ πρὸς ἴσας γωνίας ἢ οὔ, καὶ ὅσα ἄλλα μυρία οἱ ὀπτικοὶ περὶ αὐτῶν ἐπισκέπτονται), ὁμοίως δὲ καὶ ὁ χαλκεὺς τὰς τοῦ χαλκοῦ ἐνεργείας μέχρι τινὸς ἐπισκέψεται (ὅτι τυχὸν δεῖ εἰς τὴν τῶν κυμβάλων κατασκευὴν τὸν εὔηχον παραλαβεῖν, εὔηχος δὲ ὁ τοιόσδε, καὶ ἐν ἑκάστῳ εἴδει τὸν προσήκοντα· εἰ μέντοι ἔχει τινὰ δύναμιν εἰς θεραπείαν ἢ καιόμενος ἢ ἁπλούμενος, καὶ πόθεν ἔχει τὸ εὔηχον ἐν τῷ μετέχειν πνεύματος, καὶ ὅσα ἁπλῶς μὴ συμβάλλεται πρὸς τὴν ὑποκειμένην αὐτῷ τέχνην, οὐκ ἐπισκέψεται), οὕτως οὖν, φησί, καὶ ὁ φυσικὸς ἀποδιδοὺς τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων, ταύτας ἀποδώσει ἃς φυσικῷ ἀποδιδόναι οἰκεῖον. αὗται δέ εἰσιν ὅσαι μὴ ἄνευ τῆς ὕλης. κἄν γὰρ μὴ μόνον προσεχῆ αἴτια ἀποδιδῷ, ἀλλὰ καὶ πρῶτα καὶ ἐξῃρημένα τῶν γινομένων, ἀλλ’ οὖν οὐδὲ ταῦτα ἄνευ ὕλης· ἀποδώσει γὰρ τυχὸν οὐ μόνον τὸν πατέρα αἴτιον τῆς τοῦ ἀνθρώπου γενέσεως καὶ τὴν ἐν αὐτῷ φύσιν, ἀλλὰ καὶ τὴν τοῦ ἡλίου περιφοράν (καὶ ὁ ἥλιος δῆλον οὐκ ἔστι χωριστὸν ὕλης πρᾶγμα, ἀλλ’ ἐν ὕλη τὸ εἶναι ἔχον), εἰ δέ τινά εἰσιν ἕτερα χωριστὰ ὕλης αἴτια τῶν φυσικῶν εἴτε εἰδικὰ εἴτε ποιητικὰ εἴτε τελικά, τίνα τε ταῦτά ἐστι καὶ πόσα καὶ ὅπως ἔχουσι πρὸς ἄλληλα, οὐκέτι φυσικοῦ ἀλλὰ θεολόγου ἐστὶν ἐπισκέψασθαι. ταύτῃ οὖν ὁ θεόλογος τοῦ φυσικοῦ διαφέρει, τῷ τὸν θεόλογον περὶ τῶν παντάπασι χωριστῶν τῆς ὕλης εἰδῶν διαλέγεσθαι, τοῦ φυσικοῦ περὶ μόνων τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαλεγομένου. Ἐπεὶ δὲ ἡ φύσις διχῶς, τό τε εἶδος καὶ ἡ ὕλη. τὸ ἔτερον σημαινόμενον παρῆκε τὸ κατὰ γένεσιν, ἐπειδὴ ἐκείνη ὁδός ἐστι καὶ μεταβολὴ ἐπὶ τὴν φύσιν παρωνύμως ἀπ’ αὐτῆς κληθεῖσα, ὡς ἀπὸ τῆς λευκότητος ἡ λεύκανσις. ἐπεὶ οὖν διχῶς, φησίν, ἡ φύσις, οὕτως ὁριεῖται τὰ φυσικὰ ὁ φυσικός, ὥσπερ ὁρίζεται τὸ σιμόν, τὸν ὁρισμὸν μὲν καὶ τὸ εἶναι τῇ σιμότητι κατὰ τὴν κοιλότητα ἀποδιδούς, μεμνημένος δὲ καὶ τοῦ ὑποκειμένου τῆς ῥινός· λέγομεν γὰρ ὅτι κοιλότης ἐν ῥινί. ὥστε οὐ κατὰ τὴν ὕλην τὸ εἶναι τῶν φυσικῶν ἀποδώσει ἀλλὰ κατὰ τὸ εἶδος, ὥσπερ καὶ τῇ σιμότητι τὸ εἶναι κατὰ τὴν κοιλότητα, οὔτε ἀμνημονήσει τῆς ὕλης, ὡς οὐδὲ ἐνταῦθα τῆς ῥινός. p. 194a15 Καὶ γὰρ δὴ καὶ περὶ τούτου ἀπορήσειεν ἄν τις. Ἐπειδὴ εἶπεν ὅτ’ περὶ ἀμφοτέρων ὁ φυσικὸς διαλέξεται, βούλεται δεῖξαι ὅτι ἀναγκαίως τὸν περὶ τούτου προχειρίζεται λόγον ἔχοντα ἀπορίας εὐλόγουυς. τὸ δὲ ἢ περὶ τοὺ ἐξ ἀμφοῖν ἐν ἐπικρίσει ἐπήγαγεν, ἀντὶ τοῦ ἢ δηλονότι περὶ τοῦ ἐξ ἀμφοῖν. εἰ δὲ περὶ τοῦ ἐξ ἀμφοῖν ὁ φυσικὸς διαλέξεται, δῆλον ὅτι καὶ περὶ ἑκατέρας τῶν ἁπλῶν· καὶ εἰ περὶ ἑκατέρας διαλέξεται ὁ φυσικός, ἆρα εἷς καὶ ὁ αὐτὸς φυσικὸς περὶ ἀμφοτέρων διαλέξεται, ἢ ἄλλος μὲν περὶ τῆς ὕλης ἄλλος δὲ περὶ τοῦ εἴδους; p. 194a18 εἰς μὲν γὰρ τοὺς ἀρχαίους ἀποβλέψαντι δόξειεν ἂν εἰναι τῆς ὕλης. Ὅσον, φησίν, ἐπὶ τοῖς ἀρχαίοις φυσικοῖς δόξειεν ἄν εἷναι τῆς φυσικῆς ἐπιστήμης τὸ περὶ τῆς ὕλης διαλέγεσθαι· ἐκεῖνοι γὰρ ταύτης μὲν πολὺν ἐποιήσαντο λόγον, τοῦ δὲ εἴδους ἡ οὐδένα ἡ ἐπὶ βραχὺ ἐφρόντισαν. p. 194a21 Εἰ δὲ ἡ τἐχνη μιμεῖται τὴν φύσιν. Ἔνθεν τὸ πρῶτον ἐπιχείρημα ἐκ τῆς ὁμοιότητος τῆς τέχνης πρὸς τὴν φύσιν. καλῶς δὲ προσέθηκεν ὅτι οἶδεν ὁ τεχνίτης τὴν ὕλην οὐχ ἁπλῶς, ἀλλὰ μέχρι του· ὁ γὰρ ἰατρὸς μέχρι τῶν στοιχείων ἀνελθὼν καὶ ταῦτα λέγων ὕλην εἷναι τῶν σωμάτων, οὐκέτι περαιτέρω χωρεῖ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. p. 194a27 Ἔτι οὗ ἕνεκα καὶ τὸ τέλος τῆς αὐτῆς, καὶ ὅσα τούτων ἕνεκα. Τὸ δεύτερον ἐπιχείρημα. τὸ δὲ οὗ ἕνεκα καὶ τὸ τέλος ἐκ παραλλήλου ἀντὶ τοῦ ῾τὸ οὗ ἕνεκα, ὅπερ ἐστὶ τέλος’. οὗ δὲ ἕνεκά ἐστιν ἐν τοῖς φυσικοῖς τὸ εἶδος· τούτου γὰρ ἕνεκεν πάντα πράττει ἡ φύσις, ἐξ ἀρχῆς μὲν ἵνα γεννήσῃ μετὰ ταῦτα δὲ ἵνα φυλάξῃ, ἕνεκα δὲ τοῦ τέλους ἐστὶν ὕλη ὄργανα καὶ εἴ τι παραπλήσιον. ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι τἐλος, τοῦτο ἔσχατον καὶ τὸ οὗ ἕνεκα. μικρὸν δεῖ τὴν λέξιν μεταρρυθμίσαι ῾ὧν γὰρ συνεχοῦς τῆς κινήσεως οὔσης ἔστι τι ἔσχατον, τοῦτο τέλος καὶ τὸ οὗ ἕνεκα’. ὁ δὲ νοῦς τῶν προκειμένων οὗτος· ἐπειδὴ εἶπε τὸ οὗ ἕνεκα τέλος, αὐτὸ τοῦτο προέθετο δεῖξαι. ὅταν οὖν, φησί, κινούμενόν τι συνεχῶς εἶτα ἀφικόμενον εἴς τι ἔσχατον παύσηται τῆς εἰς τὸ πρόσθεν ὁδοῦ, τοῦτο τῆς κινήσεως τέλος ἐστί, καὶ τούτου ἕνεκεν ἡ κίνησις γέγονεν. ὥστε τό τε οὗ ἕνεκα τέλος, καὶ τὸ τέλος οὗ ἕνεκα. νόει δέ μοι τὴν κίνησιν ἀνεμποδίστως προϊοῦσαν καὶ περατουμένην καθ’ αὑτὴν οὐδεμιᾶς ἔξωθεν αἰτίας τινὸς αὐτὴν ἐπισχούσης· εἰ γὰρ διακοπείη, οὐκ ἔστι τέλος τῆς κινήσεως ἡ στάσις ἐκείνη καθ’ ἣν διεκόπη. οἷόν τι λέγω· εἰ ἐπιθήσει φάρμακον ἰατρός, εἶτα μεταξὺ ἐμπόδιόν τι γένηται καὶ χεῖρον σχοίη τὸ πάθος, εἶτα πάλιν ἐπιθεὶς ἕτερον φάρμακον ὑγιάσει, τὸ τέλος τούτου, τὴν ὑγείαν λέγω, οὐκ ἐρεῖς τέλος εἶναι, οὐδὲ οὗ ἕνεκα τῆς προτέρας κινήσεως. ἀλλ’ οὐδὲ τὴν χείρονα διάθεσιν τέλος εἶναι τῆς προτέ- ρας κινήσεως τοῦ φαρμάκου · οὔτε γὰρ σκοπὸν τοῦτο εἶχεν, οὔτε ἐξ αὐτοῦ, ἔκ τινος δὲ συμπτώματος ἔξωθεν ἡ χείρων διάθεσις γέγονεν. ὅταν οὖν ἀδιάκοπος γένηται ἡ κίνησις ἡ ἐπὶ τὴν ὑγείαν, τὸ τέλος τῆς κινήσεως ταύτης καὶ εἰς ὃ ἔσχατον ἀπεπαύσατο τοῦτό ἐστι τὸ οὗ ἕνεκα ἡ κίνησις πᾶσα γέγονε, τοῦτο δέ ἐστιν ἡ ὑγίεια· εἰ γὰρ μὴ διακοπῇ, ἡ τοῦ ἰατροῦ ἐνέργεια οὐχ ἵσταται μέχρις ἄν εἰς τὴν ὑγίειαν φθάσῃ. ἐπεὶ οὖν καὶ τῆς κινήσεως τῆς κατὰ τὴν γένεσιν, εἰ μή τις ἐμποδίσοι, τέλος ἐστὶ τὸ εἶδος εἰς ὃ ἄγει, τοῦτο ἄν εἴη καὶ οὗ ἕνεκα. p. 194a 30 Διὸ καὶ ὁ ποιητὴς γελοίως προήχθη εἰπεῖν “ἔχει τελευτήν, ἧσπερ οὕνεκ’ ἐγένετο”. Ποιητὴν τὸν Εὐριπίδην λέγει. ὅτι, φησί, καλῶς ὡρισάμεθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα ῾τὸ ἔσχατον τῆς συνεχοῦς καὶ ἀδιακόπου κινήσεως᾿ ,πιστοῦται καὶ Εὐριπίδης ἐκ κοινῆς μὲν ἐννοίας τοῦτο λαβὼν ὅτι τῆς συνεχοῦς κινήσεως τὸ ἔσχατον τέλος οὗ ἕνεκά ἐστι, γελοίως δὲ τὴν κοινὴν ταύτην ἔννοιαν καὶ καθολικὴν ἐφαρμόσας τοῖς κατὰ μέρος. ἐπεὶ γὰρ συνεχοῦς τινος τῆς ζωῆς τέλος ἐστὶν ὁ θάνατος, ἐνόμισε τοῦτο τέλος καὶ οὗ ἕνεκα εἶναι· ὅθεν ἐπειδὴ τὰ πρὸ τοῦ τέλους πρὸς τὸ τέλος ἀναφέρεται πάντα, ὑπενόησε διὰ τοῦτο γίνεσθαι τὸν ἄνθρωπον ἵνα ἀποθάνῃ. τὸ δέ, φησίν, οὐχ οὕτως ἔχει· οὐ γὰρ πὰν ἁπλῶς τέλος καὶ οὗ ἕνεκά ἐστιν, ἀλλὰ τὸ μὲν οὗ ἕνεκα πᾶν τέλος, τὸ δὲ τέλος οὐ πάντως οὗ ἕνεκα, ἀλλὰ τὸ βέλτιστον τέλος τοῦτο οὗ ἕνεκα· βέλτιον δὲ τὸ εἶναι τοῦ μὴ εἶναι· οὐκ ἄρα οὗ ἕνεκα ὁ θάνατος. ἀλλ’ οὐδὲ συνεχοῦς τῆς ἀπὸ τῆς γενέσεως κινήσεως ἔσχατόν τι καὶ τέλος ἐστὶν ὁ θάνατος· κινεῖται γὰρ ἡ φύσις ἕως τῆς τελείας ἀκμῆς τοῦ ζῴου, καὶ ἀγαγοῦσα εἰς τὸ τέλειον ἵστησι. τοῦτο οὖν τέλος τῆς συνεχοῦς κατὰ τὴν γένεσιν κινήσεως· τὸ δὲ μετὰ τοῦτο, ἐπειδὴ μὴ πέφυκε στέγειν διόλου τὸ εἶδος ἡ ὕλη, ἐπὶ τὸ ἀσθενέστερον χωρεῖ τὸ ζῷον οὐχ ὑπὸ τῆς φύσεως, ἀλλ’ ὅτι ἐξ ἐναντίων συνέστηκε τὸ ζῷον, τῆς φύσεως μηκέτι ἐξισχούσης εἰς ἁρμονίαν ἀγαγεῖν τὰ ἐναντία ἐπικρατέστερον γίνεται θάτερον, καὶ οὕτω κατὰ μικρὸν τῆς ἁρμονίας διαλυομένης τὸν θάνατον συμβαίνει γίνεσθαι. βούλεται γὰρ οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον. βούλεται οὐχ ὁ ποιητής, ἀλλ’ ἡ τῶν πραγμάτων φύσις. ἐπεὶ οὖν τὸ βέλτιστον τοῦτο τέλος καὶ οὗ ἕνεκα, καὶ τῆς γενέσεως ἄρα τὸ βέλτιστον τέλος. βέλτιστον δὲ ἡ ἀκμή· ἐν αὐτῇ γὰρ γενόμενον τὸ ζῷον πάσας ἐνεργεῖ τὰς φυσικὰς ἐνεργείας, καὶ μάλιστα τὰς γεννητικάς, ὅπερ καὶ κυρίως τέλος τῆς φύσεως τὸ ἀγαγεῖν εἰς τοῦτο τὸ ζῷον, ὥστε γεννῆσαι ἕτερον οἷον αὐτό· ἐπεὶ γὰρ πάντα τοῦ ἀγαθοῦ ἐφίεται, ἀγαθὸν δὲ ἑκάστῳ τὸ εἶναι, ὅσα μὴ ἠδυνήθη κατ’ ἀριθμὸν μεῖναι τὰ αὐτά, ἠγάπησε τὴν κατ’ εἶδος ἀιδιότητα. ἐπεὶ οὖν τοῦτό ἐστι τὸ βέλτιστον, μέχρι τοσούτου κινεῖ ἡ φύσις τὸ ζῷον κατὰ συνέχειαν, μέχρις ἄν εἰς τοῦτο ἀγάγῃ, ὥστε τὰς τοιαύτας ἐνεργεῖν ἐνεργείας, τὸ δὲ ἐντεῦθεν λοιπὸν παύεται μὲν ἡ προτέρα κίνησις ἅτε τοῦ σκοποῦ τυχοῦσα, ἀρχὴν δὲ λαμβάνει ἡ παρὰ φύσιν καὶ ἐπὶ φθοράν, καθ’ ὃν εἴπομεν τρόπον. p. 194a33 Ἐπεὶ καὶ ποιοῦσιν αἱ τέχναι ὕλην αἱ μὲν ἀπλῶς αἱ δὲ εὐεργόν, καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπάρχοντων. Μεταξὺ τῆς συντάξεως τῶν παρόντων χωρίων πολλὰ παρεμβαλὼν ἀσαφεστάτην ἐποίησε τὴν λέξιν. δεῖ οὖν, ἵνα ἡ συνέχεια τῶν ῥητῶν φυλαχθείη, ὑπερβιβάσαι ἡμᾶς τὰς λέξεις, καὶ ἑκάστῳ τόπῳ τὸ οἰκεῖον ἀποδοῦναι. τὸ μὲν οὖν καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων τοῖς ἀνωτέρω συντακτέον οὕτως· ἔτι τὸ οὗ ἕνεκα καὶ τὸ τέλος τῆς αὐτῆς, καὶ ὅσα τούτων ἕνεκα· ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνεκα”, εἶτα σύναψον· καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων μέχρι τοῦ εἴρηται δὲ ἐν τοῖς Περὶ φιλοσοφίας. ἡ μὲν οὖν σύνταξις τούτου τοῦ χωρίου αὕτη, ὁ δὲ νοῦς· ἐπεὶ διττὸν τὸ τέλος τό τε οὗ καὶ τὸ ᾧ, εἰτὼν τὸ τέλος τὸ ὡς οὗ διὰ τοῦ εἰπεῖν “ἡ δὲ φύσις τέλος καὶ οὗ ἕνεκα” προσέθηκε καὶ τὸ ἕτερον τοῦ τέλους σημαινόμενον, λέγω δὴ τὸ ᾧ, διὰ τοῦ εἰπεῖν καὶ χρώμεθα ὡς ἡμῶν ἕνεκα πάντων ὑπαρχόντων. ὅθεν σαφέστερον ποιῶν ἐπήγαγεν ἐσμὲν γάρ πως καὶ ἡμεῖς τέλος· διχῶς γὰρ τὸ οὗ ἕνεκα. εἰρῆσθαι δέ φησι τὴν διαίρεσιν ταύτην τοῦ οὗ ἕνεκα καὶ ἐν τοῖς Περὶ φιλοσοφίας, λέγει δὲ τοῖς Ἠθικοῖς, ἅπερ Περὶ φιλοσοφίας ἐκάλεσε, διότι τὸ φιλόσοφον ἦθος δι’ αὐτῶν παραδίδοται. αὕτη μὲν οὖν ἡ σύνταξις, τὰ δὲ μεταξὺ τὰ μέν ἐστι πρὸς κατασκευὴν τοῦ ὅτι τὸ οὗ ἕνεκα τέλος, τὰ δὲ πρὸς ἔλεγχον τοῦ Εὐριπίδου. τῷ δὲ ἐπεὶ καὶ ποιοῦσιν σιν αἱ τἐχναι τὴν ὕλην αἱ μὲν απλῶς αἱ δὲ εὐεργὸν συναπτέον τὸ δύο δὲ καὶ αἱ ἄρχουσαι τῆς ὕλης καὶ γνωρίζουσαι τέχναι καὶ τὰ ἑξῆς. ἔστι δὲ ἐντεῦθεν ἡ ἀπορία ἣν εἴπομεν, ὅτι μήποτε ὥσπερ τῶν τεχνῶν αἱ μὲν περὶ τὴν ὕλην καταγίνονται αἱ δὲ περὶ τὸ εἶδος, οὕτω καὶ ἐπὶ τῆς φυσικῆς ἐπιστήμης ἔχει, καὶ ἄλλη μὲν ἡ τοὐ εἴδους γνωριστικὴ ἄλλη δὲ ἡ τῆς ὕλης. καὶ ὅτι ὡς ἀπορίαν προφέρει ταῦτα, δείκνυσιν ἐφεξῆς ὥσπερ λύσιν ἀπορίας ἐπενεγκὼν ἐν οἷς φησιν “ἐν μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοῦ ἔργου ἕνεκα’’, τὴν αἰτίαν τῆς διαφορᾶς λέγων τοῦ τὴν μὲν τέχνην μὴ πάντως τὴν αὐτὴν περὶ ἀμφότερα καταγίνεσθαι, τὴν δὲ φύσιν περὶ ἀμσότερα. ἔστιν οὖν ἡ ὅλη τοὐ ῥητοῦ διάνοια τοιαύτη· τῶν τεχνῶν αἱ μὲν ποιοῦσι τὴν ὕλην, αἰ δὲ ἄρχουσιν αὐτῆς· καὶ τῶν τὴν ὕλην ποιούντων ἡ μὲν ἀπλῶς ὕλην ποιεῖ, ὡς ἡ δρυτομική, ἡ δὲ εὐεργόν· καὶ τῶν ἀρχουσῶν τῆς ὕλης (ἄρχουσι δὲ τῆς ὕλης ὅσαι περὶ τὸ εἶδος καταγίνονται τέχναι · ἐπιτάττει γὰρ ὁ ναυπηγὸς τῷ δρυτόμῳ ὁποῖα ξύλα αὐτῷ εὐτρεπίσει, καὶ τῷ πρίστῃ εὐερ|γὰ αὐτῷ ταῦτα ποιῆσαι καὶ ᾗ εὐεργά), τῶν ἀρχουσῶν οὖν τῆς ὕλης, αἵ τινες καὶ ἀρχιτεκτονικαὶ καλοῦνται, ἡ μὲν τὸ εἶδος ἐπιτίθησιν ἡ ναυπηγική, ἡ δὲ χρῆται αὐτῷ ἡ κυβερνητική. καλῶς δὲ εἴπομεν καὶ τὴν κυβερνητικὴν ἀρχιτεκτονικήν. καὶ γὰρ μᾶλλον ἀρχιτεκτονικὴ αὕτη τῆς ναυπηγικῆς· αὐτὴ γὰρ τῇ ναυπηγικῇ ἐπιτάττει, ὁποῖον δεῖ αὐτὴν ποιῆσαι τὸ τοῦ πηδαλίου εἶδος. διαφέρουσι δὲ ἀλλήλων αἱ περὶ τὸ εἶδος αὐτὸ καταγινόμεναι τέχναι, αἵ τινες καὶ ἀρχιτεκτονικαί εἰσ. ι, τῷ τὴν μὲν ποιητικὴν εἶναι εἴὸους τὴν ναυπηγικήν, τὴν δὲ γνωστικὴν μόνον οὐ ποιητικήν, καὶ τὴν μὲν κεχρῆσθαι αὐτῷ τὴν δὲ μή. ὥστε τέσσαρές εἰσι περὶ τὸ αὐτὸ καταγινόμεναι, ὧν αἱ μὲν δύο περὶ τὴν ὕλην καταγίνονται, αἱ δὲ δύο περὶ τὸ εἶδος. ἐπεὶ οὖν ταῦτα εἰπὼν οὐ προσέθηκε τὸ λοιπὸν τῇ ἀπορίᾳ, τοῦτο δὲ ἦν ὅτι μήποτε οὖν καὶ ἐπὶ τῶν φυσικῶν οὐ τῆς αὐτῆς ἐστι φυσικῆς ἐπιστήμης περὶ τὴν ὕλην καὶ τὸ εἶδος καταγίνεσθαι, ἄλλα ἄλλης μὲν περὶ τὸ εἶδος ἄλλης δὲ περὶ τὴν ὕλην, διὰ τοῦτο ἀσάφειαν ἐνεποίησεν, ὅτι ἀπορίας ἕνεκεν ταῦτα ἐξέθετο, ἀλλὰ τῷ τὴν ἐπίλσιν ἐπαγαγεῖν, ὥσπερ εἴρηται, δήλην ἐποίησε τὴν ἑαυτοῦ διάνοιαν. εἰπὼν δὲ ὅτι καὶ ἡ κυβερνητικὴ ἀρχική ἐστι, μετά τινος προσδιορισμοῦ τοῦτο εἶπεν, εἰπὼν ἀρχιτεκτονική πως. προσέθηκε δὲ τό πως, διὰ τὸ μὴ τεκταίνεσθαι τὴν κυβερνητικήν · ἄρχει μὲν γὰρ μᾶλλον τῆς ναυπηγικῆς, οὐ τεκταίνεται δέ. πρὸς τὸ τεκταίνεσθαι οὖν τό πως, οὐ πρὸς τὸ ἄρχειν. p. 194b5 Ὁ μὲν γὰρ κυβερνήτης ποῖόν τι τὸ τἶδος τοῦ πηδαλίου γνωρίζει καὶ ἐπιτάττει, ὁ δ’ ἐκ ποίων ξύλων καὶ ποίων κινήσεων ἔσται. Ἀμφότεραι μὲν οὖν περὶ τὸ εἶδος καταγίνονται, οὐκ ἀγνοοῦσι δὲ οὐδὲ τὴν ὕλην, ἀλλ’ ἡ μὲν κυβερνητικὴ μᾶλλον οἶδε τῆς ὕλης τὸ εἶδος καὶ ἐπιτάττει τοῦτο τῷ ναυπηγῷ, ἡ δὲ ναυπηγικὴ μανθάνει μὲν παρὰ τοῦ κυβερνήτου τὸ εἶδος, οἴκοθεν δὲ τὴν ὕλην ἐπινοεῖ. ἀντιλαμβάνουσιν οὖν παρ’ ἀλλήλων ἡ. μὲν ναυπηγικὴ παρὰ τῆς κυβερνητικῆς τὸ εἶδος, ἡ δὲ κυβερνητικὴ παρὰ τῆς ναυπηγικῆς τὴν ὕλην. τὸ δὲ ἐκ ποίων κινήσεων ἀντὶ τοῦ ἐκ ποίων φυσικῶν ῥοπῶν καὶ δυνάμεων· οὐ γὰρ τὸ τυχὸν ξύλον εἰς τὴν κατασκευὴν τοῦ πλοίου ἢ τοῦ πηδαλίου παραλήψεται. p. 194b7 ’Ev μὲν οὖν τοῖς κατὰ τέχνην ἡμεῖς ποιοῦμεν τὴν ὕλην τοὐ ἔργου ἕνεκα, ἐν δετοῖς φυσικοῖς ὑπάρχει οὖσα. Ἡ ἐπίλυσις τῆς ἀπορίας, ὅτι ἐν μὲν τοῖς κατὰ τέχνην ἔξωθεν ὁ τεχνίτης παραλαβὼν τὴν ὕλην, οὕτως αὐτῇ τὸ εἶδος ἐπιτίθησι, καὶ διὰ τοῦτο ἄλλης τέχνης ἐστὶ τὴν ὕλην καὶ ἄλλης τὸ εἶδος εἰδέναι, ἐν δὲ τοῖς φυσικοῖς οὐκ ἔξωθεν τῇ φύσει ἡ ὕλη δίδοται, ἀλλ’ ἐν αὐτῇ ὑπάρχει καὶ ὑπ’ αὐτῆς δημιουργεῖται εἰ δὲ τοῦτο, ὁ ἄρα τῆς τοιαύτης φύσεως ἐν ἐπιστήμῃ γενόμενος καὶ τὸ εἶδος εἴσεται καὶ τὴν ὕλην· ἀμφοτέρων γὰρ ἡ φύσις ἐργάτις, καὶ οὐκ ἐγχωρεῖ μὴ ἄμφω ἐγνωκότα ἐν ἐπιστήμῃ τῆς φύσεως γενέσθαι, εἴ γε ἀμφοτέρων ἐργάτις ἡ φύσις. p. 194b8 Ἔτι τῶν πρός τι ἡ ὕλη. Τὸ τρίτον ἐπιχείρημα, ὅτι ἀμφότερα τοῦ φυσικοῦ γνῶναι. p. 194b9 Μέχρι δὴ πόσου δεῖ τὸν φυσικὸν εἰδέναι τὸ εἶδος; Ἐντεδθεν διακρίνει τοῦ θεολόγου τὸν φυσικόν. περὶ μὲν οὖν τῆς ὕλης, φησίν, οὕτως ὁ φυσικὸς ἐπισκέψεται ὡς εἰρήκαμεν, τὸ δὲ εἶδος μέχρι πόσου ἐπισκέψεται; τουτέστιν, ἐπειδὴ τοῦ αὐτοῦ πράγματος ἔστι λαβεῖν πλείονα εἴδη ἔστι γὰρ τοῦ Σωκράτους, ὡς ἀνθρώπου, εἶδος καὶ τὸ ζῷον λογικὸν θνητὸν καὶ πρὸ τούτου οὐσία ἔμψυχος αἰσθητική· εἰσὶ δέ τινα καὶ χωριστὰ εἴδη τῶν φυσικῶν, εἴτε οἱ ἀριθμοὶ κατὰ τοὺς Πυθαγορείους εἴτε τὰ πρὸ τῶν πολλῶν, καὶ τούτων εἴτε κτὰ Πλάτωνα τὰ αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα, λέγω δὴ τὸ αὐτοάνθρωπος καὶ αὐτοζῷον, εἴτε τοὺς λόγους τῶν πραγμάτων τοὺς ἐν τῷ δημιουργῷ), ἆρα, φησί, περὶ παντὸς εἴδους ἀπλῶς ὁ φυσικὸς διαλέξεται, ἢ μέχρι τινὸς προάξει τὴν διδασκαλίαν; φησὶν οὖν ὅτι οὐκ ἔστι φυσικοῦ περὶ παντὸς εἴδους διαλεχθῆναι, ἀλλὰ μέχρι τινὸς προκόψει ὁ φυσικός· καὶ ὥσπερ ὁ χαλκεὺς οὐ πάσας τὰς τοῦ χαλκοῦ ἐπισκέψεται ἐνεργείας, φέρε εἰπεῖν εἴ τι πρὸς ἰατρικὴν συμβάλλεται, ἀλλ’ ὅτι τυχὸν τηκτός ἐστι καὶ ἐλατός, καὶ ὅσα πρὸς τὰ ὑποβεβλημένα. αὐτῷ συντελεῖ πράγματα · καὶ ὁ ἰατρὸς περὶ νεύρου σκοπῶν τὰς αὐτῷ ἐνεργείας εἰς τὴν ὑποκειμένην αὐτοῦ τέχνην σκοπήσει, φέρε εἰπεῖν ὅτι κινήσεως αἴτιόν ἐστιν, οὐ μέντοι ζητήσει εἰ ἔστι τι εἶδος αὐτοῦ παρὰ τῷ δημιουργῷ, ἢ ἐξ ὕλης καὶ εἴδος συνέστηκεν, ἀλλ’ ὅτι τῶν ἄλλων τυχὸν ξηρότερόν ἐστιν ἡ ψυχρότερον· οὕτω καὶ ὁ φυσικὸς οὐ περὶ παντὸς ἀπλῶς εἴδους διαλέξεται, ἀλλὰ μέχρι τινός, τοῦτο δέ ἐστιν ὅσον μὴ τῆς ὕλης κεχώρισται. ἐρωτώμενος γὰρ τίνος ἕνεκεν, εἰ τύχοι, ἄνθρωπος ἔστιν, οὐκ ἐρεῖ ὅτι ῾ἔστι τὸ ἐν τῷ δημιουργῷ τοῦ ἀνθρώπου εἶδος, δεῖ δὲ τοῦτο ἐνεργὸν εἶναι καὶ γόνιμον, διὰ τοῦτο ἔστι καὶ τὸ ἐνταῦθα εἶδος’, ἀλλ’ ἀρκεῖν ἡγήσεται τὰ μὴ ἄνευ ὕλης αἴτια ἀποδοῦναι, ὅτι ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος· τῷ γὰρ ἀπιέναι ἢ προσιέναι ὁ ἥλιος γενέσεως ἢ φθορᾶς τοῖς τῇδε γίνεται αἴτιος, γεννᾶται δὲ προσεχῶς οὐ τὸ τυχὸν ἐκ τοῦ τυχόντος, ἀλλὰ τὸ |ὅμοιον ἐκ τοῦ ὁμοίου. ταύτην οὖν τὴν αἰτίαν ἀποδιδοὺς ἐρεῖ ὅτι ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος, ἄμφω δὲ ἐν ὕλῃ τὸ εἶναι ἔχει. οὐδὲ ἐρεῖ τυχὸν ὅτι <ἐπεὶ> δεῖ μέσα τινὰ εἴδη ἐν τῷ παντὶ (τοιοῦτον δὲ ἡ ψυχὴ ἡ ἡμετέρα ἀνιοῦσα καὶ κατιοῦσα), διὰ τοῦτο ἔστιν ἐν τῷ κόσμῳ ὁ ἄνθρωπος· θεολόγων γὰρ ταῦτα καὶ τὰ τοιαῦτα ἐξετάζειν ἴδιον, οἷον τίνα τε καὶ πόσα τὰ χωριστὰ εἴδη, καὶ τίς ἡ σχέσις αὐτῶν ἥ τε πρὸς ἑαυτὰ καὶ ἡ πρὸς τὰ τῇδε. ὁ τοίνυν φυσικὸς οὐ πᾶσαν αἰτίαν ἀποδώσει ἐρωτώμενος οὔτε εἰδικὴν οὔτε ποιητικήν, ἀλλὰ ταύτας ὅσαι μὴ ἄνευ ὕλης εἰσί. p. 194b16 Διωρισμένων δὲ τούτων ἐπισκεπτέον τερὶ τῶν αἰτίων, ποῖά τε καὶ πόσα τὸν ἀριθμόν ἐστι. Διαλεχθεὶς περὶ τῶν συναιτίων, ταῦτα δέ ἐστιν ἡ ὕλη καὶ τὸ εἶδος, βούλεται νῦν καὶ περὶ τῶν λοιπῶν δύο διαλεχθῆναι τοῦτε ποιητικοῦ καὶ τοῦ τελικοῦ, ἅπερ κυρίως ἐστὶν αἴτια. ἐπεὶ γάρ, φησί, σκοπὸς ἡμῖν γνῶναι τὰ φυσικὰ πράγματα, οὐ πρότερον δὲ γινώσκομέν τι πρὶν ἄν τὰς ἀρχὰς καὶ τὰ αἴτια πάντα τούτου γνῶμεν, ἀνάγκη καὶ τῶν φυσικῶν πραγμάτων πάντα τὰ αἴτια γνῶναι, εἴ γε τῆς γνώσεως αὐτῶν ἐφιέμεθα. ἐπεὶ οὖν βούλεται περὶ τῶν λοιπῶν αἰτίων εἰπεῖν τοῦτε ποιητικοῦ καὶ τοῦ τελικοῦ, ἀναλαμβάνει καθόλου τὸν περὶ <τῶν> αἰτίων λόγον, καί φησιν ὅτι πράγματος τέσσαρά ἐστι τὰ αἴτια, ἡ ὕλη τὸ εἶδος τὸ ποιητικὸν αἴτιον τὸ τελικόν· οἷον οἰκίας ὕλη μὲν λίθοι καὶ πλίνθοι καὶ ξύλα, εἶδος δὲ τὸ τοιόνδε σχῆμα, ποιητικὸν δὲ αἴτιον ὁ οἰκοδόμος, τελικὸν ἡ χρεία τοῦ ἀνθρώπου δι’ ἣν γίνεται (λέγω δὴ τὸ εἶναι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων)· καὶ ἐπὶ πάντων ὁμοίως. καλεῖ δὲ τὴν μὲν ὕλην ἐξ οὗ, τὸ δὲ εἶδος καθ’ ὅ, τὸ δὲ ποιητικὸν αἴτιον ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ τελικὸν δι’ ὅ. εἰσὶ δὲ καὶ ἕτερα δύο αἴτια τῶν γινομένων τό τε ὀργανικὸν καὶ τὸ παραδειγματικόν, ἅπερ καὶ ὁ Πλατῶν ἐν τοῖς αἰτίοις ἀπαριθμεῖται, ἀλλ’ ὁ Ἀριστοτέλης ὡς φυσικὸς οὐ προσποιεῖται ταῦτα, τὸ μὲν παραδειγματικὸν διότι τοῦτο κρεῖττόν ἐστιν ἢ κατὰ φύσιν (οὐ γὰρ πρὸς παράδειγμα ἡ φύσις ἀποβλέπουσα ποιεῖ· εἰ γὰρ ἔχει τοὺς λόγους τῶν γινομένων; ἀλλ’ οὐ γνωστικῶς ὥσπερ ὁ τέκτων, ζωτικῶς δὲ μόνον, διότι πεποίωται κατ’ αὐτούς), τὸ δὲ ὀργανικὸν αἴτιον συμπεριλαμβάνει τῷ ὑλικῷ. ἔστι μὲν γὰρ οἷον ὄργανον τῆς φύσεως τὸ ἔμφυτον θερμόν, ἀλλὰ τοῦτο, ὡς εἶπον, συναναλαμβάνει τοῖς ὑλικοῖς, ἐπειδὴ ὅλως τὰ τέσσαρα στοιχεῖα, ἐν οἷς αἱ τέσσαρες ποιότητες, ὑλικὸν αἴτιον οἶδε τῶν γινομένων· ποῖον δ’ ἂν ὄργανον τοιοῦτον αὐτῆς τῆς τῶν τεσσάρων στοιχείων γενέσεως παραληφθείη; ὁ μὲν οὖν Πλάτων θεολογῶν ποιητικὸν μὲν αἴτιον τὸν δημιουργὸν λέγων, ἀργανικὸν εἶναι τὴν ὕλην φησίν, ὁ μέντοι Ἀριστοτέλης φυσιολογῶν εἰκότως ταύτην μὲν ποιητικόν φησιν εἶναι αἴτιον, ὀργανικὸν δὲ ἀνάλογον οὐκ ἔχει· καὶ γὰρ τὰ ὄργανα καθόλου χωριστὰ εἶναι θέλει καὶ τῶν ποιητικῶν καὶ τῶν ἀποτελεσμάτων, τὸ δὲ ἔμφυτον θερμὸν οὐ κεχώρισται τῆς δημιουργούσης φύσεως ,ἀλλὰ καὶ αὐτὸ τῶν ὑποκειμένων ἐστὶ τῇ φύσει, ἐν ᾧ ὀχουμένη δημιουργεῖ τὸ ζῷον. δυνατὸν δὲ παράδειγμα ἐπὶ τῶν φυσικῶν αὐτὴν τὴν φύσιν εἰπεῖν, εἴ γε τὸ ὅμοιον τοῦ ὁμοίου γεννητικὸν καὶ σκοπὸς τῇ φύσει τῇ ἐν τῷ πατρὶ ἢ τῇ μητρὶ τὸ ποιῆσαι ὅμοιον αὑτῇ, ἀλλ’ οὔτε γνωστικῶς, ὅπερ εἶπον, εἰς ἑαυτὴν ὡς πρὸς παράδειγμα ἀφορᾷ, κεχωρίσθαι τε θέλει κατ’ οὐσίαν τοῦ ποιητικοῦ τὸ παράδειγμα. ταῦτα εἰπών, ἐφεξῆς ὅσα παρακολουθεῖ τοῖς αἰτίοις παραδίδωσι, καὶ πρῶτον ὅτι πολλῶν ὄντων τῶν αἰτίων συμβαίνει τοῦ αὐτοῦ πλείονα εἶναι αἴτια καθ’ αὑτό, τὰ ἀπηριθμημένα τέσσαρα. πάντα γὰρ καθ’ αὑτὸ αἴτιά εἰσιν, ἀλλ᾿ οὐ κατὰ τὸ αὐτό . ἄλλως γὰρ ἡ ὕλη αἴτιον, καὶ ἄλλως τὸ ποιητικόν. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἔτι, φησί, τινὰ ἀλλήλων ἐστὶν αἴτια, οἷον οἱ πόνοι τῆς εὐεξίας εἰσὶν αἴτιοι, ἀλλὰ καὶ ἡ εὐεξία τῶν πόνων· ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἀλλ’ οἱ μὲν πόνοι τῆς εὐεξίας αἴτιοι ὡς ποιητικοί, ἡ δὲ εὐεξία τῶν πόνων αἰτία ὡς τελική. διὰ γὰρ τὸ τυχεῖν εὐεξίας καὶ ὑγείας πονοῦμεν. ῾διὰ τί᾿ γὰρ ‘βαδίζεις;’ ἐρωτηθείς, λέγω ‘ἵνα ὑγιάνω’. ἔτι, φησί, τὸ αὐτὸ τῶν ἐναντίων δύναται εἶναι αἴτιον· ὁ γὰρ κυβερνήτης παρὼν μὲν αἴτιος γίνεται τῆς σωτηρίας τῆς νεώς, ἀπὼν δὲ ἀπωλείας αὐτῇ αἴτιος γίνεται. καί φασιν ὅτι οὐ καθ’ αὑτὸ ὁ κυβερνήτης ἀπὼν ἀπωλείας αἴτιος γίνεται τῇ νηί, ἀλλὰ κατὰ συμβεβηκός· κἂν σωθείη γὰρ ἡ ναῦς ἀπόντος τοῦ κυβερνήτου. διό, φασίν, οἰκειότερον παράδειγμα ἂν εἴη τὸ κατὰ τὸν ἥλιον, ὃς παρὼν μὲν φωτὸς γίνεται αἴτιος ἀπὼν δὲ σκότους, καὶ ἀμφότερα καθ’ αὑτά. εἰ γὰρ κατὰ συμβεβηκὸς ἀπὼν σκότους αἴτιος ἐγίνετο καὶ μὴ καθ’ αὑτό, κἂν ἀπὼν ἦν ὅτε οὐκ ἐγένετο σκότους αἴτιος· τοιαῦτα γὰρ τὰ κατὰ συμβεβηκὸς αἴτια. φημὶ δὲ ὅτι εἰ καὶ ἡ τοῦ κυβερνήτου ἀπουσία οὐ πάντως ἀπωλείας τῇ νηὶ αἰτία γίνεται, οὐ παρὰ τοῦτο νομιστέον κατὰ συμβεβηκὸς αὐτὴν αἰτίαν εἶναι τῆς ἀπωλείας, ἐπεὶ καὶ ἡ παρουσία αὐτοῦ οὐ πάντως σωτηρίας αἰτία γίνεται, καὶ οὐ παρὰ τοῦτο, ἡνίκα ἄν σῴζῃ, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς σῴζει. οὕτως οὖν, κἀν ἀπόντος τοῦ κυβερνήτου ποτὲ σωθείη ἡ ναῦς, κατὰ τύχην ἐροῦμεν τὴν σωτηρίαν γενέσθαι, ὥσπερ τὴν ἀπώλειαν τὴν ἐπὶ τῆς παρουσίας τοῦ κυβερνήτου βίᾳ γενέσθαι φαμέν αἱ γὰρ τέχναι τῶν ὡς ἐπὶ τὸ πολύ), τῆς μέντοι ἀπωλείας τῆς ἐπὶ τῇ ἀπουσίᾳ τοῦ κυβερνήτου γινομένης καθ᾿ αὑτὸ εἴη αἰτία ἡ ἀπουσία αὐτοῦ· ὥστε καθ’ αὑτὸ ὁ κυβερνήτης τῇ παρουσία καὶ ἀπουσίᾳ τῶν ἐναντίων αἴτιος γίνεται, σωτηρίας φημὶ καὶ ἀπωλείας. p. 194b18 εἰδέναι δέου πρότερον οἰόμεθα πρὶν ἄν λάβωμεν τὸ διὰ τί τερὶ ἕκαστον. |To διὰ τί ἀντὶ τοὐ τὰς περὶ ἕκαστον αἰτίας, ὧν ἕνεκεν ἔστιν· ἐρωτώμενοι γὰρ ‘διὰ τί ἄνθρωπος ἔστιν; ᾿ἀποδίδομεν ἢ τὸ ποιητικὸν ἢ τὸ τελικὸν ἤ ἕν τι τῶν ἄλλων πάντα. δῆλον ὅτι καὶ ἡμῖν τοῦτο ποιητέον περὶ γενέσεως καὶ φθορᾶς καὶ περὶ πάσης τῆς φυσικῆς μεταβολῆς, τουτέστι τὰ αἴτια γενέσεως καὶ φθορᾶς καὶ καθόλου πάσης φυσικῆς μεταβολῆς. ὥστε καὶ ἐντεῦθεν ἔχεις, ὅτι περὶ τῶν κοινῶς παρακολουθούντων τοῖς γινομένοις καὶ φθειρομένοις ἐστὶν ὁ λόγος. ὅπως εἰδότες αὐτῶν τὰς ἀρχὰς ἀνάγειν εἰς αὐτὰς πειρώμεθα τῶν ζητουυμένων ἕκαστον. εἰδότες γὰρ ὅτι πάντων τῶν φυσικῶν αἱ τέσσαρές εἰσιν αὗται αἰτίαι, ἕκαστον τῶν ζητουμένων εἰς τὰς ἀρχὰς ταύτας ἀνάγομεν· οἷον ζητοῦντες περὶ κλίνη λέγομεν ὅτι ποιητικὴ μὲν αὐτῆς ἡ τεκτονικη τέχνη, εἶδος δὲ τὸ τοιόνδε σχῆμα, ὑλικὸν αἴτιον τὰ ξύλα, τελικὸν ἡ τοῦ ἀνθρώπου χρεία. p. 194b23 Ἕ΅να μὲν οὖν τρόπον αἴτιον λέγεται τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος. Τὸ ὑλικὸν αἴτιόν φησι· τοῦτο γὰρ καλεῖ τὸ ἐξ οὗ· λέγομεν γὰρ ἐκ ξύλων τὸ ἀβάκιον, καὶ ἐξ ὕλης καὶ εἴδους τὰ πράγματα. εἰ δὲ ἐλέγομεν ἐν τῷ προτέρῳ λόγῳ, ὅτι τὸ ἐξ οὗ τῇ στερήσει μᾶλλον οἰκεῖόν ἐστι τῇ δὲ ὕλῃ τὸ τόδε, οὐκ ἐναντία φαμέν •ἐκεῖ μὲν γὰρ διαιροῦντες τῷ λόγῳ τὴν στέρησιν ἀπὸ τῆς ὕλης, διὰ τὸ ὑπομένειν τὸ τόδε αὐτῇ προσήπτομεν, νῦν δὲ ἐπειδὴ τοῖς τέτρασιν αἰτίοις ἴδιον ἀφορίσαι βουλόμεθα πρόσρημα, οἰκειότερον δήπου πάντων τὸ ἐξ οὗ τῇ ὕλῃ ἁρμόσει· αὕτη γάρ ἐστιν ἡ μεταβάλλουσα καὶ ἀλλοιουμένη, οὔτε δὲ τὸ ποιητικὸν αἴτιον οὔτε τὸ τελι- κὸν οὔτε τὸ εἶδος κινεῖται. ἐνυπάρχοντος δέ φησιν ἀντὶ τοῦ ἐν τφπράγφατι αὐτῷ τῷ γινομένῳ ὄντος τοῦ ὑλικοῦ αἰτίου καὶ στοιχείου αὐτοῦ γινομένου, καὶ οὐχ ὥσπερ τὸ ποιητικὸν ἔξωθεν ὄντος· ἔξωθεν γὰρ ὁ τεχνίτῆς τοῦ τεχνητοῦ καὶ ὁ πατὴρ τοῦ υἱοῦ καὶ ἡ περιφορὰ τῶν οὐρανίων τῶν γενητῶν πάντων, ἡ δὲ ὕλη ἐν αὐτοῖς ἐστι. καὶ τὰ τούτων γένη. ἐπειδὴ τὰς προσεχεῖς ὕλας ἀποδέδωκε, διὰ τοῦτο προσέθηκε καὶ τὰ τούτων γένη, τουτέστι καὶ τὰ τούτων καθολικώτερα, ἤτοι γένη τὰ ὑποκείμενά φησι· τοῦ γὰρ ἀνδριάντος προσεχὴς μὲν ὕλη ὁ χαλκός, ἐπειδὴ δὲ καὶ τούτῳ ὑπόκειται ἕτερόν τι, οἷον τὸ ὕδωρ, καὶ τὸ ὕδωρ ἄρα ὕλη τοῦ ἀνδριάντος· ἀλλὰ καὶ τὸ τριχῇ διαστατόν, ὅπερ ὑπόκειται τῷ ὕδατι, καὶ ἡ πρώτη ὕλη, ἥτις προσεχῶς τῷ τριχῇ διαστατῷ ὑπόκειται. εἴτε οὖν ἐξ ὕδατός τις ἡγοῖτο εἶναι τὸ τοῦ χαλκοῦ μέταλλον εἴτε ἐκ γῆς, οὗ δἄν ᾖ ὕλη ὁ χαλκός; τούτου καὶ τὰ τῷ χαλκῷ ὑποκείμενα εἴτε προσεχῶς εἴτε καὶ διὰ μέσων πλειόνων ὕλη ἂν εἴη. p. 194b26 Ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα. Ἄλλον τρόπον, φησίν, ἀρχή ἐστι τὸ εἶδος. παράδειγμα δὲ · εἶπεν, οὐχ ὡς οἱ τἀς ἰδέας ὑποτιθέμενοι, οὐδ’ ὡς οἰόμενος φυσικοῦ εἶναι παραδειγματικὸν ἀποδιδόναι αἴτιον (οὐ γὰρ πρὸς παράδειγμα ὁρῶσα ἡ φύσις ποιεῖ, ἐπειδὴ μὴ γινώσκουσα ποιεῖ, ἀλλ’ ἀνεπιστάτως τοὺς λόγους τῶν γινομένων ἔχουσα), ἀλλ’ ἐπειδὴ οἱ πρὸς παράδειγμα ποιοῦντες ὡρισμένα ποιοῦσι μήτε ὑπερπίπτοντες μήτε ἐνδεέστερον τοῦ παραδείγματος ἀργαζόμενοι τὸ ἀποτέλεσμα, καὶ τὰ ὑπὸ φύσεως δὲ γινόμενα ὡρισμένα ἐστίν (ὥρισται γὰρ τὸ ἀνθρώπου εἶδος τὸ βοὸς τὸ συκῆς τὸ ἀμπέλου καὶ τῶν λοιπῶν, καὶ μέχρι τοσούτου κινεῖ ἡ φύσις τὴν ὕλην μέχρις ἄν εἰς τὸ εἶδος ἔλθῃ), διὰ τοῦτο τὸ εἶδος παράδειγμα εἶπε. τοῦτο δέ ἐστιν ὁ λόγος ὅτου τί ἦν εἶναι καὶ τὰ τούτου γένη. οἷον τοῦ ἀνδριάντος εἶδος οὐχ ὁ χαλκός (τοῦτο. γὰρ ὕλη) ἀλλ’ ἡ ἀνδρείκελος μορφή, τούτου δὲ γένος ἡ εἰκών (πᾶς μὲν γὰρ ἀνδριὰς εἰκών, οὐ πᾶσα δὲ εἰκὼν ἀνδριάς), εἰκόνος δὲ γένος ἄν εἴη τὸ τεχνητόν· καὶ ἐπὶ φυσικῶν δὲ εἶδος μὲν ἂν εἴη ὁ ὁριστικὸς λόγος τοῦ πράγματος, γένη δὲ τούτου τὰ μέρη αὐτοῦ, ὡς αὐτὸς εὐθέως ἐρεῖ. γένος γὰρ τοῦ λόγου τοῦ ἀνθρώπου τὸ ζῷον τὸ λογικὸν καὶ τὸ θνη- τόν· ἐπὶ πλέον γὰρ ἕκαστον τούτων τοῦ ἀνθρωπείου λόγου. εἴρηται δὲ ὅτι τὰ γένη οἷον ὕλη ἐστὶ τῶν ὁρισμῶν. p. 194b27 Οἶον τοῦ διαπασῶν τὰ δύο πρὸς ἕν, καὶ ὅλως ὁ ἀριθμὸς καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. Παράδειγμα τίθησι τοῦ εἰδοποιὰ εἶναι αἴτια μὴ μόνον τὸ προσεχὲς εἶδος, ἀλλὰ καὶ τὰ γένη αὐτοῦ τά τε ἐγγὺς καὶ τὰ πορρωτέρω. τῆς οὖν διὰ πασῶν ἁρμονίας εἶδος ἄν εἴη τὰ δύο πρὸς ἕν· ἔστι δὲ ἡ διαπασῶν ἁρμονία ἐν ᾗ ἡ ὑπάτη δὶς ἔχει τὴν νεάτην, τουτέστι διπλασίονα αὐτῆς φθόγγον ἔχει. ἔστιν οὖν εἶδος ταύτης τὰ δύο πρὸς ἕν· ὃν γὰρ λόγον ἔχει τὰ δύο πρὸς ἕν, τοῦτον τὸν λόγον ἡ ὑπάτη πρὸς τὴν νεάτην. ἀλλὰ καὶ τὸ γένος τῶν δύο πρὸς ἓν εἰδοποιοῖ ἂν τὴν διὰ πασῶν, τοῦτο δέ ἐστι τὸ διπλάσιον· ἐπὶ πλέον γὰρ τοῦτο τῶν δύο πρὸς ἕν· ἐπὶ πάντων γὰρ ἁρμόζει τῶν διπλασίων ἀριθμῶν. ἀλλὰ καὶ τούτου γένος ὁ ἀριθμός· ἐπὶ πλέον γὰρ τοῦ διπλασίου ὁ ἀριθμός· εἴ τι μὲν γὰρ διπλάσιον, τοῦτο καὶ ἀριθμός, οὐκ εἴ τι δὲ ἀριθμός, τοῦτο διπλάσιον. τὸ δὲ καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ ἐξήγησίς ἐστι τοῦ τίνα λέγει τὰ τοῦ λόγου γένη. φησὶν οὖν ὅτι τὰ μέρη τοῦ ὁρισμοῦ, ταῦτα γένη αὐτοῦ φημι. ἐπεὶ γὰρ ὡς ἐν παρακείγματι τοῦ εἴδους τοῦ τε προσεχοῦς καὶ γένους τούτου παρέλαβε τὰ δύο πρὸς ἓν ὡς εἶδος καὶ τὸν ἀριθμὸν ὡς γένος, ἐπ’ αὐτοῦ τοῦ προκειμένου μεταφέρων τὸν λόγον ἐπήγαγε καὶ τὰ μέρη τὰ ἐν τῷ λόγῳ. p. 194b29 Ἔτι ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἡ πρώτη ἢ τῆς ἠρεμήσεως. Τὸ ποιητικὸν αἴτιον· ὅταν γὰρ ἐρωτήσωμεν τίς τοῦ πολέμου αἴτιος, ἐροῦμεν ὅτι ὁ βουλεύσας, καὶ τίς αἴτιος τοῦ υἱοῦ, ὅτι ὁ πατήρ. τὴν πρώτην δὲ εἶπεν, ὅτι δοκοῦσι καὶ τὰ ὄργανα κινεῖν, ἀλλ’ οὐ πρῶτα κινεῖ. οὐκ οὖν ποιητικὰ αἴτια ταῦτα· τὸ γὰρ ποιητικὸν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἡ πρώτη. ὥσπερ δὲ κινήσεως ἀρχὴ τὸ ποιητικόν, οὕτω καὶ ἠρεμήσεως· ὁ γὰρ συμβουλεύσας εἰρήνην, οὗτος τῆς ἠρεμήσεως τῆς τοιαύτης αἴτιος. καὶ ὅσα δὴ κινήσαντος ἄλλου μεταξὺ γίνεται τοῦ τέλους. ταῦτα πάντα, φησίν, ἕνεκά τού ἐστι καὶ διὰ τὸ τέλος ἔχει τὸ εἶναι, ὅσα κινήσαντός τινος μεταξύ ἐστι τοῦ κινητικοῦ τούτου αἰτίου καὶ τοῦ τελικοῦ, τουτέστι πάντα τὰ μεταξὺ τοῦ ποιητικοῦ αἰτίου καὶ τοῦ τελικοῦ πάντα τοῦ τέλους ἕνεκα γίνονται, κἀν ἄλλο ἐξ ἄλλου τῶν μεταξὺ γίνηται. οἷον ὑπὸ τῶν πόνων ἡ ἰσχνασία · οὐ γὰρ μόνον οἱ πόνοι διὰ τὴν ὑγείαν, ἀλλὰ καὶ ἡ ἰσχνασία· ὥστε πάντων τούτων τέλος ἡ ὑγεία. ἀλλὰ καὶ αὐτή, εἰ τύχοι, διὰ τὸ ἀναγινώσκειν· διὰ τοῦτο γὰρ ὑγιαίνειν βουλόμεθα, ἵνα ἀναγινώσκωμεν. ἀλλὰ καὶ τοῦτο δι’ ἕτερόν τι· διὰ γὰρ τὴν εὐδαιμονίαν. καὶ ἔστι πάντων τοῦτο τελικώτατον αἴτιον, καὶ τὰ ἄλλα πάντα τούτου ἕνεκεν γέγονε. διαφέρει δὲ ἀλλήλων ὡς ὄντα τὰ μὲν ἔργα τὰ δὲ ὄργανα· διαφέρει, φησί, τὰ πρὸς τὸ τέλος τῷ τὰ μὲν ἔργα εἶναι, οἷον βάδισιν ἴσχνανσιν κάθαρσιν, ὄργανα δὲ φάρμακα φλεβότομα καὶ τὰ λοιπά. p. 195a4 Συμβαίνει δὲ πολλαχῶς λεγομένων τῶν αἰτίων καὶ πολλὰ τοῦ αὐτοῦ αἴτια εἶναι. Ἀπαριθμησάμενος τὰ αἴτια βούλεται λοιπὸν ὅσα παρακολουθεῖ τοῖς αἰτίοις παραδοῦναι. καὶ πρῶτόν φησιν, ὅτι τοῦ αὐτοῦ πολλὰ ἔσονται αἴτια καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, οὐ μὴν κατὰ τὸν αὐτὸν λόγον· οἷον τοῦ ἀνδριάντος αἴτιος καὶ ὁ χαλκὸς καὶ ὁ ἀνδριαντοποιός, οὐ κατ’ ἄλλο τι ἢ καθὸ ἀνδριάς, ἀλλ᾿ ὁ μὲν ὡς ποιητικὸν αἴτιον, ὁ δὲ ὡς ὑλικόν. p. 195a15 Ἅπαντα δὲ τανῦν εἰρημένα αἴτια εἰς τέτταρας τρόπους πίπτει τοὺς φανερω τάτους. Ἀωακεφαλαιοῦται τὰ εἰρημένα ἐν συντόμῳ, ὅτι τέσσαρές εἰσι τῶν ἀπηριθμημένων αἰτίων οἱ τρόποι, τὸ ὑλικὸν αἴτιον τὸ εἰδικὸν τὸ ποιητικὸν τὸ τελικόν. εἶτα πλείονα τοῦ ὑλικοῦ τίθησι παραδείγματα, ὅτι τὰ στοιχεῖα ὡς ὕλη αἴτιά ἐστι τῶν συλλαβῶν, καὶ τὸ ὑποκείμενον αἴτιόν ἐστι τοῖς σκευαστοῖς ὡς ὕλη (oíon θυμίαμασι καὶ τοῖς τοιούτοις, καὶ ἁπλῶς τεχνητοῖς πᾶσι), καὶ τὰ τέσσαρα στοιχεῖα ὕλη ἐστὶ τῶν συνθέτων σωμάτων, καὶ τὰ μέρη ὑλικὰ αἴτιά ἐστι τοῦ ὅλου, καὶ αἱ προτάσεις αἴτιαι τοῦ συμπεράσματος ὡς ὕλη. Τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον, οἷον μέρη. τοῦτο τῷ ἀνωτέρω ἐστὶ συνεχὲς ἅπαντα δὲ τὰ νῦν αἴτια εἰς τέσσαρας τρόπους πίπτει τοὺς φανερωτάτους, εἶτα συναπτέον τὸ προκείμενον τούτων δὲ τὰ μὲν ὡς τὸ ὑποκείμενον καὶ τὰ ἑξῆς. τὰ δὲ μεταξὺ παραδείγματά ἐστι τοῦ ὑλικοῦ αἰτίου. ἀλλ’ ἐπειδὴ πολλὰ παρέθετο παραδείγματα, διὰ τοῦτο ἀναλαμβάνει πάλιν τὸν λόγον, ἀπαριθμεῖται δὲ πάλιν τοὺς τέσσαρας τρόπους τοὺς εἰρημένους τῶν αἰτίων. Τὰ δὲ ὡς τὸ τί ἦν εἶναι, τό τε ὅλον καὶ ἡ σὐνθεσις καὶ τὸ εἶδος. ὡς τὸ τίην εἶναι ἀντὶ τοῦ ὡς τὸ εἶδος· κατὰ τοῦτο γάρ ἐστιν ἑκάστῳ τὸ εἶναι. τὸ οὖν εἶδος τοῦτο λέγεται καὶ ἡ σύνθεσις ἡ τῶν μερῶν, λέγεται καὶ ἡ ὁλότης αὐτῶν, λέγεται καὶ αὐτὸ τοῦτο τὸ ἐπικείμενον ατοις εἶδος. p. 195a21 Τὸ δὲ σπέρμα καὶ ὁ βουλεύσας καὶ ὁ ἰατρὸς καὶ ὅλως τὸ ποιοῦν, πάντα ὅθεν ἡ ἀρχὴ τῆς μεταβολῆς ἢ στλασεως ἢ κινησεως. Τὸ σπέρμα ποιητικὸν αἴτιον, φησί, διότι τοὺς φυσικοὺς λόγους ἐν ἑαυτῷ ἔχει, καὶ τὸ μὲν καταμήνιον ὑπέστρωται αὐτῷ ὡς ὕλη, οἱ δὲ τοῦ εἴδους λόγοι ἐκ τούτου προίασιν εἰς ἐκεῖνο. ἔμπροσθεν δὲ τὸ σπέρμα ὡς ὕλην ἐλάβομεν ὡς πρὸς τὴν τῶν γονέων φύσιν, ᾗ τό τε σπέρμα καὶ τὸ καταμήνιον ὡς ὕλη ὑπέστρωται. καὶ ἄλλως εἰ ἡ φύσις ὡς ποιοῦσα ἐν τῷ κινουμένῳ ἐστίν, εἴη ἂν τὸ σπέρμα ὕλη τῷ ἐν αὐτῷ λόγῳ, ὥσπερ καὶ τὸ ζῷον ὑπόκειται ὡς ἐν ὕλης τάξει τῇ ἐν αὐτῷ φύσει ἐν ταῖς φυσικαῖς μεταβολαῖς αὐξήσει καὶ ἀλλοιώσει καὶ ταῖς λοιπαῖς. p. 195a23 Τὸ δὲ ὡς τὸ τέλος καὶ τἀγαθὸν τῶν ἄλλων. Τὸ δέ ἐστιν αἴτιον, φησίν, ὡς τέλος τῶν ἄλλων, καὶ ὡς ἀγαθὸν καὶ οὗ ἕνεκα πάντα γίνεται. τὸ γὰρ τελικὸν αἴτιον τὸ βέλτιστον καὶ τὸ ἀγαθὸν θέλει εἶναι· πᾶν γὰρ ὃ γίνεται διὰ τὸ ἀγαθὸν γίνεται. εἶτα ἐπειδὴ μὴ πάντα τὸ τέλος ἀγαθὸν ἔχει, μηδέν, φησί, τοῦτο διαφερέτω, εἴτε ὄντως ἐστὶν ἀγαθὸν τὸ τέλος, εἴτε φαινόμενον· προφανὲς γὰρ τοῦτο, ὅτι πάντα ἀγαθοῦ τινος ἕνεκα γίνεται, εἰ καὶ περὶ τὴν αἵρεσιν τοῦ ὄντως ἀγαθοῦ ἔστιν |ὅτε πλάνη γίνεται, πλὴν ὅτι πάντα σκοπὸν καὶ τέλος τίθεται τοῦτο. p. 195a26 Τὰ μὲν οὖν αἴτια ταῦτα καὶ τοσαῦτα τῷ εἴδει ἐστί· τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μὲν πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους. Ἐπεξελθὼν τὸν περὶ τῶν καθ’ αὑτὸ αἰτίων λόγον, ἐπειδὴ ἐν τὼς ἀποδόσεσι τῶν αἰτίων οὐ μόνον τὰ καθ’ αὑτὸ αἴτια εἰώθαμεν ἀποδιδόναι, ἀλλ’ ἔστιν ὅτε καὶ τὰ κατὰ συμβεβηκός (λέγομεν γὰρ τὸν φαλακρὸν ᾠκοδομηκέναι ἢ τὸν σιμὸν φιλοσοφεῖν), διὰ τοῦτο μέλλων παραδιδόναι καὶ τὰ κατὰ συμβεβηκὸς ἀναλαμβάνει καθόλου τὸν περὶ τῶν αἰτίων λόγον καὶ διαίρεσιν αὐτῶν ποιεῖται καθολικήν. τῶν γὰρ αἰτίων, φησί, τὰ μέν ἐστι καθ’ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν προσεχῆ τὰ δὲ πόρρω, καὶ τὰ μὲν ἁπλᾶ τὰ δὲ συμπεπλεγμένα. καθ’ αὑτὸ μὲν οὖν αἴτιον τοῦ ἀνδριάντος ὁ ἀνδριαντοποιός, κατὰ· συμβεβηκὸς δὲ ὁ φαλακρὸς ἢ ὁ μουσικός· καὶ προσεχὲς μὲν καθ’ αὑτὸ ὡσαύτως ὅδε ὁ ἀνδριαντοποιὸς τοῦδε τοῦ ἀνδριάντος, πόρρω δὲ ὁ τεχνίτης· καὶ ἐπὶ τῶν κατὰ συμβεβηκὸς προσεχὲς μὲν αἴτιον ὁ λευκός, πόρρω δὲ ὁ κεχρωσμένος· καὶ ἁπλοῦν μὲν ὁ τεχνίτης ἢ ὁ ἀγαλματοποιὸς ἢ ὁ φαλακρός, συμπεπλεγμένον δὲ ὁ φαλακρὸς ἀγαλματοποιὸς ἢ ὁ τεχνίτης ἀγαλματοποιός· ἐπὶ μὲν γὰρ τοῦ προτέρου συνέπλεξα τὸ καθ’ αὑτὸ τῷ κατὰ συμβεβηκός, ἐπὶ δὲ τοῦ ὑστέρου τὸ προσεχὲς τῷ πόρρω. τριῶν οὖν ἀντιθέσεων οὐσῶν, μορίων δὲ δηλονότι ἕξ, καθ’ ἕκαστον τούτων συμπλεκόμενον τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ διπλα- σιάζει τὸν ἀριθμόν, ὡς γίνεσθαι τὰ πάντα μόρια τῶν αἰτίων δώδεκα. ἔστι γὰρ καθ’ αὑτὸ ἐνεργείᾳ μὲν οἷον ὁ ἀνδριαντοποιὸς οἰκοδομεῖ, δυνάμει δὲ ὁ ἀνδριαντοποιὸς οἰκοδομήσει· πάλιν κατὰ συμβεβηκὸς ἐνεργείᾳ μὲν ὁ φαλακρὸς οἰκοδομεῖ, δυνάμει δὲ ὁ φαλακρὸς οἰκοδομήσει· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. δώδεκα οὖν γινομένων τμημάτων καθ’ ἕκαστον αἴτιον, ἐπεὶ τέσσαρα τὰ γένη τῶν αἰτίων, τὸ ποιητικὸν τὸ εἰδικὸν τὸ τελικὸν τὸ ὑλικόν, τῶν δώδεκα τρόπων τῶν αἰτίων συμπλεκομένων πρὸς τὰ τέσσαρα γένη τῶν αἰτίων ὁ πᾶς ἀριθμὸς αἰτίων γίνεται φη΄. Ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν συναχθέντα ἀριθμὸν τῶν αἰτίων, ὅτι εἰ θελήσομεν καθ’ ἕκαστον τῶν αἰτίων τοὺς δώδεκα τρόπους ἐκθέσθαι, οὐχ εὑρήσομεν εὐοδοῦντα ἡμῖν τὸν λόγον. ἔστω γὰρ ἐπὶ τοῦ ποιητικοῦ ἡ ζήτησις· εἰπὼν γὰρ ὅτι ὁ ἀνδριαντοποιὸς αἴτιος τοῦ ἀνδριάντος, εὐθὺς καὶ καθ’ αὑτὸ εἶπον καὶ ἁπλοῦν καὶ προσεχές· ὥστε οὐ δυνατὸν τρεῖς ἀντιθέσεις ποιῆσαι κεχωρισμένας ἀλλήλων, καὶ μὴ ἐπικοινωνοῦσαν ἄλλῃ ἄλλην. πάλιν τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον εἰ μὲν καθ’ αὑτὸ μόνον τὸ σημαινόμενον τῶν αἰτίων καὶ μὴ κατὰ τὰς τῶν φωνῶν συμπλοκὰς ἀκλαμβάνοις, ἀδύνατον ὅλως ἁπλοῦν εἶναί τι κατὰ σημαινόμενον αἴτιον (ἅμα γὰρ τῷ εἰπεῖν ῾ἀνδριαντοποιός’ καὶ καθ’ αὑτὸ εἶπον αἴτιον καὶ προσεχές· πῶς οὖν ἁπλοῦν; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων), εἰ δὲ κατὰ τὴν τῶν φωνῶν προφορὰν τὸ ἀπλοῦν λαμβάνομεν καὶ τὸ σύνθετον, ὥσπερ οὖν καὶ Ἀριστοτέλει δοκεῖ (ὡς διὰ τῶν ὑποδειγμάτων ἔδειξε· συμπλέκοντες γάρ φαμεν Πολύκλειτος ἀνδριαντοποιός), πάλιν οὐδὲν ἧττον καὶ ἐν τοῖς ἁπλοῖς καὶ ἐν τοῖς συνθέτοις συνεπινοεῖται καὶ τὸ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, καὶ τὸ προσεχὲς ἢ πόρρω. ἐπὶ μὲν οὖν τῶν ἁπλῶν ἐδείξαμεν, ἐπὶ δὲ τῶν συνθέτων, οἷον ἐὰν εἴπω Πολύκλειτος ἀνδριαντοποιός· ἅμα γὰρ ἐν τούτῳ θεωρεῖται καὶ τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός (ὁ μὲν γὰρ ἀνδριαντοποιὸς καθ’ αὑτὸ αἴτιος τοὐ ἀνδριάντος, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός), καὶ ἔτι τὸ προσεχές. ἐνδέχεται δὲ καὶ ἅμα πάντα εὑρεθῆναι, οἷον εἰ οὕτως εἴπω ῾ἄνθρωπος ἀγαλματοποιός᾿. ἐν μὲν γὰρ τῷ ἄνθρωπος ἔστι καὶ τὸ πόρρω καὶ τὸ κατὰ συμβεβηκός, ἐν δὲ τῷ ἀγαλματοποιὸς τὸ προσεχὲς καὶ τὸ καθ’ αὑτό. οὐκ ἄρα ἐνδέχεται διακεκριμένα ταῦτα εὑρεῖν ἀλλήλων. Φαμὲν οὗν πρὸς τὴν ἀπορίαν, ὅτι οὐχ ὡς διῃρημένου ὑπάρχοντος τοῦ ἀριθμοῦ τῶν τριῶν ἀντιθέσεων τῶν τρόπων τῶν αἰτίων, οὕτως αὐτὰς ἐκτίθεται ὁ Ἀριστοτέλης τοῦτο γὰρ τῷ ὄντι ἀδύνατον), ἀλλὰ τὰς ἰδιότητας τῶν αἰτίων ἡμῖν ἐκθέσθαι βουληθείς· κἂν γὰρ μυριάκις μὴ ἔστιν ἕκαστον τούτων κατ᾿ ἰδίαν θεωρῆσαι, ἀλλ᾿ οὖν τῷ λόγῳ χωρίζονται ἀπ᾿ ἀλλήλων. ὅταν γὰρ εἴπω ῾ἀνὃριαντοποιόν᾿ ,εἰ καὶ ἕν τι πρᾶγμα εἶπον τῷ ὑποκειμένῳ, ἀλλ’ οὖν τῷ λόγῳ οὐκ ἔστιν ἕν. τῷ γὰρ ἀνδριαντοποιῷ οὐ ταὐτὸν τὸ αἰτίῳ εἶναι καὶ προσεχεῖ αἰτίῳ· εἰ γὰρ ταὐτὸν ἦν αἴτιον εἰπεῖν καὶ προσεχές, πᾶν αἴτιον προσεχὲς ἂν ἦν. τὸ δὲ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον, ἵνα συμπλέκωμεν ἢ τῷ καθ’ αὑτὸ τὸ κατὰ συμβεβηκὸς ἢ τῷ προσεχεῖ τὸ πόρρω κἂν ἄμφω ἢ καθ’ αὑτὰ ὑπάρχει ἢ κατὰ συμβεβηκός. ὥστε ἰδιότητας αἰτίων παραδέδωκεν ἡμῖν διὰ τούτων, καὶ οὐχ ἁπλῶς χωρίζεσθαι δυνάμενον ἀριθμὸν αἰτίων. καὶ οὐδέν γε διαφέρει τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ συμπλέκειν ταῖς ἄλλαις τρισὶν ἀντιθέσεσιν, ἢ ἄλλην τινὰ συμπλέκειν μετὰ τῶν λοιπῶν τῇ κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· ἁπλῶς γὰρ τὰς συμπλοκὰς αὐτῶν τὰς πρὸς ἀλλήλας ζητοῦμεν. Τῷ λόγῳ οὖν ἑκάστην ἰδιότητα τῶν λοιπῶν χωρίσας, καθ’ αὑτὸ κατὰ συμβεβηκὸς προσεχὲς πόρρω ἁπλοῦν σύνθετον, εὑρίσκει τούτων τὰς διαφορὰς ἕξ, ὧν ἑκάστη συμπλεκομένη τῷ δυνάμει καὶ ἐνεργείᾳ δώδεκα αἰτίων ἀριθμὸν ποιεῖ. εἰ δέ τις μὴ λόγῳ μόνῳ θεωρεῖν ταύτας τὰς διαφορὰς βούλεται, ἀλλὰ τὰς ἐν ὑπάρξει δυναμένας ἀποδίδοσθαι ζητοίη, εὕροι ἄν οὕτως· τῶν γὰρ καθ’ αὑτὸ αἰτίων ἢ προσεχῶν ὄντων ἢ πορρωτέρω, καὶ τῶν κατὰ συμβεβηκὸς ὁμοίως, γίνονται τέσσαρα μόρια ἁπλᾶ τὰ ὑποκείμενα, ἀνδριαντοποιὸς καθ’ αὑτὸ προσεχές, τεχνίτης καθ’ αὑτὸ πορρωτέρω, ὁ λευκὸς κατὰ συμβεβηκὸς προσεχές, ὁ κεχρωσμένος κατὰ συμβεβηκὸς πορρωτέρω. καὶ τούτων πλείονα ἁπλᾶ γίνεσθαι ἀδύνατον. εἰ δὲ ταῦτα συμπλέκειν ἀλλήλοις βουληθείημεν, γένοιντ’ |ἂν αἱ πᾶσαι ἐκ τούτων συμπλοκαὶ ἓξ κατὰ τὴν ἐν εἰσαγωγῇ παραδεδομένην ἡμῖν μέθοδον· εἰ γὰρ λάβοιμεν τὸν τρία ἀριθμὸν μονάδι τῶν τεσσάρων λείποντα, καὶ πολλαπλασιάσωμεν τὸν τρία ἐπὶ τὸν τέσσαρα, καὶ τῶν γενομένων δώδεκα τὸν ἥμισυν λάβωμεν, τουτέστι τὸν ἕξ, τοσαύτας μόνας εὑρήσομεν τῶν αἰτίων τὰς συμπλοκὰς γινομένας. εἰσὶ δὲ αἱ ὑποκείμεναι τεχνίτης ἀνδριαντοποιός αὕτη καθ᾿ αὑτὸ προσεχές τε ἅμα καὶ πόρρω), ἀνδριαντοποιὸς λευκός (καθ’ αὑτὸ ἅμ καὶ κατὰ συμβεβηκὸς καὶ προσεχές), ἀνδριαντοποιὸς κεχρωσμένος (προσεχὲς καὶ πόρρω, καὶ καθ’ αὑτὸ καὶ κτὰ συμβεβηκός), τεχνίτης λευκός (πάλιν προσεχὲς καὶ πόρρω, καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός· ὥστε ἡ τετάρτη καὶ ἡ τρίτη αἱ αὐταὶ μέν, διαφέρουσι δὲ ὅτι ἐν μὲν τῇ τρίτῃ τὸ μὲν καθ’ αὑτὸ ἦν τὸ προσεχὲς ὁ ἀνδριαντοποιὸς τὸ δὲ συμβεβηκὸς τὸ πόρρω ὁ κεχρωσμένος, ἐν δὲ τῇ τετάρτῃ ἀνάπαλιν τὸ μὲν καθ’ αὐτὸ πόρρω ὁ τεχνίτης τὸ δὲ κατὰ συμβεβηκὸς προσεχὲς ὁ λευκός), πέμπτη συμπλοκὴ κεχρωσμένος τεχνίτης καθ’ αὑτὸ ἅμα καὶ κατὰ συμβεβηκὸς καὶ πόρρω), ἕκτη κεχρωσμένος λευκός (κατὰ συμβεβηκὸς προσεχὲς ἅμα καὶ πόρρω). δεῖ οὖν εἰς τὸ καθ’ αὑτοί καὶ κατὰ συμβεβηκὸς διελόντας καὶ εἰς τὸ προσεχὲς καὶ πόρρω μηκέτι ταῦτα διελεῖν εἰς τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον, ἀλλ᾿ εὐθὺς εἰς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· καὶ οὕτως οὔτε δὶς τὰ αὐτὰ ληψόμεθα, καὶ σωθήσεται ὁ τῶν δώδεκα τρόπων ἀριθμός. Ἴσως δὲ ἔτι προσαπορήσειέ τις τῇ διαιρέσει ἐκ τῶν εἰρημένων λαβὼν τὰς ἀφορμάς, ὅτι τοῦ προσεχοῦς καθ’ αὑτὸ διῃρημένου εἰς τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον οὐκ ἔδει τὸ καθ’ αὑτὸ πόρρω πάλιν εἰς τὰ αὐτὰ διαιρεθῆναι, εἴ γε τὸ προσεχὲς καθ’ αὑτὸ συμπλέκεται ἢ τῷ κατὰ συμβεβηκὸς ἢ τῷ πόρρω. φημὶ οὖν ὅτι μάλιστα μὲν ὥσπερ τὸ καθ’ αὑτὸ συμπλέκεται τῷ κατὰ συμβεβηκός, οὕτω καὶ τὸ πόρρω καθ’ αὑτὸ τῷ κατὰ συμβεβηκός, καὶ ἔδει διὰ ταῦτα καὶ τοῦτο διαιρεθῆναι· ἄλλως τε ὅταν λέγωμεν τὸ καθ’ αὑτὸ προσεχὲς συμπλέκεσθαι τῷ πόρρω, οὐ πάντως τοῦτό φαμεν ὅτι τῷ καθ’ αὑτὸ πόρρω συμπλέκεται, ἀλλὰ μάλιστα τῷ κατὰ συμβεβηκός, ἵν’ οὕτως ᾖ τὸ προσεχὲς καθ’ αὑτὸ συμπλεκόμενον τῷ κατὰ συμβεβηκός. <τὸ δὲ κατὰ συμβεβηκὸς> ἢ τῷ πόρρω συμπλέκεται ἢ τῷ προσεχεῖ · ἀλλ’ ὅταν τῷ προσεχεῖ συμπλέκηται, οὐκ ἔστιν ἡ συμπλοκὴ πρὸς τὸ προσεχές (ἄμφω γὰρ ἓν καὶ ταὐτὸν κατὰ τοῦτο), ἀλλὰ πρὸς τὸ κατὰ συμβεβηκὸς μόνον. ὥσπερ οὖν καὶ ὅταν τὸ προσεχὲς καθ’ αὑτὸ τῷ πόρρω καθ᾿ αὑτὸ συμπλέκηται, ἡ συμπλοκὴ οὐ πρὸς τὸ καθ’ αὑτὸ ἀλλὰ πρὸς τὸ πόρρω, οὕτως οὖν καὶ τὸ πόρρω καθ’ αὑτὸ ὅταν λέγωμεν συμπεπλέχθαι ἢ πρὸς τὸ κατὰ συμβεβηκὸς ἢ πρὸς τὸ προσεχές, τῷ κατὰ συμβεβηκὸς ἢ προσεχεῖ ἢ πόρρω λέγομεν συμπεπλέχθαι (καὶ πάλιν ἐπὶ τούτου ἡ συμπλοκὴ ἡ πρὸς τὸ κατὰ συμβεβηκὸς πόρρω οὐκ ἔστι πρὸς τὸ πόρρω, ἀλλὰ πρὸς τὸ κατὰ συμβεβηκὸς μόνον), εἰ δὲ καὶ τῷ καθ’ αὑτὸ προσεχεῖ συμπλέκεται, ὡς προσεχεῖ οὐχ ὡς καθ’ αὑτό. εὐλόγως ἄρα ἐπί τε τοῦ προσεχοῦς καθ’ αὑτὸ καὶ ἐπὶ τοῦ πόρρω λαμβάνομεν τὴν κατὰ τὸ ἁπλοῦν καὶ τὸ συμπεπλεγμένον διαίρεσιν, τοῦ συμπεπλεγμένου σημαίνοντος κοινῇ μὲν τὴν πρὸς τὸ κατὰ συμβεβηκὸς συμπλοκὴν ἐπ’ ἀμφοτέρων, ἰδίᾳ δὲ ἐπὶ μὲν τοῦ προσεχοῦς τὴν πρὸς τὸ πόρρω, τὸ πόρρω τοῦτο εἴτε καθ’ αὑτὸ εἴη εἴτε κατὰ συμβεβηκός, ἐπὶ δὲ τοῦ πόρρω τὴν πρὸς τὸ προσεχές, εἴτε πάλιν καθ’ αὑτὸ εἴη εἴτε κατὰ συμβεβηκός· εἰς γενικώτερα γὰρ κατέληξεν ἡ οιαιρεσις, οὐκ εἰς εἰδικώτατα. Οἱ μὲν οὖν τρόποι τῶν αἰτίων τοσοῦτοι. ὁσαχῶς οὖν τὰ αἴτια λέγεται, τοσαυταχῶς καὶ τὰ αἰτιατά· καὶ ἐπὶ τῶν αἰτιατῶν γὰρ εὑρήσεις τὰ μὲν καθ’ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν προσεχῆ τὰ δὲ πόρρω, καὶ τὰ μὲν ἁπλᾶ τὰ δὲ συμπεπλεγμένα, πάντα δὲ ταῦτα τὰ μὲν · δυνάμει τὰ δὲ ἐνεργείᾳ. αἰτιατὰ δέ φησιν εἶναι ὑλικόν τε καὶ εἰδικόν· εὔδηλον γὰρ ὡς οὔτε ποιητικὸν οὔτε τελικὸν αἰτιατόν ἐστιν, ἀλλ’ εἰδικὸν μὲν οἷον ὁ ἀνδριάς, ὑλικὸν δὲ οἷον ὁ χαλκός. μᾶλλον δὲ οὐδὲ ἡ ὕλη ἐστὶν αἰτιατόν, ἀλλὰ μόνως τὸ εἶδος· πᾶν γὰρ τὸ γινόμενον εἶδός τί ἐστι καὶ οὐδὲν ὡς ὕλη γίνεται· ἡ γὰρ κυρίως ὕλη οὔτε γίνεται ὑπὸ φύσεως οὔτε φθείρεται. ἀλλ’ εἰ καὶ μηδὲν ὡς ὅλη γίνεται, ἀλλ’ οὖν ἐπειδὴ αἱ προσεχεῖς ὗλαι εἴδη τινά εἰσι καὶ γίνονται πολλὰ καὶ μάλιστα ἐπὶ τῶν τεχνητῶν οὐ δι᾿ αὐτὰ ἐκεῖνα ἀλλ’ ἵνα ἄλλων ὕλη ᾖ (οἷον ὁ χαλκὸς καὶ τὰ λοιπὰ τῶν μετάλλων), διὰ τοῦτο καὶ τὴν ὕλην αἰτιατὸν εἶπεν, οὐχ ὕλης μένοντος τοῦ γινομένου, ἀλλ’ εἴδους. διότι δὲ συμβέβηκε τὴν προσεχῆ ὕλην εἶδος εἶναι, διὰ τοῦτο λέγων τὴν ὕλην γίνεσθαι, εἰσὶν οὖν, φησί, καὶ ἐπὶ τούτων πάντες οἱ τρόποι τῶν αἰτίων. ὅταν μὲν γὰρ εἴπω εἰκόνα Σωκράτους γεγονέναι, καθ᾿ αὑτὸ εἶπον αἰτιατὸν καὶ προσεχές, ὅταν δὲ εἰκόνα ἁπλῶς ἢ ὁμοίωμα, καθ’ αὑτὸ καὶ πόρρω· καὶ ὅταν μὲν εἴπω δίπηχυν εἰκόνα ἢ δεκάπηχυν, κατὰ συμβε- βηκὸς εἶπον καὶ προσεχές, ὅταν δὲ μικρὰν ἢ μεγάλην, κατὰ συμβεβηκὸς καὶ πόρρω, ὅταν δὲ δεκάπηχυν εἰκόνα ἢ μεγάλην εἰκόνα, συμπεπλεγμένον εἶπον αἰτιατόν· καὶ ὅταν μὲν εἰκόνα γενήσεσθαι, δυνάμει, ὅταν δὲ γενέσθαι, ἐνεργείᾳ. καὶ ἐπὶ τῆς ὕλης ὡσαύτως, ὡς ὅταν εἴπω χαλκὸν γεγενῆσθαι ἢ μέταλλον, ἢ ἐρυθρὸν χαλκὸν ἢ εὔηχον χαλκόν, καὶ ἐπὶ πάντων οὕτω. ἄλλως δὲ δῆλον ὅτι ἐπὶ τῶν αἰτίων τὸ εἶδος εἰλήφαμεν, καὶ ἄλλως ἐπὶ τῶν αἰτιατῶν· μὲν γὰρ λέγεται τὸ εἶδος, ὅταν ὡς συμπληρωτικὸν τοῦ συνθέτου θεωρῆται, ὡς δὲ ἀποτέλεσμα ὂν τοῦ ποιητικοῦ αἰτίου αἰτιατὸν λέγεται. Λαβὼν δὲ τῷ εἰρημένῳ τρόπῳ πάντας τῶν αἰτίων τοὺς τρόπους; ἐφεξῆς παρακολουθοῦντά τινα θεωρήματα τοῖς αἰτίοις παραδίδωσι πλείονα. καὶ πρῶτόν γε τοῦτο, ὅτι ὄντων τῶν ἐνεργείᾳ αἰτίων καὶ τῶν δυνάμει, ὁμοίως δὲ καὶ τῶν ἐνεργείᾳ αἰτια|τῶν καὶ τῶν δυνάμει, οὐχ ὥσπερ ἔχουσι τὰ ἐνεργείᾳ αἴτια πρὸς τὰ ἐνεργείᾳ αἰτιατά, οὕτως ἔχουσι καὶ τὰ δυνάμει αἴτια πρὸς τὰ δυνάμει αἰτιατά · τὰ μὲν γὰρ ἐνεργείᾳ αἴτια καὶ αἰτιατὰ ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσίν (ἄμα γὰρ ὁ ἐνεργείᾳ πρίων ἐστὶ καὶ τὸ ἐνεργείᾳ πριζόμενον, καὶ ὁ ἐνεργεία οἰκοδομῶν καὶ τὸ ἐνεργείᾳ οἰκοδομούμενον· καὶ εἰ παύσεται τῆς ἐνεργείας ὁ οἰκοδομῶν, εὐθὺς καὶ τὸ οἰκοδομούμενον παύσεται), ἐπὶ δὲ τῶν δυνάμει οὐχ οὕτως· οὐ γὰρ συμφθείρεται τῷ οἰκοδόμῳ ἡ οἰκία, ἀλλ᾿ ἔστι καὶ μετὰ τὸ φθαρῆναι τὸν οἰκοδόμον· καὶ ὁ μὲν δυνάμει οἰκοδόμος οὐκ ἔστι, τὸ δὲ δυνάμει οἰκοδομούμενον ἔστιν. ἰστέον δὲ ὅτι δυνάμει νῦν λέγει οὐ τὸ σύνηθες λέγω δὴ τὸ μήπω μὲν ἠγμένον εἰς τὴν ἐνέργειαν, δυνάμενον δὲ ἀχθῆναι), ἀλλὰ τὸ πεπαυμένον τῆς ἐνεργείας καὶ μηκέτι ὂν ἐν κινήσει, οἷον τὴν ᾠκοδομημένην οἰκίαν, δυνάμει οἰκοδομητὸν λέγων αὐτὴν παρὰ τὸ μὴ νῦν οἰκοδομεπισθαι. ἐπεὶ οὖν [ὅτι] οἶδε καὶ αὐτὸς ὅτι τὸ κυρίως δυνάμει ἅμα ἢ ἔστιν ἢ οὐκ ἔστι μετὰ τοῦ αἰτίου, ὥσπερ καὶ τὸ ἐνεργείᾳ, εὐθὺς ἐφεξῆς λέγει, ὅτι δεῖ ἀποδιδόναι τὰς μὲν δυνάμεις τῶν δυνατῶν, τὰ δὲ ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα. οὕτως ἄρα οἶδεν ὅτι ὡς ἔχουσι τὰ αἴτια, οὕτως ἔχουσι καὶ τά αἰτιατὰ ἐπί τε τῶν δυνάμει καὶ τῶν ἐνεργείᾳ. Μετὰ τοῦτό φησιν, ὅτι δεῖ τὰς αἰτίας ἑκάστου ἀποδιδόντα τὰς κυριωτάτας καὶ προσεχεστάτας ἀποδιδόναι· τοῦτο δέ ἐστιν, ἐφ’ ᾧ παύεται ἡ ζήτησις τοῦ διὰ τί. οἷον τί τῆς οἰκίας αἴτιον; οὐ δεῖ λέγειν ὅτι ὁ ἄνθρωπος ἢ ὁ τεχνίτης, ἀλλὰ τὸ προσεχέστατον αἴτιον ὅτι ὁ οἰκοδόμος, καὶ ὁ οἰκοδόμος οὐ καθὸ ἄλλο τί ἐστιν, ἀλλὰ καθὸ τὴν οἰκοδομικὴν ἔχει· οὐ γὰρ καθὸ φέρε εἰπεῖν φαλακρός ἐστιν ἢ μουσικὸς ἢ ὅλως ἄνθρωπος. ἔτι, φησί, δεῖ τὰ μὲν γένη τῶν γενῶν ἀποδιδόναι, τὰ δὲ καθ’ ἕκαστον τῶν καθ’ ἕκαστον. οἷον ἐρωτῶντά με τί τοῦ τεχνητοῦ πράγματος αἴτιον, οὐ δεῖ λέγειν ὅτι ὁ οἰκοδόμος οὐδὲ ὁ γεωμέτρης, ἀλλὰ τὸ γενικὸν αἴτιον ἀποδιδόναι ὅτι ὁ τεχνίτης· τῆς δὲ οἰκίας τί τὸ αἴτιον, ὅτι ὁ οἰκοδόμος, τῆσδε δὲ τῆς οἰκίας, ὅδε ὁ οἰκοδόμος· καὶ ἁπλῶς εἰ μὲν τὸ αἰτιατὸν γενικώτατον ᾖ, καὶ τὸ αἴτιον γενικώτατον ἀποδιδόναι, εἰ δὲ μερικώτατον ᾖ καὶ καθ’ ἕκαστον, καὶ τὸ αἴτιον ὡσαύτως. ἔτι φησὶ τῶν μὲν δυνάμει αἰτιατῶν τὰ δυνάμει αἴτια ἀποδοτέον, τῶν δὲ ἐνεργείᾳ τὰ ἐνεργείᾳ· οἷον τῆς ἐνεργείᾳ οἰκίας τὸν ἐνεργείᾳ οἰκοδόμον, τῆς δὲ δυνάμει τὸν δυνάμει. Ταῦτα δὲ τὰ θεωρήματα παραδέδωκεν, ἱκανὰ πάνυ ὄντα τεχνῶσαι τὴν ψυχὴν πρὸς τὰς φυσικωτάτας τε καὶ λογικωτάτας τῶν πραγμάτων αἰτιολογίας. καὶ ἐκ τούτων καὶ ἡ ἐν Κατηγορίαις περὶ τῶν πρός τι ἀπορία ἐπελύθη· ἐζητεῖτο γὰρ πῶς ἅμα τῇ φύσει ἐστὶ τὰ πρός τι, εἴ γε ὁ τοῦ κύκλου τετραγωνισμὸς ἐπιστητὸν μέν ἐστιν, ἐπιστήμη δὲ τούτου οὐκ ἔστιν. ἔχεις οὖν ἐντεῦθεν τὴν τούτου ἐπίλυσιν, ὅτι δεῖ οὐ τὰ τυχόντα αἴτια τῶν τυχόντων αἰτιατῶν ἀποδίδοσθαι, ἀλλὰ τὰ σύστοιχα. ὁ γὰρ τοῦ κύκλου τετραγωνισμὸς δυνάμει ἐστὶν ἐπιστητὸν οὐκ ἐνεργείᾳ· ἔστιν οὖν τούτου καὶ ἡ δυνάμει ἐπιστήμη, καὶ εἰ ἐνεργείᾳ γένοιτο ἐπιστητόν, πάντως καὶ ἐνεργείᾳ αὐτοῦ ἐπιστήμη ἔσται. καὶ ἡ ἀπορία συνέβη ἐκ τοῦ τοῦ δυνάμει ἀπιστητοῦ ἐνεργείᾳ ζητεῖν τὴν ἐπιστήμην. Τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί, κεφαλαιούμενοι δὲ καὶ οὗτοι ἐλάττους. ἕκαστον, φησί, τῶν αἰτίων κατὰ πολλοὺς τρόπους γίνεται· οἷον τὸ ποιητικὸν καὶ τῶν ἄλλων ἕκαστον, τὸ ὑλικόν φημι καὶ εἰδικὸν καὶ τελικόν. ἀριθμῷ δὲ πολλούς φησιν, οἷον τὸ οἰκοδομικὸν ἢ τὸ γεωμετρικὸν ἢ τεκτονικὸν καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ μέρος τεχνῶν, ἀλλὰ ταῦτα πάντα συγκεφαλαιούμενα ἀνάγονται ὑπὸ τὸ καθ’ αὑτὸ αἴτιον. λέγομεν πάλιν τὸ λευκὸν αἴτιον ἢ τὸ φαλακρὸν ἢ τὸ σιμὸν καὶ ἐπὶ πάντων τῶν ὁμοίων, ἀλλὰ πάντα τὰ τοιαῦτα ἀνάγονται ὑπὸ τὸ κατὰ συμβεβηκὸς αἴτιον. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. p. 195a29 Λέγεται γὰρ αἴτια πολλαχῶς, καὶ αὐτῶν τῶν ὁμοειδῶν προτέρως καὶ ὑστέρως. Ὁμοειδῶν, οἷον τῶν ποιητικῶν ἢ τῶν ὐλικῶν· ἕκαστον γὰρ τούτων, φησί, πολλαχῶς λέγεται. ἐκτίθεται δὲ τὴν τοῦ καθ’ αὑτὸ καὶ [τὴν] τοῦ κατὰ συμβεβηκὸς ἀντίθεσιν, καὶ τὴν τοῦ προσεχοῦς καὶ τοὐ πόρρω συμπεπλεγμένην. ἐκθέμενος γὰρ τὸ καθ’ αὑτὸ εὐθὺς συμπλέκει αὐτῷ τὸ προσεχὲς καὶ τὸ πόρρω, καὶ πάλιν τὸ κατὰ συμβεβηκὸς θεὶς πάλιν συμπλέκει αὐτῶ τὸ προσεχὲς καὶ τὸ πόρρω. p. 195a30 Οἷον ὑγείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης, καὶ τοῦ διὰ πασῶν τὸ διπλάσιον καὶ ὁ ἀριθμός. Τοῦ καθ’ αὑτὸ παράδειγμα καὶ τοῦ ἐν τούτῳ προσεχοῦς καὶ τοῦ πόρρω· πόρρω μὲν γὰρ αἴτιον καὶ καθ’ αὑτὸ ὁ ἰατρός, προσεχὲς δὲ καὶ πόρρω ὁ τεχνίτης, καὶ ἔτι πορρωτέρω ὁ ποιός, καὶ τῆς διὰ πασῶν ἁρμονίας προσεχὲς μὲν αἴτιον τὰ δύο πρὸς ἕν, πορρωτέρω δὲ τὸ διπλάσιον, καὶ ἔτι πορρωτέρω ὁ ἀριθμός. καὶ ἀεὶ τὰ περιέχοντα πρὸς τὸ καθ᾿ ἕκαστον, τουτέστι τὰ περιέχοντα τὰ προσεχῆ αἴτια · ταῦτα γὰρ εἶπε καθ’ ἕκαστα, τὰ προσεχῆ, διὰ τὸ μὴ δύνασθαι εἰς μερικώτερα διαιρεθῆναι. p. 195a32 Ἔτι δὲ ὡς τὸ συμβεβηκὸς καὶ τὰ τούτου γένη. Δείξας ἐπὶ τοῦ καθ’ αὑτὸ τὸ προσεχὲς καὶ τὸ πόρρω, βούλεται καὶ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς τὸ αὐτὸ δεῖξαι, καὶ πρὶν τοῦτο δείξει, πρότερον τὴν διαφορὰν δείκνυσι τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατ· ὰ συμβεβηκός. οἷον ἀνδριάντος ἄλλως Πολύκλειτος καὶ ἄλλως ἀνδριαντοποιός. ὁ μὲν γὰρ ἀνδριαντοποιὸς |καθ’ αὑτὸ αἴτιος τοῦ ἀνδριάντος, ὁ δὲ Πολύκλειτος κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τὸν ἀνδριαντοποιὸν Πολύκλειτον εἶναι. δῆλον δὲ ὅτι οὕτως ἐνταῦθα λέγεται τῷ ἀνδριαντοποιῷ συμβεβηκέναι ὁ Πολύκλειτος, ὥσπερ ἐν Κατηγορίαις τῷ δεσπότῃ ὁ ἄνθρωπος. καὶ τὰ πε- ριέχοντα δὲ τὸ συμβεβηκός. εἰπὼν δὲ τὴν διαφορὰν τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός, βούλεται λοιπὸν εἰπεῖν τὸ προσεχὲς καὶ τὸ πόρρω. ἔστι γὰρ προσεχὲς μὲν κατὰ συμβεβηκὸς αἴτιον τοῦ ἀνδριάντος ὁ ἄνθρωπος, πορρωτέρω δὲ τὸ ζῷον ἢ τὸ ἔμψυχον· οὐ καθ’ αὑτὸ γὰρ ὁ ἄνθρωπος αἴτιος τοῦ ἀνδριάντος ἀλλὰ κατὰ συμβεβηκός, διότι συμβέβηκε τῷ ἀνδριαντοποιῷ ἀνθρώπῳ εἶναι. p. 195b1 Ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερον ἐγγύτερον, οἷον εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς λέγοιτο αἴτιος ἀνδριάντος. Ἤ εἰς κατασκευὴν τοῦ προτέρου τοῦτο ἐπήγαγεν, ὅτι ἐστὶ τοῦ συμβεβηκότος τὸ μὲν προσεχὲς τὸ δὲ πόρρω, ἵνα τὸν δἑ ἀντὶ τοῦ γάρ ἀκούσωμεν, ἢ βούλεται διὰ τούτων δεῖξαι, ὅτι καὶ τῶν τῆς αὐτῆς τάξεως συμβεβηκότων τὰ μὲν οἰκειότερα μᾶλλόν ἐστι τοῖς καθ’ αὑτὸ αἰτίοις, τὰ δὲ ἧττον, ἵνα τὸ πορρώτερον καὶ ἐγγύτερον ἀντὶ τοῦ οἰκειότερον καὶ ἀνοικειότερον ἀκούσωμεν. ὅθεν καὶ τὰ παραδείγματα τὰ τοιαῦτα ἔθηκε τὸν λευκὸν καὶ τὸν μουσικόν, ὧν οὐδέτερον περιεκτικώτερόν ἐστιν, ἀλλὰ τὸ μὲν μουσικὸν οἰκειότερον, ὅπερ οὐδενὶ ἄλλῳ συμβαίνει ἢ τῷ ἀνθρώπῳ, ὅπερ καθ᾿ αὑτὸ τῷ μουσικῷ συμβέβηκεν, ἧττον δὲ οἰκεῖον τὸ λευκόν· καὶ γὰρ ἄλλοις πολλοῖς παρά τὸν ἄνθρωπον. p. 195b3 Παρὰ πάντα δὲ τὰ οἰκείως λεγόμενα. Ὅτι καὶ ἔστι τρίτη ἀντίθεσις τοῦ τρόπου τῶν αἰτίων ἡ κατὰ τὸ δυνάμει καὶ κατὰ τὸ ἐνεργείᾳ, ἑτέρα οὖσα τοῦ καθ’ αὑτὸ καὶ τοῦ κατὰ συμβεβηκός· οἰκείως γὰρ λεγόμενα εἶπε τὸ καθ’ αὑτό. p. 195b6 ‘0μοίως δὲ λεχθήσεται καὶ ἐφ’ ὧν αἴτια τὰ αἴτια τοῖς εἰρημένοις. Ὅσα, φησίν, ἐπὶ τῶν αἰτίων εἴπομεν, τὰ αὐτὰ καὶ ἐπὶ τούτων ἐροῦμεν ὧν τὰ αἴτια αἴτιά εἰσι, λέγω δὴ τὰ αἰτιατά. τὰ δὲ ἑξῆς· ὁμοίως δὲ τοῖς εἰρημένοις λεχθήσεται ταῦτα· ὁ ἀνδριαντοποιὸς αἴτιος τοῦ ἀνδριάντος, ὁ δὲ ἀνδριὰς αἰτιατόν ἐστιν, ὅπερ ὡς εἶδος δοκεῖ αἴτιον, πλὴν ἐπεὶ ἐκ τοῦ ἀνδριαντοποιοῦ ὡς αἰτίου γέγονε, δοκεῖ αἰτιατὸν εἶναι. καὶ ἐνταῦθα γοῦν τοὺς προειρημένους τρόπους, τὸν καθ’ αὑτὸ τὸν κατὰ συμβεβηκὸς τὸν πόρρω τὸν προσεχῆ τὸν συμπεπλεγμένον τὸν ἁπλοῦν, εὑρήσεις χώραν ἔχοντας, καὶ ἔτι τῶν ὑλικῶν αἰτίων οὕτω †ἐξελάβειν ἐφ’ ὧν τὰ αἴτια αἴτιά εἰσιν. οἷον τοῦδε τοῦ ἀνδριάντος ἢ ἀνδριάντος ἢ ὅλως εἰκόνος· τοῦ εἴδους ὡς αἰτιατοῦ παραδείγματος. προσεχέστατον μὲν οὖν αἴτιον ὅδε ὁ ἀνδριὰς οἷον ὁ Ὅμηρος), πορρωτέρω δὲ ἀνδριὰς ἀπλῶς, καὶ τούτου πορρώτερον ἡ εἰκών· τὸν δὲ χαλκὸν εἰς παράδειγμα τοῦ ὑλικοῦ αἰτίου ὡς αἰτιατοῦ τέθεικεν, εἴπομεν δὲ ὅτι οὐδὲν ὡς ὕλη γίνεται, ἀλλὰ τὸ αὐτὸ γινόμενον εἶδός ἐστι. καὶ ἐπὶ τῶν συμβεβηκότων ὡσαύτως. ἐπειδὴ τῶν καθ’ αὑτὸ αἰτιατῶν παραδείγματα εἶπε, φησὶν ὅτι καὶ τὸ κατὰ συμβεβηκὸς τὸν αὐτὸν ἀποδώσομεν τρόπον ἐπὶ τῶν αἰτιατῶν, ὡς ὅταν εἴπω τριπήχη γενέσθαι εἰκόνα ἢ μεγάλην, καὶ τὰ ὅμοια. p. 195b10 Ἔτι δὲ δυμπλεκόμενα κἀκεῖνα καὶ ταῦτα λεχθήσεται. Tὴν ἑτέραν τῶν ἀντιθέσεων τὴν κατὰ τὸ ἀπλοῦν καὶ τὸ συμπεπλεγμένον προστίθησι νῦν. ταῦτα οὖν, φησί, τὰ ἁπλῶς εἰρημένα συμπεπλεγμένα λεχθήσεται, φημὶ δὴ τὰ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός· συμπλέκεται γὰρ ταῦτα ἀλλήλοις καὶ ταῦτα πρὸς τὸ προσεχὲς καὶ τὸ πόρρω. p. 195b12 Ἀλλ’ ὅμως ἅπαντά ἐστι τὸ μὲν πλῆθος ἕξ, λεγόμενα δὲ δίχως. Ἀπαριθμεῖται πάλιν τὰ εἰρημένα, ὅτι ἕξ εἰσιν οἱ τρόποι καθ’ ἕκαστον τῶν αἰτίων κατὰ τὰς εἰρημένας τρεῖς ἀντιθέσεις, λέγονται δὲ διχῶς κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ὥστε συμβαίνειν δώδεκα τοὺς τρόπους εἶναι καθ᾿ ἕκαστον τῶν αἰτίων. ἢ γὰρ ὡς τὸ καθ’ ἕκαστον, ἠὼς τὸ γένος, ἢ ὡς τὸ συμβεβηκός, ἢ ὡς τὸ γένος τοῦ συμβεβηκότος. δοκεῖ μὲν λέγων ἢ ὡς τὸ καθ’ ἕκαστον, ἢ ὡς τὸ γένος, τὴν προσεχοῦς καὶ τοῦ πόρρω ἀντίθεσιν λέγειν, τῷ δὲ ἐπαγαγεῖν ἢ ὡς τὸ συμβεβηκὸς ἐδήλωσεν ὅτι τοῦ καθ’ αὑτὸ ἦν ἡ προτέρα ἀντίθεσις ᾗ ἀντιδιέστειλε τὸ κατὰ συμβεβηκός. ἀλλ’, ὡς καὶ ἔμπροσθεν εἶπον, τὴν τοῦ προσεχοῦς καὶ τοῦ πόρρω ἀντίθεσιν συνέπλεξεν ἑκατέρῳ, καὶ τῷ καθ’ αὑτό φημι καὶ τῷ κατὰ συμβεβηκός, ἐφεξῆς δὲ προστίθησι καὶ τὴν τοῦ ἁπλοῦ καὶ τοῦ συμπεπλεγμένου, καὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. p. 195b16 Διαφέρει δὲ τοσοῦτον, ὅτι τὰ μὲν ἐνεργοῦντα καὶ τὰ καθ’ ἕκαστον ἅμα ἔστι καὶ οὐκ ἔστι καὶ ὧν αἴτια. Ὅτι τὰ μὲν ἐνεργείᾳ πάντως ὡσαύτως ἔχουσι τά τε αἴτια καὶ τὰ αἰτιατά (ἅμα γὰρ ἢ εἰσὶν ἢ οὐκ εἰσι), τὰ δὲ δυνάμει οὐ πάντως, ἀλλὰ δυνατὸν τὸ ἕτερον μὲν εἶναι τὸ δὲ ἕτερον οὔ. εἴπομεν δὲ περὶ ποίου δυνάμει λέγει. ἡ δὲ λέξις· διαφέρει, φησί, τὰ δυνάμει τῶν ἐνεργείᾳ, ὅτι τὰ μὲν ἐνεργεία αἴτια καὶ προσεχῆ (τοῦτο γὰρ αὐτὸ σημαίνει τὸ καθ’ ἕκαστον, τὸ προσεχές) ἅμα ἢ εἰσὶν ἢ οὐκ εἰσὶ τούτοις ὧν ἐστιν αἴτια. |p. 195b21 Δεῖ δὲ ἀεὶ τὸ αἴτιον ἑκάστου τὸ ἀκρότατον ζητεῖν. Ὅτι τὸ αἴτιον ζητοῦντας δεῖ τὸ ἀκρότατον ζητεῖν, τουτέστι τὸ προσεχέστατον· τεχνικὸν γὰρ τὸ αἴτιον ἀποδιδόντας μὴ τὸ τυχὸν ἀποδιδόναι, ἀλλὰ τὸ κυριώτατον, κυριώτατον δὲ τὸ προσεχέστατον. οἷον διὰ τί ὁ ἄνθρωπος οἰκοδομεῖ ἐρωτηθέντας οὐ δεῖ λέγειν ὅτι τεχνίτης ἐστίν, ἀλλ’ ὅτι οἰκοδόμος· διὰ τί δὲ ὁ οἰκοδόμος, διότι ἔχει τὴν οἰκοδομικὴν τέχνην. περαιτέρω δὲ προβαίνειν εὔηθες· πρῶτον γὰρ καὶ προσεχέστατον αἴτιον τῆς οἰκίας ἡ οἰκοδομικὴ τέχνη. p. 195b25 Ἔτι τὰ μὲν γένη τῶν γενῶν, τὰ δὲ καθ’ ἕκαστον τῶν καθ’ ἕκαστον. Ἕτερον θεώρημα καὶ αὐτὸ τεχνικὸν πάνυ· ἀπαιτούμενον αἰτίαν τινός, εἰ μὲν τὸ γενικώτατον εἴη, γενικὴν καὶ τὴν αἰτίαν ἀποδιδόναι. οἷον τίς αἴτιος τῆσδε τῆς εἰκόνος; ὁ δεῖνα ζωγράφος. ἀπλῶς δὲ εἰκόνος; ζωγράφος, οὐχ ὁ δεῖνα ἀλλ᾿ ἁπλῶς. καὶ τὰς μὲν δυνάμεις τῶν δυνατῶν, τὰ δὲ ἐνεργοῦντα πρὸς τὰ ἐνεργούμενα. ἕτερον θεώρημα ὅτι τῶν δυνάμει αἰτιατῶν αἴτια ἀποδοτέον τὰ δυνάμει, οἷον τῆς οἰκοδομηθησομένης οἰκίας τὸν οἰκοδομήσοντα οἰκοδόμον, τῶν δὲ ἐνεργείᾳ αἰτιατῶν τὰ ἐνεργείᾳ αἴτια, τῆς οἰκοδομουμένης τὸν οἰκοδομοῦντα. p. 195b28 Ὅσα μὲν οὖν τὰ αἴτια καὶ ὂν τρόπον αἴτια, ἔστω ἡμῖν διωρισμένα λέγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον τῶν αἰτίων. Διαλεχθεὶς περὶ τῶν καθ’ αὑτὸ αἰτίων καὶ τῶν κατὰ συμβεβηκός, καὶ διαστειλάμενος αὐτὰ ἀπ’ ἀλλήλων καὶ ἀκριβῶς τὸν περὶ αὐτῶν διεξελθὼν λόγον, ἐπειδὴ τῶν κατὰ συμβεβηκὸς αἰτίων ἐστὶ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον, βούλεται καὶ περὶ αὐτῶν διαλεχθῆναι· καὶ γὰρ πολλά φαμεν καὶ εἶναι καὶ γίνεσθαι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου. καὶ ζητεῖ περὶ αὐτῶν, ἵνα ἀνάπαλιν τῇ τάξει τῆς ἀπαριθμήσεως τῶν προβλημάτων εἴπωμεν ὥσπερ καὶ αὐτός, ἐν τίνι τῶν αἰτίων ἀποθετέον τὴν τύχην καὶ τὸ αὐτόματον, πότερον ἐν τῷ ποιητικῷ ἢ ἐν τῷ εἰδικῷ ἤ τινι τῶν ἄλλων, ἔπειτα τί διαφέρουσιν ἀλλήλων ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ τί ποτε ὅλως ἐστὶν ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ τέταρτον εἰ ὅλως ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ὅπερ ἔδει τῶν προβλημάτων πρότερον ἐκθέσθαι. ἐν γοῦν τῷ διαιτᾶν περὶ τῶν προβλημάτων τούτων ἀνάπαλιν ἄρξεται, καὶ πρῶτον ζητήσει εἰ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἔπειτα τί ποτέ ἐστι ταῦτα, ἔπειτα τί διαφέρουσιν ἀλλήλων, καὶ τέταρτον ἐν ποίῳ τῶν αἰτίων αὐτὰ ἀποθετέον. πρότερον οὖν ζητήσει εἰ ὅλως ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον· ἀπορήσει γοῦν εἰς τοὐναντίον, ὅτι μήποτε οὐκ ἔστιν ὅλως ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλ’ ὀνόματα μόνον ἐστὶ ταῦτα κενὰ ἐν τῇ συνηθείᾳ κατὰ μηδενὸς πράγματος κατηγορύμενα. καὶ γὰρ τῶν λεγομένων ἀπὸ τύχης γίνεσθαι ἔστι, φησίν, εὑρεῖν ὡρισμένα τινὰ αἴτια τῆς γενέσεως. οἷον προῆλθέ τις εἰς ἀγορὰν ἐπί τινα χρείαν, εἶτα ἐλθὼν καταλαμβάνει ἐκεῖσε τὸν φίλον ἐξ ἀποδημίας ἐπανήκοντα, ὃν ἐβούλετο μὲν θεάσασθαι, οὐκ ᾤετο δὲ τηνικαῦτα ἢ ἐξ ἀποδημίας ἐπανήξειν ἢ εἰς ἀγορὰν εὑρίσκεσθαι· οὗτος λέγεται μὲν ἀπὸ τύχης τῷ φίλῳ περιτετυχηκέναι, κενὴ δέ τις ἔοικεν αἰτίας εἶναι ἀπόδοσις ἡ τύχη. ἔστι γὰρ ἐπί τι ὡρισμένον αἴτιον ἀναγαγεῖν τὴν αἰτίαν τούτου, τὴν κινήσασαν προαίρεσιν εἰς ἀγορὰν ἐλθεῖν· εἰ γὰρ καὶ μὴ διὰ τοῦτο ἡ πρόοδος εἰς ἀγορὰν γέγονεν, ἀλλ’ οὐδὲν ἕτερον αἴτιόν ἐστι τῆς τοῦ φιλου ἐντυχίας, ἢ τὸ βουληθῆναι εἰς ἀγορὰν ἐλθεῖν. εἰ τοίνυν τὴν μὲν τύχην ἀόριστον εἶναι αἴτιον καὶ οἱ τιθέμενοι λέγουσιν, ἔστι δὲ τῶν ἀπὸ τύχης λεγομένων γίνεσθαι ὡρισμένον τι αἴτιον ἀποδοῦναι, ἔοικε κενὸν εἶναι μόνον ὄνομα ἡ τύχη. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ αὐτομάτου. ἐν πολέμῳ γὰρ διψήσας τις ἵππος κατέβαλε τὸν ἐπιβάτην καὶ ἔδραμεν ἐπὶ τὸ ὕδωρ, καὶ συμβολῆς γενομένης ἡττήθησαν καὶ ἀπώλοντο· λέγεται οὖν ὁ ἵππος ἐκ ὢ ταὐτομάτου σεσῶσθαι. λίθος κατηνέχθη ἄνωθεν, καὶ περιθραυσθεὶς τὰ ἐξέχοντα γέγονεν εἰς καθέδραν ἐπιτήδειος῾ καὶ λέγεται ἐκ ταὐτομάτου γενέσθαι. ἀλλὰ τούτων ἔστιν ὡρισμένα αἴτια ἀποδοῦναι τήν τε φυσικὴν τοῦ λίθου ὁρμὴν τὴν ἐπὶ τὸ κάτω κινήσασαν, καὶ τὴν τοῦ ἵππου δίψαν δι’ ἣν <ἐκ> τῆς παρατάξεως ἔφυγεν· ὥστε οὐκ ἔστιν ἡ λεγομένη τύχη καὶ τὸ αὐτόματον τινῶν αἴτια. ἔπειτα, φησίν, εἰ ἦν τι αἴτιον ἡ τύχη καὶ τὸ αὐτόματον, τί δήποτε οὐδεὶς τῶν παι σοφῶν τῶν γινομένων ἀποδιδοὺς τὰς αἰτίας τὴν τύχην καὶ τὸ αὐτόματον ἐν τοῖς αἰτίοις ἀπηριθμήσατο; Αἱ μὲν οὖν ἀπορίαι αἱ ἀναιροῦσαι ἐκ τῶν αἰτίων τὴν τύχην αὗται, ἐπιλύεται δὲ αὐτὰς ὁ Ἀριστοτέλης, καὶ τέως τὸν πρότερον λόγον, ἐξ αὐτῶν ὧν οἱ ἀναιροῦντες τὴν τύχην φασί· τὰ γὰρ εἰς ἀναίρεσιν τῆς τύχης προφερόμενα τοὐναντίον κατασκευαστικά ἐστι τοῦ εἶναι τινῶν αἰτίαν τὴν τύχην. εἰ γὰρ δυνατὸν ἀεὶ πάντα τὰ γινόμενα εἴς τινας ὡρισμένας αἰτίας ἀνάγειν, ὡς οἱ ἀποροῦντές φασι καὶ ἡ ἀλήθεια ἔχει, ὅμως δὲ κατὰ κοινὴν ἔννοιαν πάντες ἄνθρωποι τὰ μὲν ἀπὸ τύχης γίνεσθαί φασι τὰ δὲ οὐκ ἀπὸ τύχης, καίτοι οὐκ ἀποροῦντες καὶ τὰ ἀπὸ τύχης λεγόμενα γίνεσθαι ἀνάγειν εἰς ὡρισμένας αἰτίας, ἔοικεν ἄρα καὶ ἡ τύχη τινῶν εἶναι αἰτία παρὰ τὴν ὡρισμένην ἀρχήν· τῷ γὰρ ὄντι εἰ <μὴ> ἀπὸ ὡρισμένης ἀρχῆς ἀνῆγον οἱ ἄνθρωποί τινα ἐπὶ τὴν ἀόριστον αἰτίαν τὴν τύχην καὶ τὸ αὐτόματον, κἂν ἔδοξάν τι λέγειν οἱ ἀποροῦντες, εἰ δὲ προφανὴς μὲν ἐπὶ τῶν ἀπὸ τύχης λεγομένων γίνεσθαι ἡ ὡρισμένη αἰ|τία, ὥσπερ δὲ ὑπ’ αὐτῆς τῆς ἀληθείας g 5r καὶ τῶν κοινῶν ἐννοιῶν ἀναγκαζόμενοι πάντες ἄνθρωποι οὐ τὴν ὡρισμένην αἰτίαν, ἀλλὰ τὴν τύχην τῶν οὕτω γινομένων αἰτιῶνται, πῶς οὐ τοὐναντίον ἄνθρωποι τοὺς πρᾶξίν τινα τῶν ἀπηγορευμένων ἐκ τοιαύτης αἰτίας ἐνεργήσαντας. οἷον δισκεύων τις ὦσε κατὰ τοῦ φίλου τὸν δίσκον μὴ βουλόμενος, ὁ δὲ πληγεὶς τέθνηκε, καὶ συγγνώμης παρὰ πάντων ἀξιοῦται ὁ φονεύσας· ἀπὸ τύχης γὰρ τὸν φόνον γενέσθαι φαμέν, οὐκ ἀπὸ προαιρέσεως. καίτοι ἔξεστι κἀπὶ τούτων εἰπεῖν ὅτι ἡ προαίρεσις αἰτία τοῦ φόνου (εἰ γὰρ μὴ προείλετο ἀφεῖναι τὸν δίσκον, οὐκ ἄν ἐπλήγη ὁ φίλος), ἀλλ’ ὅμως οὐδεὶς τὴν προαίρεσιν αἰτιᾶται, ἐπεὶ ἔδωκεν ἄν τὴν τῆς τοιαύτης προαιρέσεως δίκην· ἀλλὰ τῆς μὲν ἀφέσεως ἡ προαίρεσις, τοῦ φόνου δὲ οὐχ ἡ προαίρεσις, ἀλλ’ ἡ τύχη. ἔστιν ἄρα καὶ ἡ τύχη τινῶν αἰτία. ἡ μὲν οὖν πρὸς τὴν προτέραν ἀπορίαν ἀπάντησις αὕτη. Πρὸς δὲ τὴν δευτέραν ἀπορίαν φησίν, ὅτι οὐκ ἐπειδὴ οὐδεὶς τῶν ἀρχαίων αἰτίαν τινῶν εἶπεν εἶναι τὴν τύχην, παρὰ τοῦτο ἀνῄρηται ἡ τύχη, ἀλλ’ ἐπειδὴ ἔστιν ἡ τύχη, κακῶς οἱ πρότεροι παρῆκαν τὴν αἰτίαν ταύτην καὶ οὐδὲν περὶ αὐτῆς εἰρήκασιν. ἐγκαλεῖ δὲ καὶ τοῖς πρότερον φυσιολόγοις, ὅτι, καίτοι τινὰ ἀπὸ τύχης λέγοντες γίνεσθαι, οὐδὲν περὶ τύχης διελέχθησαν, τίς τέ ἐστι καὶ πῶς αἰτία τῶν ἐξ αὐτῆς γινομένων. ὁ γοῦν Ἐμπεδοκλῆς ἀπὸ τύχης φησὶ τὸν ἀέρα τὴν ἄνω χώραν κατειληφέναι· συγκεχυμένων γὰρ ὄντων πάντων ἅμα ἐν τῷ σφαίρῳ πρότερον, διακριθέντα ὑπὸ τοὐ νείκους ἕκαστον ἐνεχθῆναι εἰς τὸν τόπον ἐν ᾧ νῦν ἔστιν, οὐκ ἀπό τινος προνοίας, ἀλλ’ ὅπως ἔτυχε. λέγει γοῦν περὶ τῆς τοῦ ἀέρος ἐπὶ τὸ ἄνω κινήσεως. ὡς οὕτω συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως. νῦν μὲν γὰρ ὑπὲρ τὴν γῆν εἶναι καὶ τὸ ὕδωρ, ἄλλοτε δ’ εἰ τύχοι ἐν ἑτέρᾳ κοσμοποιΐᾳ, ἡνίκα πάλιν ἀπὸ τοῦ σφαίρου γίνεται κόσμος, ἄλλην τινὰ τάξιν καὶ τόπον ἀπολαβεῖν. καὶ τὰ μόρια δὲ τῶν ζῴων κατὰ τύχην οὕτω τὰ πλεῖστα γενέσθαι φησὶν ὡς ἄν εἰ ἀπὸ προνοίας ἐγένοντο, τοὺς μὲν ἐμπροσθίους ὀδόντας ὀξεῖς πρὸς τὸ τέμνειν ἐπιτηδείους, τοὺς δὲ γομφίους πρὸς τὸ λεαίνειν. ὥστε κατηγορίας ἄξιοι, διότι ὅλως τινὰ λέγοντες εἶναι ἀπὸ τύχης οὐδὲν περὶ τῆς τύχης διωρίκασιν. ἀλλ’ ὁ μὲν Ἐμπεκοκλῆς μικρῶν τινων τὴν τύχην αἰτιασάμενος, εἰ μηδένα αὐτῆς πεποίηται λόγον, ἥττονος ἄν εἴη κατηγορίας ἄξιος· εἰσὶ δέ τινες, φησί, λέγει δὲ τοὺς περὶ Δημόκριοὗ] τὸν, οἳ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν θειοτάτων ἐν τοῖς φανεροῖς αἰτίαν αὐτὴν ἡγησάμενοι, οὐδὲ ἐπὶ σμικρόν τι περὶ αὐτῆς διελέχθησαν. ἀπείρους γὰρ κόσμους ὑποτιθέμενος ὁ Δημόκριτος, κατὰ τύχην μὲν ἔλεγεν ἐν τῷδε τῷ μέρει τοῦ κενοῦ ἀπείρου ὄντος τὸν κόσμον τοῦτον γενέσθαι, ἐν ἄλλῳ δὲ ἄλλον. ἀλλὰ καὶ αὐτῆς τῆς τῶν ὄντων διακοσμήσεως τὴν τύχην αἰτίαν φησὶν εἶναι · τάς τε γὰρ ἀτόμους κατὰ τύχην κινουμένας συνελθεῖν καὶ ποιῆσαι ἐξωτέρω μὲν τοῦ κόσμου παντὸς τὸν οὐρανὸν καὶ ἐφεξῆς ὡς ἔχει τάξεως τὰ λοιπά, καὶ τὴν γῆν δὲ κατὰ τύχην ἑστάναι· τὴν γὰρ τοῦ οδρανοῦ δίνην συμπεριάγειν ἑαυτῇ τὸν ἐντὸς ἀέρα. οὗτος δ’ ὁ ἀὴρ διὰ τὸ συνεχὴς εἶναι τῇ γῇ πανταχόθεν αὐτῆς ἁπτόμενος τῇ ὀξείᾳ περιδινήσει οὐκ ἐᾷ αὐτὴν καταπίπτειν, ἀλλ’ ἀκίνητον φυλάττει, ὥσπερ οἱ τὰς φιάλας πεπληρωμένας ὕδατος περιάγοντες καὶ μὴ ἐκχέοντές τι τοῦ ὕδατος διὰ τὴν ὀξεῖαν περιαγωγήν· ταχυτέρα γὰρ οὖσα ἡ κίνησις καὶ ἡ περιαγωγὴ τοῦ περιέχοντος τῆς κατὰ φύσιν τοῦ ἐντὸς κινήσεως φθάνει περιελθεῖν πρὶν ἐκεῖνο τῆς οἰκείας ἐκπεσεῖν ἕδρας. ὅθεν καὶ μέμφεται τῷ Δημοκρίτῳ, ὅτι τῶν μὲν μερικῶν οὐδὲν ἀπὸ τύχης γίνεσθαί φησιν (οὐ γὰρ ἐκ τοῦ τυχόντος τὸ τυχὸν γίνεσθαι), καὶ ἐν τῇ τῶν κτὰ μέρος ἀποδόσει οἷον διὰ τί τὰ θερμὰ διακρίνει καὶ τὰ λευκά; ἢ διὰ τί τὸ μέλι γλυκύ;) τὴν θέσιν καὶ τὴν τάξιν καὶ τὸ σχῆμα τῶν ἀτόμων αἰτιᾶται, αὐτῆς δὲ τῆς τῶν ὅλων γενέσεως τὸ αὐτόματον αἴτιον εἶναί φησι. καίτοι, φησί, τὸ ἐναντίον ἔδει ἐν μὲν τοῖς οὐρανίοις καὶ ταῖς τῶν στοιχείων ὁλότησι μηδὲν ἀπὸ τύχης μηδὲ ἀπὸ ταὐτομάτου εἶναι λέγειν, ἐν τοῖς κατὰ μέρος δέ, ἄν ἄρα, τὴν τύχην καὶ τὸ αὐτόματον αἰτιᾶσθαι. ἐν μὲν γὰρ τοῖς οὐρανίοις οὐδὲν ἐνδεχομένως γίνεται, οὐδὲ ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, ἀλλ’ ἀεὶ ὡσαύτως ἔχουσι τά τε οὐράνια καὶ αἱ τῶν στοιχείων ὁλότητες, τὰ δὲ κατὰ μέρος οὐκ ἔχουσι τὸ ἀναγκαῖον· οὐ γὰρ ἀεὶ πενταδάκτυλον ἡ φύσις ποιεῖ, ἀλλ’ ἔστιν ὅτε καὶ ἀποτυγχάνει τοῦ σκοποῦ. εἰ τοίνυν ἡ τύχη καὶ τὸ αὐτόματον οὐ τῶν ἐξ ἀνάγκης γινομένων, ἀλλὰ τῶν ὡς ἐπ’ ἔλαττον, εὐλογώτερον τῶν κατὰ μέρος αὐτὴν αἰτιᾶσθαι ἅπερ οὐκ ἔχει τὸ ἀναγκαῖον, ἢ τῶν ὁλοτήτων ἐν αἷς ἔστιν ἀεὶ τὸ ἀναγκαῖον· ἀλλ’ ὅμως τύχην καὶ τὸ αὐτόματον τῶν τηλτκούτων αὐτιασάμενος, οὐδένα λόγον ἡμῖν πτρὶ τόχης καὶ αὐτομάτου κατεβάλλετο. p. 195b33 τίνα οὖν τρόπον ἐν τούτοις ἐστὶ τοῖς αἰτίοις ἡ τύχη καὶ τὸ αὐτόματον. Ἐv τούτοις· τοῖς ἀπηριθμημένοις, πότερον ὡς ποιητικὸν ἤ τι τῶν λοιπῶν τριῶν. ἀπαριθμεῖται δὲ τὰ προβλήματα ἀνάπαλιν ὥσπερ εἴρηται. αἴτιον τὸ βούλεσθαι ἀγοράσαι ἐλθόντα. ἀγοράσαι, τουτέστιν εἰς ἀγορὰν διατρῖψαι. Ἀριστοφάνης· ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων; ἐπεὶ εἴ γέ τι ἦν ἡ τύχη, ὡς ἀληθῶς ἦν ἀπορία ἐξ ἐνδόξων πρόσω· πων ἔχουσα τὸ εὔλογον, ὅτι μηδεὶς τῶν σοφῶν τὰς αἰτίας τῶν γινομένων ἀποδιδοὺς τύχην καὶ αὐτόματον μετὰ τῶν αἰτίων κατηρίθμησεν, ἀλλ’ ἢ νεῖκος καὶ φιλίαν ἢ πῦρ ἢ νοῦν ἡ τι τῶν ἄλλων. p. 196a11 Ἀλλὰ καὶ τοῦτο θαυμαστόν. Ἔνθεν ἡ ἐπίλυσις τῶν ἠπορημένων, καὶ τέως τὴν προτέραν ἐπιλύεται ἀπορίαν. αὐτό, φησί, τοῦτο ἐξ οὗ τὴν ἀπορίαν κατασκευάζετε θαυμαστὸν ἄν εἴη, τί δή ποτε δυνατὸν ὂν εἰς ὡρισμένας αἰτίας ἀναγαγεῖν τὰ λεγόμενα ὑπὸ τύχης γίνεσθαι, ὅμως οὐ πάντα τὰ γινόμενα εἰς ὡρισμένας αἰτίας ἀνάγουσιν οἱ ἄνθρωποι, ἀλλ’ εἶναί τινά φασι καὶ ἀπὸ τύχης γινόμενα. τοῦτο δὲ οὐκ ἄν ἔπασχον (λέγω τὸ σαφοῦς οὔσης τῆς ὡρισμένης αἰτίας, εἰς ἣν δυνατὸν τὰ ἀπὸ τύχης ἀναγαγεῖν, ὅμως τύχην τῶν τοιούτων αἰτιᾶσθαι), εἰ μή τις ἦν παρὰ τὴν ὡρισμένην αἰτίαν ἡ τύχη τὴν μαρτυρίαν ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως ἔχουσα· ὅθεν, ὡς ἔφην, τοὺς κατὰ τοιαύτην αἰτίαν ἁμαρτάνοντας καὶ συγγνώμης πάντες ἀξιοῦμεν. ἃ οὐκ ἀγνοοῦντες ὅτι ἔστιν ἐπανενεγκεῖν ἕκαστον ἐπί τι αἴτιον τῶν γινομένων. οὐκ ἀγνοοῦντες πάντες οἱ ἄνθρωποι ὅτι τὰ ἀπὸ τύχης λεγόμενα δυνατὸν ἐπί τι αἴτιον ὡρισμένον ἀνενεγκεῖν, ὥσπερ καὶ οἱ ἀναιροῦντς τὴν τύχην φασίν, ὅμως οὐκ ἀναφέρουσι. p. lOGalG Διὸ καὶ ἁμῶς γέ πως ἦν ποιητέον αὐτοῖς μνείαν. Τῆς δευτέρας ἀπορίας ἡ ἐπίλυσις, ὅτι ἔδει τοὺς περὶ φυσικῶν αἰτίων διαλεχθέντας κἀν κατὰ μικρὸν γοῦν περὶ αὐτῶν διαλεχθῆναι· οὐ γὰρ διὰ τὸ μὴ διαλεχθῆναι αὐτοὺς περὶ τούτων ἀνῄρηται ἡ τύχη καὶ τὸ αὐτόματον, ἀλλ’ ἐπειδὴ κατὰ κοινὴν ἔννοιαν πάντες εἶναι ταῦτα ὁμολογοῦμεν, ἔδει καὶ τοὺς ἀρχαίους κἀν βραχὺ γοῦν περὶ αὐτῶν διαλεχθῆναι. ἀλλὰ μὴν οὐδὲ ἐκείνων γέ τι ᾤοντο εἶναι τὴν τύχην. ἵνα μὴ τις εἴπῃ ὅτι διελέχθησαν περὶ τύχης καὶ τοῦ αὐτομάτου τὴν γὰρ φιλίαν ὁ Ἐμπεδοκλῆς καὶ τὸ νεῖκος ταῦτα εἶναι ᾤετο, ἤγουν τὸ πῦρ Ἡράκλειτος, ἢ τὸν νοῦν Ἀναξαγόρας), φησὶν οὖν ῾οὐ ταῦτα τύχην ἢ τὸ αὐτόματον ὑπελάμβανον᾿ ,πρῶτον μὲν ὅτι οὐ διώρισαν αὐτὸ τοῦτο, ἔπειτα τὰ μὲν παρ’ αὐτῶν ἀποδιδόμενα αἴτια ὡρισμένα τε καὶ ὡρισμένων ποιητικά (τῆς γὰρ φιλίας ἔργον τὸ συγκρίνειν καὶ τοῦ νείκους τὸ διακρίνειν, καὶ τοῦ κτὰ Ἀναξαγόραν νοῦ ἔργον τὸ βουλεύεσθαι διακρίνειν τὰς ὁμοιομερείας), ἡ δὲ τύχη καὶ τὸ αὐτόματον ἀόριστά τε καὶ ἀορίστων ποιητικά. ἄτοπον οὖν εἴτε μὴ ᾤοντο, εἴτε οἰόμενοι παρελίμπανον· εἴτε γὰρ μὴ ᾤοντο εἶναι τὴν τύχην, ἔδει αὐτὸ τοῦτο εἰπεῖν ὁρῶντας πολλὴν ἐν πᾶσιν οὖσαν τὴν περὶ αὐτῆς δόξαν. εἴτε ᾤοντο μὲν μηδὲν δὲ περὶ αὐτῆς διελέχθησαν, οὐκ ἄν ἐκφύγοιεν τὸ ἔγκλημα. καίτοι μνησθέντες αὐτῆς ἐν τοῖς ἑαυτῶν λόγοις, οὔτε τί ποτέ ἐστιν εἰρήκασιν, οὔτε ποίαν τάξιν ἔχει ἐν τοῖς αἰτίοις. p. 196a24 εἰσὶ δέ τινες οἳ καὶ τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κόσμων ἁπάντων αἰτιῶνται τὸ αὐτόματον. Θαυμαστικῶς κεῖται τὸ τοῦδε, ὅτι τῶν τηλικούτων καὶ τῶν τοιούτων καὶ τῶν ἐν τοῖς φανεροῖς θειοτάτων ἄλογον καὶ ἀόριστον αἰτίαν τοῦ εἶναι ἔθεντο. ἀπὸ ταὐτομάτου γάρ φασι γίνεσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν. ἐπειδὴ ἕκαστον τῶν στοιχείων ἰδίαν κίνησιν ἔχει, ἥτις αὐτὸ διαἀμωσγέπως κρίνει τῶν ἄλλων ἅμα γὰρ τῷ συστῆναι πῦρ κάτω, χωρεῖ εἰς τὸν οἰκεῖον τόπον καὶ διακρίνεται τῶν ἑτερογενῶν · ὁμοίως κἄν ἄνω συστῇ ὕδωρ ἢ γῆ, εὐθὺς εἰς τὸν οἰκεῖον χωρεῖ τόπον · καὶ τὸ ὕδωρ δὲ πέφυκεν εἰς τὰ κοιλώματα τῆς γῆς συρρεῖν, καὶ ἡ γῆ ὑφίστασθαι τῷ ὕδατι, καὶ ἄμφω ταῦτα τῷ ἀέρι), τὴν τοιαύτην οὖν αὐτῶν κίνησιν, ἐξ ἧς διακρίνονται ἀλλήλων, κατὰ τύχην αὐτοῖς γίνεσθαί φασι. καὶ τὴν δίνην δὲ τὴν εἰς τοιαύτην τάξιν τὸ πᾶν καταστήσασαν ὅπως ἔχει νῦν, ὥστε συμπεριάγεσθαι τῷ οὐρανῷ τὸν ἀέρα, διὰ τὴν ὀξεῖαν δὲ περιδίνησιν τὴν γῆν ἐν τῷ μέσῳ φυλάττεσθαι, ὁμοίως ἐκ ταὐτομάτου φασὶ γενέσθαι καὶ ἀπὸ τύχης. ὅπερ, φησί, καὶ θαυμάσαι ἐστὶν ἄξιον, ὅπως ἐπὶ ζῴων μὲν |καὶ φυτῶν καὶ τῶν μερῶν αὐτῶν οὐδὲν ἀπὸ τύχης φασὶ γενέσθαι οὐδὲ ἀπὸ ταὐτομάτου, ἐν οἷς ἔστι καὶ τὸ μὴ ἀεὶ ὡσαύτως ἔχειν, τὰ δὲ θειότατα τῶν φανερῶν καὶ τὰ ἀεὶ ὡσαύτως ἔχοντα τῷ αὐτομάτῳ ἀνέθεσαν, ὅπερ οὐδὲ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἐστὶν αἴτιον, ἀλλὰ μόνον τῶν ἐπ’ ἔλαττον. πολλῆς οὖν ἐμβροντησίας ἄν εἴη τῶν μὲν ἀεὶ ὡσαύτως ἐχόντων τὸ αὐτόματον αἰτιᾶσθαι, τῶν δὲ μὴ ἀεὶ ὡσαύτως ἐχόντων ἀλλ’ ἔστιν ὅτε καὶ τοῦ σκοποῦ τοῦ φυσικοῦ ἀποτυγχανόντων, οἷά ἐστι τὰ ἐν γενέσει, τούτων πρόνοιάν τινα καὶ μὴ τὸ αὐτόματον αἰτιᾶσθαι, εἰ μή τις διὰ τὸ ἀνόητον τοῦ λόγου ἀπολογούμενος ὑπὲρ αὐτῶν εἴποι ὅτι αὐτόματον ἔλεγον τὴν ὑλικὴν αἰτίαν, ὥσπερ καὶ ἡμεῖς φαμεν τἀς πόας ἐκ ταὐτομάτου γίνεσθαι, ἐπειδὴ μὴ ἔστι μερικόν τι τῆς γενέσεως αὐτῶν αἴτιον, ἀλλ’ ἐκ τῆς ὑλικῆς αἰτίας τὴν γένεσιν ἔχουσι. p. 196a35 Καίτοιγε εἰ οὕτως ἔχει, τοῦτό αὐτὸ ἄξιον ἀπισάσεως, καὶ καλῶς ἔχει λεχθῆναί τι περὶ αὐτοῦ. Εἰ οὕτως ἔχει ταῦτα, φησίν, ἄξιόν ἐστιν αὐτὸ τοῦτο ἐπιστάσεως διὰ τὸ ἄλογον τοῦ πράγματος, καὶ οὐκ ἔδει αὐτοὺς οὕτως ἀνεξετάστως παρελθεῖν, ἀλλ’ εἰπεῖν τι περὶ τοῦ αὐτομάτου τούτου, τί ποτέ ἐστιν ὃ τῶν τηλικούτων ἐστὶν αἴτιον. p. 196b3 Ἐν δὲ τοῖς οὐκ ἀπὸ τύχης πολλὰ συμβαίνοντα ἀπὸ τύχης. οὐκ ἀπὸ τύχης φησὶ τὰ ἐν γενέσει καὶ φθορᾷ· ταῦτα γὰρ ἐκεῖνοι οὐκ ἀπὸ τύχης εἶναι ἔλεγον. ἐν οἷς οὖν ἐκεῖνοι λέγουσι μὴ εἶναι ἀπὸ τύχης, πολλὰ φαίνονται ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου (οἷά ἐστι τὰ παρὰ φύσιν τικτόμενα· τὰ γὰρ ἀπὸ τύχης ἐπ’ ἔλαττον, τοιαῦτα δὲ τὰ παρὰ φύσιν), ἐν δὲ τοῖς οὐρανίοις οὐδέν ἐστιν ἐπ’ ἔλαττον, ἅπερ ἐκεῖνοί φασιν ἀπὸ τύχης. p. 196b5 εἰσὶ δέ τινες οἷς δοκεῖ εἶναι μέντοι ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνῃ διανοίᾳ ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον. Ετεροι δέ τινες, φησίν, εἶναι μέντοι τὴν τύχην λέγουσι, θεῖόν τι ἢ δαιμόνιον οὖσαν χρῆμα, ἄδηλον δὲ εἶναι τοῦτο τῇ ἡμετέρᾳ διανοίᾳ, καὶ ὁρίζονται ταύτην ἀπὸ τῆς ἑαυτῶν ἀγνοίας, τύχην λέγοντες εἶναι τὸ ἄδηλον ἀνθρωπίνῃ διανοίᾳ· τοῦτο δὲ οὐκ ἔστιν εἰπεῖν τί ποτέ ἐστιν ἡ τύχη, ἀλλὰ τί οὐκ ἔστιν. ὥστε σκεπτέον καὶ τί ἑκάτερον. ἐπειδὴ ἔδειξεν ὅτι ἔστι, δεῖ, φησίν, ἐπὶ τὰ λοιπὰ τῶν προβλημάτων μετελθεῖν, καὶ δεῖξαι τί ἐστιν ἑκάτερον καὶ τί διαφέρουσι καὶ ἐν ποίοις τῶν αἰτίων αὐτὰ ἀνακτέον. p. 196b10 Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γινόμενα, τὰ δὲ ὡς επὶ τὸ πολύ. Δείξας ὅτι ἔστιν ἡ τύχη τῷ λῦσαι τὰς φερομένας εἰς αὐτὴν ἀπορίας καὶ τὴν τῶν πραγμάτων φύσιν καὶ τὰς κοινὰς πάντων ἐννοίας μαρτυράμενος, μέτεισιν ἐπὶ τὰ προτεθέντα προβλήματα, καὶ ζητεῖ τί ποτέ ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον. πρότερον δὲ διδάσκει τί ὑπάρχει αὐτοῖς κοινόν, ἔπειτα τί διαφέρουσιν ἀλλήλων, καὶ ἐπειδὴ ἔστι τι τὸ κοινῶς λεγόμενον αὐτόματον, ὃ κατηγορεῖται κατά τε τύχης καὶ κατὰ τοῦ ἰδίως λεγομένου αὐτομάτου, διαλέγεται καὶ περὶ αὐτοῦ· εἶτα ἐφεξῆς περὶ τοῦ ἰδίως λεγομένου αὐτομάτου. ἵνα οὖν εὕρῃ τί ποτέ ἐστιν ἡ τύχη καὶ τὸ αὐτόματον, ἐπειδὴ πολλαχοῦ σαφέστερά ἐστι τὰ αἰτιατὰ τῶν αἰτίων καὶ ἐκ τῶν αἰτιατῶν γινώσκομεν τὰ αἴτια, διὰ τοῦτο πρῶτον διδάσκει τίνα λέγεται εἶναι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου· δῆλον γὰρ ὅτι εἰ ἔγνωμεν τίνα ποτέ ἐστι ταῦτα, ἐκ τούτων καὶ εἰς τὸ ποιητικὸν αὐτῶν αἴτιον ἀναχθῆναι δυνάμεθα. ἵνα οὖν γνῷ τίνα ἐστὶ ταῦτα, λαμβάνει τῶν γινομένων πλείους διαιρέσεις, ἐξ ὧν συνάγει τί ἐστιν ἑκάτερον καὶ τὸν ὁρισμὸν αὐτῶν ἀποδίδωσι. τῶν γὰρ γινομένων, φησί, τὰ μὲν ἀεὶ ὡσαύτως γίνεται, τὰ δὲ ὡς ἐπὶ πολύ, τὰ δὲ ὡς ἐπ’ ἔλαττον. ἀεὶ μὲν γὰρ ὡσαύτως γίνεται τὰ οὐρανία· ἀεὶ γὰρ ὁ ἥλιος κατὰ τήνδε μὲν ἡμέραν ἐν Κριῷ γίνεται, κατὰ τήνδε <δὲ> ἐν Ταύρῳ. καὶ ἐπὶ πάντων ὁμοίως τῶν οὐρανίων. ἐπὶ πολὺ δὲ γίνεται τἂ φυσικά· ὡς ἐπὶ πολὺ γὰρ πενταδάκτυλον ἡ φύσις ποιεῖ. ἔστι δὲ καὶ τὰ ἀντικείμενα ἔχοντα] τούτοις τὰ ἐπ’ ἔλαττον γινόμενα· ἐπεὶ γὰρ ἔστι τινὰ ὡς ἐπὶ τὸ πλεῖστον γινόμενα καὶ μὴ ἔχοντα ἀναγκαίαν ἀεὶ τὴν ἔκβασιν, ἅπερ ἐστὶ τὰ φυσικὰ καὶ τὰ τεχνητὰ (ὡς ἐπὶ τὸ πλεῖστον γὰρ καὶ ἡ φύσις καὶ ἡ τέχνη τοῦ σκοποῦ τυγχάνει), ἐξ ἀνάγκης δεῖ εἶναί τινα καὶ ἐπ’ ἔλαττον, ἃ τὴν ἀναγκαίαν ἐκείνων γένεσιν διακόπτει. παραλιμπάνει δὲ τὰ ἐπ’ ἴσης ὁ Ἀριστοτέλης, ἅ τινα ἐπὶ μόνῃ τῇ προαιρέσει τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχει, ὡς προδήλου ὄντος ὅτι τὰ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου τῶν οὐκ ἐφ’ ἡμῖν εἰσι, τὰ δὲ ἐπ’ ἴσης τῶν ἐφ’ ἡμῖν. ἐπεὶ οὖν τὰ ἐξ ἀνάγκης καὶ τὰ ἐπὶ πολὺ καὶ τὰ ἐπ’ ἔλαττον τῶν οὐκ ἐφ’ ἡμῖν, καὶ τὰ ἀπὸ τύχης δὲ τῶν οὐκ ἐφ’ ἡμῖν, ζητεῖ ἐν ποίῳ τούτων θετέον τὴν τύχην καὶ τὸ αὐτόματον. καὶ οὐκ ἄν τις ἀπορήσειε, διὰ τί μὴ τῶν ἀδυνάτων ἐμνήσθη· δῆλον γὰρ ὅτι τῶν γινομένων ποιεῖται τὴν διαίρεσιν, τὸ δὲ ἀδύνατον οὐκ ἄν γένοιτο· ὥστε εἰκότως οὐκ ἐμνή|σθη τῆς ἀδυνάτου ὕλης. ἐν μὲν οὖν τοῖς ἐξ ἀνάγκης καὶ ἀεὶ γινομένοις οὐκ ἄν τις θείη τὴν τύχην καὶ τὸ αὐτόματον· οὐδεὶς γὰρ ἄν εἴποι κατὰ τύχην ἐν Κριῷ γίνεσθαι τὸν ἥλιον, ἢ τὴν σελήνην κατὰ τύχην τοὺς φωτισμοὺς δέχεσθαι, ἀλλ’ οὐδ’ ἐκ ταὐτομάτου καὶ οὐ κατά τινα λόγον. ἀλλ’ οὐδὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πλεῖστον θετέον τὴν τύχην καὶ τὸ αὐτόματον· τίς γὰρ ἂν εἴποι ἐκ τύχης ἢ ἐκ ταὐτομάτου Σωκράτην πενταδάκτυλον γενέσθαι; λείπεται οὖν ἐν τοῖς ἐπ’ ἔλαττον τιθέναι τὴν τύχην καὶ τὸ αὐτόματον· καὶ γὰρ τὰ ἀπὸ τύχης συμβαίνοντα σπάνιά ἐστιν ἢ ἐπ’ ἔλαττον, καὶ τὰ σπάνια καὶ ἐπ’ ἔλαττον ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου. ἔχομεν οὖν ἐκ τῆς διαιρέσεως ταύτης, ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ἐπ’ ἔλαττόν ἐστι. πάλιν τῶν γινομένων τὰ μὲν ἕνεκά του γίνεται (τοιαῦτα δέ ἐστι καὶ τὰ φυσικὰ πάντα καὶ τὰ τεχνητά), τὰ δὲ οὐδενὸς ἕνεκα, οἷον ὡς τὸ κινεῖν τὴν χεῖρα διαλεγόμενον ἢ τὸ ἕλκειν τῆς κεφαλῆς ἢ τοὐ γενείου τρίχας· ταῦτα γὰρ συνηθείᾳ τινὶ οὐδενὸς ἕνεκα γίνεται. τούτων οὖν ἐν τοῖς ἕνεκά του θετέον αἰτίαν τὴν τύχην, οὐκ ἐν τοῖς οὐδενὸς ἕνεκα γινομένοις, ἐν τοῖς ἕνεκα δέ του ἡ τύχη καὶ τὸ αὐτόματον οὐχ ὡς αὐτῶν ἕνεκά του ποιούντων, ἀλλ’ ὡς παρακολουθούντων τοῖς ἕνεκά του. ἔχομεν οὖν ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐν τοῖς ἕνεκά του διὰ τὴν δευτέραν διαίρεσιν, καὶ ἐν τοῖς ἐπ’ ἔλαττον διὰ τὴν προτέραν. διαιρεῖ δὲ καὶ τὸ ἕνεκά του εἴς τε τὰ κατὰ προαίρεσιν καὶ εἰς τὰ μὴ κατὰ προαίρεσιν· κατὰ προαίρεσιν μέν εἰσι τὰ ἐφ’ ἡμῖν πάντα, οὐ κατὰ προαίρεσιν δὲ τά τε φυσικὰ καὶ τὰ τεχνητά· ὑπὸ μὲν οὖν τὰ κατὰ προαίρεσιν ἀνάξεις τὴν τύχην, ὑπὸ δὲ τὰ μὴ κατὰ προαίρεσιν τὸ αὐτόματον. τὰ γὰρ τεχνητὰ ἐκ διανοίας μὲν γίνεται, ἐκ προαιρέσεως δὲ οὔ· ἡ γὰρ προαίρεσις αἵρεσίς ἐστι τοῦδε πρὸ τοῦδε ὁ δὲ τεχνίτης οὐχ αἱρεῖται ὃ βούλεται, ἀλλ’ ὅπερ ἄν ἡ τέχνη ἀπαιτῇ κἂν βουλεύηται δὲ ἔστιν ὅτε, οὐχ ὡς τεχνίτης βουλεύεται· ἡ γὰρ βουλή, ὡς αὐτός φησι, γίνεται δι’ ἔνδειαν φρο- νήσεως. ὥστε ἐὰν παρῇ ἡ τέχνη, βουλῆς οὐ δεῖ. ὥστε οὐδὲ τῶν ἐφ’ ἡμῖν ἡ τέχνη· τὰ γὰρ ἐφ’ ἡμῖν κατὰ προαίρεσιν, ὡς τὸ λούσασθαι καὶ μή, καὶ τὰ παραπλήσια. τρίτῃ κέχρηται διαιρέσει, μᾶλλον δὲ τὸ ἕνεκά του ἄλλως ἐπιδιαιρεῖ· τῶν γὰρ ἕνεκά του, φησί, τὰ μὲν ἀπὸ διανοίας γίνεται τὰ δὲ ὑπὸ φύσεως, ὑπὸ διανοίας μὲν τά τε κατὰ προαίρεσιν καὶ κατὰ τέχνην (ἐπὶ πλέον γὰρ ἡ διάνοια τῆς προαιρέσεως), ὑπὸ φύσεως δὲ τὰ φυσικά. πάντα δὲ ἕνεκά του· ἥ τε γὰρ φύσις ἕνεκά του ποιεῖ (τυχεῖν γὰρ θέλει τοῦ φυσικοῦ εἴδους), καὶ ἡ διάνοια ὁμοίως. καὶ γὰρ καὶ τὰ κατὰ τέχνην καὶ τὰ κατὰ προαίρεσιν ἕνεκά του γίνεται· οἷον λούομαι ἵνα ὑγιάνω, καὶ ἀναγινώσκω ἵνα ἐλλόγιμος γένωμαι. ἀνάξεις οὖν ὑπὸ μὲν τὰ κατὰ διάνοιαν τὴν τύχην, ὑπὸ δὲ τὰ κατὰ φύσιν τὸ αὐτόματον· τῶν γὰρ κατὰ διάνοιαν καὶ τῶν κατὰ φύσιν ἕνεκά του γινομένων, ὅταν μὲν τοῦ οἰκείου ταῦτα τύχωσι σκοποῦ, οὐδὲν λέγεται συμβεβηκέναι ἀπὸ τύχης ἢ ἀπὸ ταὐτομάτου, ὅταν δὲ ἢ μὴ τοῦ σκοποῦ ταῦτα τύχωσιν ἢ καὶ τυχόντων τῇ προαιρετικῇ καὶ φυσικῇ ὁρμῇ ἔξωθέν τι κατὰ συμβεβηκὸς παρακολουθήσῃ, ὃ μηδαμῶς προέκειτο τῷ σκοπῷ τῆς φύσεως ἢ τῆς προαιρέσεως, τοῦτο λέγεται ἢ κατὰ τύχην συμβῆναι εἰ τῇ προαιρετικῇ ὁρμῇ ἐπηκολούθησεν, ἢ ἐκ ταὐτομάτου εἰ τῇ φυσικῇ. οἷον προῆλθέ τις λουσόμενος, εἶτα πρὶν λούσασθαι ὑπαντήσας ὃν οὐ προσεδόκησεν ὑπέδειξεν αὐτῷ πιπρασκόμενα βιβλία, ὅπερ ἐζήτει μὲν πάλαι ἀγοράσαι οὐκ ἄν δὲ ἤλπισε νῦν εὑρηκέναι, καὶ περιφρονήσας τοῦ λουτροῦ ἀπῆλθεν ἐπὶ τὴν ὠνὴν τῶν βιβλίων. λέγεται οὖν ἡ ὠνὴ τῶν βιβλίων κατὰ τύχην γενέσθαι· ἐπηκολούθησε γὰρ ὁρμῇ προαιρετικῇ τῇ ἐπὶ τὸ λουτρὸν προόδῳ. ἐνταῦθα τοῦ μὲν σκοποῦ ἡ προαίρεσις ἀπέτυχεν, ἕτερον δέ τι τέλος τῇ τοιαύτῃ ὁρμῇ κατὰ συμβεβηκὸς ἐπηκολούθησε. πάλιν προελθών τις λούσασθαι κατενεχθέντος λίθου ἐπλήγη, καὶ οὐκ ἄν ἔτι ἐλούσατο. εἰ δὲ προέλθοι τις ἐπὶ τῷ διατρῖψαι εἰς ἀγοράν, εἶτα ἐλθὼν περιτύχοι ἐκεῖ τῷ ἐξ ἀποδημίας ἐλθόντι φίλῳ ὃν οὐκ ἄν ἥλισε, τῷ σκοπῷ καὶ τῷ τέλα τῆς προαιρέσεως λέγεται κατὰ συμβεβηκὸς ἐπηκολουθηκέναι τὰ ἀπὸ τύχης. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν φυσικῶν · οἷον ἔπεσε λίθος ἐξ ὕψους οὐκ ἀσφαλῶς ᾐωρημένος, καὶ κατηνέχθη ὑπὸ τῆς ὢ φυσικῆς ὁρμῆς εἰς τὸν οἰκεῖον καὶ κατὰ φύσιν τόπον, καὶ κατενεχθεὶς προσερράγη τισὶ στερεοῖς σώμασι καὶ ἐθραύσθη τὰς ἐξοχὰς καὶ γέγονεν εἰς καθέδραν ἐπιτήδειος· ἐκ ταὐτομάτου λέγεται γεγενῆσθαι τοῦτο, τῇ φυσικῇ ὁρμῇ καὶ τῷ σκοπῷ τῆς φύσεως κατὰ συμβεβηκὸς παρακολουθῆσαν. τὸ δὲ γενέσθαι ἑξαδάκτυλον, καὶ ἀπλῶς πάντα τὰ τέρατα, ἐκ ταὐτομάτου μὲν διὰ τὸ ὁρμῇ φυσικῇ ἐπακολουθῆσαι, οὐ τῷ τέλει δὲ τῷ φυσικῷ ἐπηκολούθησεν, ἀλλ’ ἐκείνου διαμαρτούσης τῆς φύσεως συνέβη ταῦτα γενέσθαι· ὥστε καὶ ἐκ τούτων ἔχομεν, ὅτι τῶν κατὰ συμβεβηκὸς αἰτίων ἡ τύχη καὶ τὸ αὐτόματον. Τὰ δεδειγμένα οὖν ἐκ πάντων τούτων συναγαγὼν ὁρίζεται τὴν τύχην, ὅτι ἔστιν αἰτία κατὰ συμβεβηκὸς ἐν τοῖς ἐπ’ ἔλαττον κατὰ προαίρεσιν τῶν ἕνεκά του. ἵνα δὲ σαφέστερος γένηται ὁ ὁρισμός, δεῖ οὕτως εἰπεῖν ὑπερβιβάσαντα τὴν λέξιν, ὅτι ‘ἔστιν ἡ τύχη τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν τῶν ἐπ’ ἔλαττον γινομένων αἰτία κατὰ συμβεβηκός’ . ὁμοίως δὲ καὶ τοῦ αὐτομάτου τὸν ὁρισμὸν ἀποδώσει, λέγων ὅτι ῾ἔστι τὸ αὐτόματον τῶν ἕνεκά του ἐν τοῖς κατὰ φύσιν τῶν ἐπ’ ἔλαττον γινομένων αἰτία κατὰ συμβεβηκός᾿ . ὡς γὰρ εἶπον, ὅταν μὲν τοῖς κατὰ προαίρεσιν ἄνα τινὰ ἀπαντήσῃ παρὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν, τούτων τῆς ἐκβάσεως αἰτία λέγεται εἶναι ἡ τύχη, ὅταν δὲ τοῖς κατὰ φύσιν, τὸ αὐτόματον. ἐν τοῖς ἕνεκα δέ του, ὅτι τοῖς ἕνεκά του κατὰ συμβεβηκὸς παρέπεται τῇ φύσει καὶ τῇ προαιρέσει. τούτων δὲ τῶν ὁρισμῶν ἐὰν ἀφέλῃς τοῦ μὲν τὸ ἱέν τοῖς |κατὰ προαίρεσιν’ τοῦ δὲ τὸ ἱέν τοῖς κατὰ φύσιν’, ποιήσεις τὸν τοῦ κοινοῦ αὐτομάτου ὁρισμόν, ὃς καὶ κατὰ τῆς τύχης καὶ κατὰ τοῦ ἰδίως λεγομένου αὐτομάτου κατηγορεῖται. τί οὖν διαφέρει ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἄλλων κατὰ συμβεβηκὸς αἰτίων λεγομένων, οἷον τοῦ φαλακροῦ ἢ τοῦ λευκοῦ; λέγεται γὰρ ὁ φαλακρὸς ἢ ὁ λευκὸς οἰκοδομῆσαι ἢ αἴτιος εἶναι τοῦ υἱοῦ, εἰ ὁ πατὴρ τοιοῦτος εἴη καὶ ὁ οἰκοδόμος. ὅτι τῶν ἄλλων κατὰ συμβεβηκὸς αἰτίων λεγομένων ἕκαστον ἕτερον ὂν παρὰ τὸ καθ’ αὑτὸ αἴτιον ἐκείνῳ ἐπισυμβέβηκε, καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ τέλους τὸ μὲν καθ’ αὑτὸ λέγεται αἴτιον τὸ δὲ κατὰ συμβεβηκός (τῆς γὰρ οἰκίας καθ’ αὑτὸ μὲν ὁ τέκτων κατὰ συμβεβηκὸς δὲ ὁ φαλακρός, ἕτερος δὲ τοῦ τέκτονος ὁ φαλακρὸς τῷ λόγῳ καὶ συμβέβηκεν ὁ φαλακρὸς τῷ τέκτονι), ἐπὶ δὲ τῆς τύχης καὶ τοῦ αὐτομάτου ἔμπαλιν · ἓν γὰρ καὶ ταὐτὸν αἴτιον ἄλλου μὲν τέλους ἐστὶ καθ’ αὑτὸ αἴτιον, ἄλλου δὲ κατὰ συμβεβηκός. ἡ γὰρ εἰς ἀγορὰν πρόοδος μία καὶ ἡ αὐτὴ οὖσα καὶ τῷ λόγῳ καὶ τῷ ἀριθμῷ, τῆς μὲν εἰς ἀγορὰν διατριβῆς καθ’ αὑτό ἐστιν αἰτία, τοῦ δὲ περιτυχεῖν τῷ φίλῳ κτὰ συμβε- βηκός· καὶ ἡ φορὰ τοῦ λίθου ἡ ἐπὶ τὸ κάτω τοῦ μὲν ἐν τῷ οἰκείῳ τόπῳ γενέσθαι καθ’ αὑτὸ αἰτία, τοῦ δὲ πλῆξαι τὸν παριόντα ἢ γενέσθαι τὸν λίθον πρὸς καθέδραν ἐπιτήδειον κατὰ συμβεβηκός. ὥστε ἐνταῦθα μὲν δύο τὰ τέλη τὸ δὲ αἴτιον ἐν, ἐκεῖ δὲ ἔμπαλιν δύο μὲν τὰ αἴτια κατὰ τὴν ἑαυτῶν φύσιν ἓν δὲ τὸ τέλος· ἄλλος γὰρ ὁ τοῦ φαλακροῦ λόγος, καὶ ἄλλος ὁ τοῦ οἰκοδόμου. ὥστε τὴν τύχην ἐρεῖς εἶναι γενικώτερον μὲν κατὰ συμβεβηκὸς αἴτιον ἐνεργοῦσαν περί τι περὶ ὃ μὴ προέθετο ἐνεργῆσαι, εἰδικώτερον δὲ καὶ προσεχέστερον μυρία καὶ ἀόριστα· καὶ γὰρ ἡ ἐπὶ λουτρὸν πρόοδος τοῦ αὐτοῦ δύναιτ’ ἂν αἰτία εἶναι καὶ ἡ ἐπὶ ἱερὸν καὶ ἄλλα μυρία. ὡσαύτως καὶ ἐπὶ τοῦ αὐτομάτου γενικώτερον μὲν τὴν φύσιν ἀποδώσεις πάλιν κατὰ συμβεβηκὸς ἐνεργοῦσαν περί τι ὃ μὴ σκοπὸς καὶ τέλος ἐστὶ τῶν φυσικῶν λόγων, εἰδικώτερον δὲ ὡσαύτως μυρία καὶ ἀόριστα τὰ αἴτια. Πρῶτον μὲν οὖν, ἐπειδὴ ὁρῶμεν τὰ μὲν ἀεὶ ὡσαύτως γινόμενα. ἡ πρώτη διαίρεσις ἡ εἰς τὰ ἐξ ἀνάγκης καὶ ἀεί, καὶ τὰ ἐπὶ πολύ, καὶ τὰ ἐπ’ ἔλαττον. p. 196b13 Ἀλλ’ ἐπειδὴ ἔστι τινὰ ἂ γίνεται καὶ παρὰ ταῦτα. Παρὰ τὰ ἐξ ἀνάγκης καὶ τὰ ὡς ἐπὶ πολύ, ταῦτα δέ ἐστι τὰ ἐπ’ ἄλαττῶν τὸν. τά τε γὰρ τοιαῦτα ἀπὸ τύχης καὶ τὰ ἀπὸ τύχης τοιαῦτα. ἐπειδὴ ἔστι, φησί, τὰ ἐπ’ ἔλαττον, ἔστι δηλονότι καὶ τὰ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου· ἀντιστρέφουσι γὰρ ταῦτα ἀλλήλοις, καὶ τὰ ἐπ’ ἔλαττον ἐκ ταὐτομάτου ἢ ἀπὸ τύχης, καὶ τὰ ἀπὸ τύχης καὶ ἐκ ταὐτομάτου ἐπ’ ἔλαττον ἰστέον δὲ ὅτι οὐ πάντως τὰ ἐπ’ ἔλαττον ἀπὸ τύχης εἰσὶν ἢ ἀπὸ ταὐτομάτου· οὐδὲ γὰρ· εἴ τις ὄψον τι σπανίως ἐσθίει δι’ ἔνδειαν ἢ διὰ τὸ μὴ ἥδεσθαι αὐτῷ, ἀπὸ τύχης ἄν ὁ τοιοῦτος ἐσθίοι τὸ ὄψον, ὅς γε αὐτὸς ἑκὼν ὠνησάμενος ἔφαγεν. καὶ οἱ μεγάλοι πάνυ μαργαρῖται τῶν ἐπ’ ἔλαττόν εἰσιν εὑρισκομένων, ἀλλ’ ὅμως οὐδὲ οὗτοι ἐκ ταὐτομάτου γεγόνασιν ἀλλ’ ἀπὸ φύσεως, οὔτε ὁ ἀγρεύσας ἀπὸ τύχης ἤγρευσεν· ἐπὶ τούτῳ γὰρ ἦλθεν, ἐπὶ τῷ μαργαρίτας εὑρεῖν. καὶ πολλὰ τοιαῦτά ἐστιν ἕτερα. p. 196b17 Τῶν δὲ γινομένων τὰ μὲν ἕνεχά του γίνεται, τὰ δὲ οὕ· τούτων δὲ τὰ μὲν κατὰ προαίρεσιν, τὰ δέου κατὰ προαίρεσιν, ἄμφω δὲ ἐν τοῖς ἕνεκά του. Ἡ δευτέρα διαίρεσις ἡ εἰς τὰ ἕνεκά του καὶ εἰς τὰ μηδενὸς ἕνεκα. ἄμφω δέ, φησί, τήν τε τύχην καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του θετέον. σημείωσαι δὲ ὅτι, διελὼν τὸ ἕνεκά του εἰς τὰ κατὰ προαίρεσιν καὶ μή, οὐκ ἀνήγαγεν ὑπὸ ταῦτα τὴν τύχην καὶ τὸ αὐτόματον, ἀλλ’ εἰς τὸ γένος· ἄμφω γάρ φησιν ἐν τοῖς ἕνεκά του. ἦέν τοῖς ἔνεκά του ἀκουσόμεθα τὰ κατὰ προαίρεσιν καὶ τὰ μὴ κατὰ προαίρεσιν, ὑφ’ ἃ ἀνάγεσθαί φησι τὴν τύχην καὶ τὸ αὐτόματον, τὴν μὲν εἰς τὰ κατὰ προαίρεσιν, τὸ δὲ εἰς θάτερα. μὴ κατὰ προαίρεσιν δὲ λέγεται τά τε φύσει καὶ τὰ τέχνῃ γινομενα. p. 196b19 Ὥστε δῆλον ὅτι καὶ ἐν τοῖς παρὰ τὸ ἀναγκαῖονν καὶ τὸ ὡς ἐπιπολὺ ἔστιν ενια περὶ ἅ ἐνδέχεται ὑπάρχειν τὸ ἕνεκά του. Λαβὼν ἐκ τῶν διαιρέσεων τῶν δύο ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐν τοῖς ἐπ’ ἔλαττον καὶ ἐν τοῖς ἕνεκά του, συλλογίσασθαι βούλεται τὸ ἐκ τούτων ἀναφαινόμενον, τοῦτο δέ ἐστιν ὅτι τινὰ τῶν ἐπ’ ἔλαττον τῶν ἔνεκά τού ἐστιν. ἔστι δὲ ἐν τρίτῳ σχήματι ὁ συλλογισμός· ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἐπ’ ἔλαττον, ἡ τύχη καὶ τὸ αὐτόματον τῶν ἕνεκά του, τὶ ἄρα ἐπ’ ἔλαττον ἕνεκά τού ἐστιν. ὥστε οὐ δεῖ θαυμάζειν εἰ τὴν τύχην καὶ τὸ αὐτόματον τῶν ἕνεκά του καὶ τῶν ἐπ’ ἔλαττόν φαμεν εἶναι. δόξει δὲ ὁ συλλογισμὸς τὰ αὐτὰ διὰ τῶν αὐτῶν συλλογίζεσθαι· ἔχομεν γὰρ ἐν ταῖς προτάσεσιν, ὅτι τὸ αὐτὸ καὶ ἕνεκά τού ἐστι καὶ ἐπ’ ἔλαττον, ὥστε δόξει περιττὸν εἶναι τὸ αὐτὸ ὅπερ ἐν ταῖς προτάσεσιν εἰλήφαμεν, τοῦτο πειρᾶσθαι συμπεραίνεσθαι. φημὶ οὖν ὅτι ἐν ταῖς προτάσεσιν οὐκ εἴληπται τὸ ἐπ’ ἔλαττον ἕνεκά του, ἀλλ’ ἡ τύχη καὶ τὸ αὐτόματον καὶ ἐπ’ ἔλαττον οὖσα καὶ ἕνεκά του ,καὶ τοῦτο ἀνὰ μέρος ἐδείχθη· ὁ οὖν συλλογισμὸς συνάγει οὐχ ὅτι ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του καὶ ἐν τοῖς ἐπ’ ἔλαττον, ἀλλ’ ὅτι τὸ ἐπ’ ἔλαττον ἕνεκά του. p. 19Gb21 Ἔστι δὲ ἕνεκά του ὅσα ἀπὸ διανοίας ἂν πραχθείη καὶ ὅσα ἀπὸ φύσεως. Ἡ τρίτη διαίρεσις. διελὼν δὲ τὸ ἕνεκά του εἰς τὰ κατὰ προαίρεσιν καὶ μή, κατὰ ἄλλην ἐπιδιαίρεσιν προσεχεστέραν μᾶλλον τὸ αὐτὸ διαιρεῖ· τῶν γὰρ ἕνεκά του τὰ μὲν ἀπὸ διανοίας τὰ δὲ ἀπὸ φύσεως, εἶτα διέλοις ἄν κατὰ τὴν πρώιην διαίρεσιν τὰ ἀπὸ διανοίας, ὅτι τῶν ἀπὸ διανοίας τὰ μὲν κατὰ προαίρεσίν ἐστι τὰ δὲ οὐ κατὰ προαίρεσιν. |p. 196b23 Τὰ δὲ τοιαῦτα ὅταν κατὰ συμβεβηκὸς γένηται, ἀπὸ g 7v τύχης φαμὲν εἶναι. Ὅταν, φησί, τὰ ἀπὸ διανοίας ἢ ἀπὸ φύσεως ἄν γεγενημένα μὴ ἐκ διανοίας ἢ ἀπὸ φύσεως προηγουμένως πράττηται ἀλλὰ τὴν γένεσιν ἔχοι κατὰ συμβεβηκός, τὰ τοιαῦτά φαμεν εἶναι ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου· -οἷον τὸ περιτυχεῖν φίλῳ ἢ κομίσασθαι τὸ ἀργύριον παρὰ τοῦ χρεωστοῦντος διανοίας ἔργον ἐστίν· ὅταν οὖν τοῦτο, ὅπερ διανοίας ἔργον ἐστί, μὴ ἐκ σιανοίας γένηται καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἔχοι τὴν ἔκβασιν, ἀπὸ τύχης λέγεται γεγενῆσθαι. πάλιν φύσεως ἔργον τὸ ἐκ τοῦ ὁμοίου τὸ ὅμοιον γεννᾶσθαι, οἷον ἐξ ἀμπέλου ἄμπελον καὶ ἐξ ἐλαίας ἐλαίαν · ὅταν οὖν τι τούτων μὴ ἐκ τοῦ ὁμοίου γένηται, ἐκ ταὐτομάτου φαμὲν αὐτὸ γεγενῆσθαι. διὰ τοῦτο τὰς πόας ἐκ ταὐτομάτου φαμὲν βλαστάνειν, διότι μὴ ἐξ ὁμοίων κατὰ τὸν νόμον τῆς φύσεως · οὐ γὰρ δὴ πάντως σπέρματα ἐκ τῆς ἐν τῷ προτέρῳ χρόνῳ πόας ἐγκαταλιμπανόμενα ἐν τῇ γῇ οὕτως ποιεῖ τὰς παρούσας πόας, ἀλλὰ κἄν μηδὲ ὅλως ἔχῃ σπέρματα βλαστήσειεν ἄν. καὶ δηλοῦσι τά τε ἀμπελοφόρα χωρία ἀεὶ μὲν εἰς ἅπαν ὑπὸ τῶν γεωργῶν καθαιρόμενα, ἀεὶ δὲ βλαστάνοντα· καὶ ἡ πατουμένη δὲ καὶ πολὺν χρόνον μὴ βλαστήσασα μηδέν, εἰ ἀφεθείη τοῦ πατεῖσθαι, βλαστήσειεν ἂν ἀεὶ πόας. κἄν μὴ φυσικὸν δὲ εἴη τὸ ἀποτελούμενον, ἀλλ’ ὡς φυσικῇ ὁρμῇ παρηκολουθηκὸς ἐκ ταὐτομάτου λέγεται γενέσθαι, ὡς ὁ κατενεχθεὶς λίθος καὶ γενόμενος ἐπιτήδειος εἰς καθέδραν (οὐ γὰρ φυσικὸν τοῦτο τέλος), καὶ ὁ ἵππος ὁ διψήσας ἐν τῷ πολέμῳ καὶ καταβαλὼν τὸν δεσπότην καὶ συμβολῆς γενομένης καὶ τοῦ δεσπότου ἀποθανόντος αὐτὸς σωθείς· λέγεται γὰρ ἐκ ταὐτομάτου σεσῶσθαι, οὐχ ὅτι φυσικὸν τέλος ἔσχεν ἐκ ταὐτομάτου, ἀλλ’ ὅτι φυσικῇ ὁρμῇ παρηκολούθησεν. p. 196b24 Ὥσπερ γὰρ καὶ ὄν ἐστι τὸ μὲν καθ’ αὑτὸ τὸ δὲ κατὰ συμβεβηκός. Οτι ἔστιν αἴτιά τινα κατὰ συμβεβηκός, διὰ τούτων κατασκευάζει. εἰ γάρ ἐστι, φησί, τινὰ τῶν ὄντων κατὰ συμβεβηκὸς ὄντα, δῆλον ὅτι καὶ τὰ τούτων αἴτια κατὰ συμβεβηκὸς ἄν εἶεν αἴτια· καθ’ αὑτὸ μὲν γὰρ εἰς τὴν ἀγορὰν προῆλθε, κατὰ συμβεβηκὸς δὲ τῷ ἀπὸ ξένης ἐλθόντι περιέτυχε φίλῳ. εἰ οὗν ἔστι τὰ κατὰ συμβεβηκὸς ὄντα, ἔστι δηλονότι καὶ τὰ κατὰ συμβεβηκὸς τούτων αἴτια, ὁπότε καὶ τῶν καθ’ αὑτὸ ὄντων λέγεται εἶναι καὶ κατὰ συμβεβηκὸς αἴτια· τῆς γοῦν οἰκίας καθ’ αὑτὸ μὲν ὁ οἰκοδόμος αἴτιος, κατὰ συμβεβηκὸς δὲ ὁ φαλακρός. ἔστι δέ, φησί, τὰ κατὰ συμβε- βηκὸς αἴτια ἀόριστα· δύναται γὰρ καὶ ὁ λευκὸς καὶ ὁ σιμὸς καὶ ὁ μουσικὸς καὶ μυρία ἄλλα, τὸ δὲ καθ’ αὑτὸ αἴτιον ὥρισται· ἀεὶ γὰρ τῆς οἰκίας ὁ οἰκοδόμος αἴτιος καὶ τοῦ πλοίου ὁ ναυπηγός. ὅταν οὖν, φησί, τὰ κατὰ συμβεβηκὸς αἴτια τοῖς ἕνεκά του αἰτίοις παρακολουθήσῃ, τότε λέγεται τὸ κτὰ τύχην καὶ τὸ ἐκ ταὐτομάτου. ἔχεις οὖν ἐντεῦθεν τὴν ἔννοιαν καθ’ ἣν ἐλέγετο μικρὸν ἔμπροσθεν ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του εἶναι, ὅτι λέγονται ἐν τοῖς ἕνεκά του διὰ τὸ τοῖς ἕνεκά του παρακο- λουθεῖν, τοῖς κατὰ φύσιν, φημί, καὶ τοῖς κατὰ διάνοιαν. ταῦτα μὲν οὖν αὐτοῖς κοινῶς ὑπάρχει, τὸ ἐν τοῖς ἐπ’ ἔλαττον εἶναι τὸ ἐν τοῖς ἕνεκά του τὸ κατὰ συμβεβηκός, τίς δὲ ἡ πρὸς ἄλληλα αὐτῶν διαφορὰ ἐρεῖ μικρὸν ὕστερον, ἣν ἡμεῖς φθάσαντες εἴπομεν, ὅτι ἡ μὲν τύχη τοῖς κατὰ διάνοιαν ἀκολουθεῖ, ἤγουν τοῖς κατὰ προαίρεσιν, τὸ δ’ αὐτόματον τοῖς κατὰ φύσιν. p. 196b33 Ἕνεκα τοῦ ἀπολαβεῖν τὸ ἀργύριον ἦλθεν ἄν κομιζο- μένου τὸν ἔρανον, εἰ ᾔδει· ἦλθε δὲ οὐ τούτου ἕνεκα, ἀλλὰ συνέβη ἐλθεῖν καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα. Ὅτι ἐν τοῖς ἕνεκά του ἡ τύχη καὶ τὸ αὐτόματον, αὐτὰ οὐκ ὄντα ἕνεκά του, δείκνυσιν. ὅτι μὲν οὖν οὐκ εἰσὶν ἕνεκά του ἡ τύχη καὶ τὸ αὐτόματον, δῆλον· τοῦ γὰρ δεδανεισμένου κομιζομένου τὸν ἔρανον, εἰ ᾔδει ὁ χρεωστούμενος, ἦλθεν ἄν ἐπὶ τούτῳ, ἐπὶ τῷ ἀπολαβεῖν· οὐκ ἦλθεν δὲ ἐπὶ τούτῳ· οὐκ ἄρα ἡ αἰτία τῆς ἀπολήψεως, ἥν φαμεν εἶναι τὴν τύχην, τῶν ἕνεκά τού ἐστιν, ἀλλὰ τῶν κατὰ συμβεβηκός. ἀλλ’ ἐπειδὴ προῆλθε μὲν τοῦ λούσασθαι ἕνεκεν, ἀπέλαβε δὲ τὸ ἀργύριον περιτυχὼν τῷ δεδανει- σμένῳ κομιζομένῳ τὸν ἔρανον, λέγεται αἴτιον κατὰ συμβεβηκὸς τῆς ἀπολήψεως ἡ ἐπὶ τὸ λουτρὸν πρόοδος· ἦν δὲ καὶ τῶν ἕνεκά του (τοῦ γὰρ λούσασθαι ἕνεκεν ἡ πρόοδος)· τὸ κατὰ συμβεβηκὸς ἄρα αἴτιον τῷ καθ’ αὑτὸ καὶ ἕνεκά του παρηκολούθησε. τοῦτο δὲ τύχην καλοῦμεν· ἡ τύχη ἄρα ἐν τοῖς ἕνεκά τού ἐστιν, αὐτὴ κατὰ συμβεβηκὸς οὖσα αἰτία. τὸ δὲ κομιζομένου γράφεται καὶ κομισόμενος μέλλοντος, ἵνα ἐπὶ τοῦ χρεωστουμένου ᾖ· μᾶλλον δὲ τὸ πρότερον. τὸ δὲ συνέβη ἐλθεῖν καὶ ποιῆσαι τοῦτο τοῦ κομίσασθαι ἕνεκα ἀντὶ τοῦ ὡσανεὶ τοῦ κομίσασθαι ἕνεκα. τοῦτο δὲ οὔτε ὡς ἐπὶ τὸ πολὺ φοιτῶν εἰς τὸ χωρίον οὔτε ἐξ ἀνάγκης. τὸ φοιτῶν ἀντὶ τοῦ φοιτῶντος· οὐδὲ γὰρ εἰ σύνηθες ἦν τῷ χρεωστοῦντι ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ φοιτᾶν εἰς τὸ χωρίον, ἔνθα περιτυχὼν ὁ χρεωστούμενος ἀπέλαβε τὸ ἀργύριον, ἀπὸ τύχης λέγεται ἡ ἀπότὸ] ληψις, εἰ μὴ ἄρα ὡς πρὸς τὴν πρόθεσιν τοῦ ἀπειληφότος, ὅτι |οὐ τοῦτο προθέμενος, τὸ ἀπολαβεῖν, ἐφοίτησεν ἐκεῖ· ἀλλὰ κυρίως τὴν τύχην καὶ μάλιστα τούτων φαμὲν εἶναι αἰτίαν, ἐφ’ ὧν μηδὲν εἴωθεν τῶν ἐπὶ πολὺ εἶναι. εἰ δὲ σύνηθες ἦν τῷ χρεωστοῦντι φοιτᾶν εἰς τὸ χωρίον, οὐκ ἔστι τῶν παραλόγων τὸ ἐλθόντα ἐκεῖ τὸν χρεωστούμενον ἀπολαβεῖν, ἡ δὲ τύχη παράλογος. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ φοιτῶν δυνατὸν ἐξακούειν καὶ ἐπὶ τοῦ ἀπειληφότος· δεῖ γὰρ τὸν περιτυχόντα τῷ χρεωστοῦντι μὴ ἐπὶ πολὺ φοιτᾶν ἐν τῷ χωρίῳ, ἔνθα αὐτῷ περιέτυχεν· εἰ γὰρ εἰθισμένῳ αὐτῷ ὡς ἐπὶ τὸ πολὺ ἔν τινι τόπω εὑρίσκεσθαι περιτύχοι ὁ χρεωστῶν, οὐ δήπου παράλογον ἦν τὸ ἐλθόντα ἐκεῖ τὸν χρεωστοῦντα ἀποδοῦναι, δεῖ δὲ ἀεὶ τὴν τύχην παράλογον εἶναι. p. 197α1 Ἔστι δὲ τὸ τέλος, ἡ κομιδή, οὐ τῶν ἐν αὐτῶ αἰτίων. Τουτέστιν οὐκ ἔστι τῶν φυσικῶν ἡ κομιδὴ τοῦ ἀργυρίου. φυσικὰ γάρ ἐστι τὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ αἴτιον, ἡ δὲ κομιδὴ ἔξωθεν ἔχει τὸ αἴτιον, τὴν διάνοιαν τὴν ἐπὶ τὸ λουτρὸν κινήσασαν. τὸ δ’ ὅλον, ὅτι ἡ κομιδὴ τοῦ ἀργυρίου τῶν ἀπὸ τύχης ἐστίν, οὐ τῶν ἀπὸ ταὐτομάτου· τὰ γὰρ ἀπὸ ταὐτομάτου ἐν ἑαυτοῖς ἔχει τὸ αἴτιον, ἐν ἑαυτοῖς δὲ δηλονότι κατὰ συμβεβηκός, ἐπειδὴ καὶ ἡ φύσις κατὰ συμβεβηκὸς αἰτία τῶν ἐκ ταὐτομάτου, ὥσπερ καὶ ἡ διάνοια κατὰ συμβεβηκὸς αἰτία τῶν ἀπὸ τύχης. ὥστε καὶ τὰ ἀπὸ τύχης ἄν λέγωνται ἀπὸ διανοίας εἶναι, κατὰ συμβεβηκὸς δηλονότι ἀπὸ διανοίας εἰσίν, οὐ καθ’ αὑτό· ὡς γὰρ ἔχει τὸ αἴτιον, οὕτως ἔχει καὶ τὸ αἰτιατόν, καὶ ἔμπαλιν. ταῦτα εἰπών, ἐφεξῆς διορίζεται τὴν τύχην τὸν ὁρισμὸν ἀθροίσας ἐκ τῶν δεδειγμένων. p. 197α6 Διὸ περὶ τὸ αὐτὸ διάνοια καὶ τύχη. Περὶ τὸ αὐτό, οἷον περὶ τὴν κομιδὴν τοῦ ἀργυρίου. ἀλλ’ ἡ μὲν διάνοια καθ’ αὑτό, ἡ δὲ τύχη κατὰ συμβεβηκός. p. α8 Ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι, ἀφ’ ὧν ἄν γε νοιτο τὸ ἀπὸ τύχης. Eἰπὼν τί ἐστιν ἡ τύχη, ὅτι κατὰ συμβεβηκὸς αἰτία ἐστὶ τῶν ἐπ’ ἔλαττον γινομένων παρακολουθοῦσα τοῖς ἕνεκά του, νῦν βούλεται δεῖξαι ὅτι πάντα ὅσα κτὰ κοινὴν ἔννοιαν λέγονται ὑπάρχειν τῇ τύχῃ, σύμφωνά εἰσι τῷ αποδεδομένῳ περὶ αὐτῆς λόγῳ· λέγεται γὰρ ἡ τύχη ἀόριστος καὶ ἄδηλος εἶναι τοῖς ἀνθρώποις φαμὲν γὰρ ἄδηλα εἶναι τὰ τῆς τύχης), λέγεται δὲ καὶ παράλογος εἶναι καὶ ἀβέβαιος καὶ μηδενὸς εἶναι αἰτία, καὶ ὅσα ἄλλα περὶ αὐτῆς λέγεται, συμφώνως τῷ ἀποδεδομένῳ παρ’ ἡμῶν περὶ αὐτῆς λόγῳ λέγεται. ἀόριστος μὲν οὖν λέγεται εἰκότως, ἐπεὶ τῶν κατὰ συμβεβηκὸς αἰτίων τὴν τύχην εἶναι ὡρισάμεθα, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ἀόριστα. τὰ μὲν οὖν καθ’ αὑτὸ αἴτια ὥρισται (τῆς γὰρ οἰκίας ὡρισμένον σμένον τὸ αἴτιον ὁ οἰκοδόμος, καὶ τῆς νεὼς ὁ ναυπηγός), τὰ μέντοι κατὰ συμβεβηκὸς αἴτια ἀόριστά ἐστι· δύναται γὰρ τῆς οἰκίας κατὰ συμβεβηκὸς αἴτιος εἶναι καὶ ὁ φαλακρὸς καὶ ὁ σιμὸς καὶ ὁ μουσικὸς καὶ ὁ. νέος καὶ ἄλλα μυρία, καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον προελθόντα μὴ διὰ τοῦτο καὶ ἡ ἐπὶ τὸ λουτρὸν πρόοδος καὶ ἡ ἐπὶ ἱερὸν καὶ ἄλλα μυρία, καὶ τοῦ ὀρύξαντα θησαυρὸν εὑρεῖν τὸ ἐπὶ φυτείᾳ σκάπτειν καὶ θεμελίους θεῖναι καὶ φρεωρυχεῖν καὶ ἄλλα μυρία. δι’ αὐτὸ δὲ τοῦτο καὶ ἄδηλος ἡ τύχη λέγεται ὅτι καὶ ἀόριστος, ἀόριστος δὲ διότι κατὰ συμβεβηκός· τῆς μὲν γὰρ οἰκίας ὥρισται τὸ καθ’ αὑτὸ αἴτιον ὁ οἰκοδόμος, τί δὲ τῆς οἰκίας τὸ κατὰ συμβεβηκὸς αἴτιον ἄδηλον ἀνθρώπῳ, ἄδηλον δὲ διότι καὶ ἀόριστον. καὶ παράλογος δὲ εἰκότως ἡ τύχη· ὁ γὰρ λόγος τῶν ἑστώτων ἐστί, ταῦτα δ’ ἐστὶν ἢ τὰ ἐξ ἀνάγκης ἢ τὰ ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τῶν ἐπ’ ἔλαττον. δι’ αὐτὸ δὲ τοῦτο πάλιν καὶ ἀβέβαιος· τὸ γὰρ βέβαιον ἢ τῶν ἀεὶ ὡσαύτως ἐστὶν ἢ τῶν ὡς ἐπὶ τὸ πολύ, τὸ δ’ ἐπ’ ἔλαττον οὐ βέβαιον, ἡ τύχη δὲ τῶν ἐπ’ ἔλαττον. λέγομεν δὲ ἔστιν ὅτε καὶ τὴν τύχην οὐδενὸς αἰτίαν ὢ εἶναι οὐδὲν γὰρ γίνεσθαι ἀπὸ τύχης), καὶ τοῦτο συμφώνως τῷ περὶ τῆς τύχης ἀποδεδομένῳ λόγῳ· κυρίως γὰρ αἴτια τὰ καθ’ αὑτὸ αἴτια, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ὁμωνύμως ἢ ψευδωνύμως αἴτιά ἐστι· κατὰ συμβεβηκὸς δὲ αἴτιον ἡ τύχη, οὐδὲ αἴτιον ἄρα κυρίως ἡ τύχη. οὐδενὸς δέ φαμεν αἰτίαν εἶναι τὴν τύχην, διότι τὰ κατὰ τύχην γινόμενα ἀναίτιά φαμεν εἶναι διὰ τὸ μὴ ἔχειν καθ’ αὑτὸ αἴτιον ὡρισμένον, εἰ δὲ τὰ κατὰ τύχην ἀναίτια, ἡ τύχη ἄρα οὐδενός ἐστιν αἰτία· εἰ γάρ ἐστι, τῶν κατὰ τύχην ἐστὶν αἰτία, εἰ δὲ μὴ τούτων ἐστὶν αἰτία, οὐδ’ ὅλως ἐστὶν αἰτία τινός. Ἀόριστα μὲν οὖν τὰ αἴτια ἀνάγκη εἶναι, ἀφ’ ὧν ἂν γένοιτο τὸ ἀπὸ τύχης. ἐπειδὴ τῶν ἀπὸ τύχης συμβαινόντων οὐδὲν ἔχον ἐστὶν αἰτίαν ὡρισμένην, δῆλον ὅτι καὶ ἡ τύχη ἀόριστός ἐστι, διὰ τοῦτο δὲ καὶ ἄδηλος ἀνθρώπῳ. p. α11 Πάντα γὰρ ταῦτα ὀρθῶς λέγεται, ὅτι εὐλόγως. Πάντα, φησίν, ὅσα περὶ τῆς τύχης λέγεται, ὀρθῶς λέγεται, διότι καὶ εὐλόγως, τουτέστιν ἁρμόζει τῷ ἀποδεδομένῳ περὶ αὐτῆς ὁρισμῷ, καὶ ἔστιν ἐκ τοῦ ἀποδεδομένου περὶ αὐτῆς ὁρισμοῦ ἑκάστου τῶν περὶ αὐτῆς λεγομένων τὴν αἰτίαν ἀποδοῦναι· οὗτος δὲ ὁρισμὸς ἄριστος, ᾧτινι ἐφαρμόζει πάντα τὰ περὶ τοῦ πράγμα|τος κατὰ κοινὴν ἔννοιαν λεγόμενα. p. α14 Ως δ’ ἀπλῶς οὐδενός. Κατά τι μέν, φησίν, αἰτία τινῶν ἐστιν ἡ τύχη, κατά τι δὲ οὐδενός· ἁπλῶς μὲν γάρ, τοῦτό ἐστι κυρίως καὶ καθ’ αὑτό, οὐδενός ἐστιν αἰτία, κτὰ συμβεβηκὸς δὲ τῶν ἐπ’ ἔλαττον γινομένων ἐστὶν αἰτία. p. α19 H δὲ τύχη ἐν τοῖς γινομένοις παρὰ ταῦτα. Παρὰ τὰ ἀναγκαῖα καὶ τὰ ὡς ἐπὶ τὸ πολύ, ταῦτα δέ ἐστι τὰ ἐπ’ ἔλαττον. ἐπεὶ οὖν τὰ αἴτια τῶν ἐπ’ ἔλαττον γινομένων ἀόριστα, καὶ ἡ τύχη ἀόριστος. p. 197a21 Ὅμως δὲ ἐπ’ ἐνίων ἀπορήσειεν ἄν τις, ἆρα οὖν τὰ τυχόντα αἴτια ἂν γένοιτο τῆς τύχης. Ὅ ζητεῖ διὰ τούτων, τοῦτό ἐστιν· ἐπειδὴ ἡ τύχη τῶν κατὰ συμβεβηαἰτίαν κός ἐστιν αἰτίων, ἐλέγομεν δὲ εἶναι καὶ ἐν τοῖς κατὰ συμβεβηκὸς αἰτίοις τὰ προσεχέστερα καὶ πορρώτερα, ἆρα ὁμοίως ἅπαντα αἴτιά ἐστι τοῦ ἀποτελέσματος; οἷόν τι λέγω· προῆλθέ τις εἰς τὴν ἀγοράν, εἶτα πρὶν εἰς τὴν ἀγορὰν ἐμβαλεῖν ὑπαντήσας τινὶ συνέτυχε καὶ προσδιέτριψεν ἐν τῇ συντυχίᾳ χρόνον, εἶτα μετὰ τοῦτο ἐλθὼν εἰς τὴν ἀγορὰν περιέτυχε τῷ ἔχοντι τὸ ἀργύριον καὶ ἀπείληφεν. ἐπεὶ οὖν ἐστιν αἴτιον κατὰ συμβεβηκὸς τοῦ περιτυχεῖν τῷ χρεωστοῦντι καὶ αὐτὴ ἡ πρόοδος καὶ ἡ μεταξὺ συντυχία εἰ γὰρ μὴ προσδιέτριψε, θᾶττον ἐμβαλὼν εἰς τὴν ἀγορὰν ἴσως οὐ περιέτυχεν ἄν τῷ χρεωστοῦντι) καὶ αὐτὸ τὸ ἐμβαλεῖν εἰς τὴν ἀγοράν, ἔστι δὲ προσεχὲς μὲν τὸ εἰς τὴν ἀγορὰν ἐμβαλεῖν, μέσον δὲ τὸ περιτυχεῖν τῷ φίλῳ, πορρωτέρω δὲ ἡ πρόοδος αὐτή· ἆρα ὁμοίως ὁτιοῦν τούτων αἴτιον εἶναί φαμεν τῶν ἀπὸ τύχης συμβαινόντων; φαμὲν οὖν ὅτι ὡς πρὸς μὲν τὸ κατὰ τύχην αἴτια εἶναι οὐδὲν διαφέρει τὸ προσεχὲς εἰπεῖν ἢ πόρρω ὁμοίως γὰρ πάντα ταῦτα κατὰ τύχην αἴτια), ὡς δὲ πρὸς τὴν ἔκβασιν διαφέρει πλεῖστον· αἰτιώτερον γὰρ τῆς ἐκβάσεως τὸ προσεχέστερον. τοῦ γὰρ ἀπολαβεῖν τὸ ἀργύριον ἔστι μὲν καὶ ἡ πρόοδος αὐτὴ αἰτία κατὰ συμβεβηκός εἰ γὰρ μὴ προῆλθεν, οὐκ ἂν περιτυχὼν ἔλαβεν), μᾶλλον δὲ αἰτιωτέρα ἡ πρὸς τὸν φίλον ἐν τῷ μεταξὺ συντυχία εἰ γὰρ μὴ συνέτυχεν, θᾶττον ἀπελθὼν οὐκ ἄν εὗρε), καὶ ἔτι τούτου αἰτιώτερον ἡ εἰς τ. ὴν ἀγορὰν ἄφιξις. ἀπορεῖται οὖν, φησίν, ἐπὶ τούτων, εἰ δεῖ τὰ τυχόντα ὡς αἴτια ἀποδιδόναι τύχην δὲ τὸ ἀπὸ τῆς τύχης ἀποβὰν ἀποτέλεσμα ἐκάλεσεν. p. 197a23 Οἶον ὑγιείας ἢ τὸ πνεῦμα ἢ ἡ εἱληθέρησις, ἀλλ’ οὐ τὸ ἀποκείρασθαι. Ἔστι γὰρ προσεχέστερον μὲν τῆς ὑγείας ἐν τούτοις ἢ τὸ πνεῦμα ἢ εἱληθέρησις, τουτέστιν ἡ ἐκ τοῦ ἡλίου θερμασία, πορρωτέρω δὲ τὸ ἀποαἰτίων κείρασθαι· ἀσθενῶν γάρ τις ἀπεκείρατο οὐ τοῦ ὑγιᾶναι ἕνεκεν, ἀλλὰ τοῦ ἀποθέσθαι τὴν κόμην, εἶτα πνεύματος πνεύσαντος ἢ ὑπὸ ἡλίου θερμανθεὶς τὴν κεφαλὴν οὐ τοῦ ὑγιᾶναι ἕνεκεν, ἀλλὰ προελθὼν τυχὸν ἐπί τινα ἄλλην χρείαν, ὑπὸ τῆς θέρμης δὲ τοῦ ἡλίου ἢ τοῦ πνεύματος ἀραιωθείσης τῆς κεφαλῆς, διεφορήθη καὶ ὑγίανε μηδὲν τούτων διὰ τὴν ὑγείαν ποιήσας. ἔστιν οὖν προσεχέστερον τῇ ὑγείᾳ ἡ εἱληθέρησις, οὐ τὸ ἀποκείρασθαι· ὡς μὲν οὖν πρὸς τὴν ἔκβασιν τὸ προσεχὲς αἰτιώτερον, ὡς δὲ πρὸς τὸ ἀπὸ τύχης ἀπλῶς οὐδὲν διοίσει τὸ προσεχὲς ἢ πόρρω εἰπεῖν. p. 197 a 24 ἔστι γὰρ ἄλλα ἄλλων ἐγγυτέρω τῶν κατὰ συμβεβηκὸς αἰτίων. Ἡ ἐπίλυσις τῆς ἀπορίας, ὡς ἂν εἰ ἔλεγεν· ἐπειδὴ τῶν κατὰ συμβεβηκὸς αἰτίων ἄλλα ἄλλων εἰσὶν ἐγγυτέρω τοῦ αἰτιατοῦ, ὡς μὲν πρὸς τὸ κατὰ συμβεβηκὸς αἴτια εἶναι οὐδὲν διαφέρει τὸ ἐγγυτέρω τοῦ πορρωτέρω, ὡς δὲ πρὸς τὴν ἔκβασιν τοῦ πράγματος τὸ προσεχέστερον αἰτιώτερον. p. 197a25 Τύχη δὲ ἀγαθὴ μὲν λέγεται, ὅταν ἀγαθόν τι ἀποβῇ, φαύλη δέ, ὅταν φαῦλόν τι. Ὅταν τοιοῦτον τέλος ἀπαντήσῃ μὴ προελομένῳ, οἷον ἂν προείλετο, ἀγαθὴ τύχη τὸ τοιοῦτον τέλος λέγεται, κακὴ δὲ τύχη τὸ ἐναντίον· εὐτυχὴς δὲ καὶ δυστυχής, ὅταν ἢ μέγα κακὸν ἢ μέγα ἀγαθὸν κατὰ συμβεβηκὸς ἀπαντήσῃ τέλος. p. 197a27 Διὸ καὶ τὸ παρὰ μικρὸν ἀγαθὸν ἢ κακὸν λαβεῖν μέγα ἢ ἀτυχεῖν ἢ εὐτυχεῖν ἐστιν, ὅτι ὡς ὑπάρχον λέγει ἡ διάνοια· τὸ γὰρ παρὰ μικρὸν ὥσπερ οὐδὲν ἀπέχειν δοκεῖ. Ὅταν τις περιτυχὼν μεγάλῳ κινδύνῳ ἐγγὺς γένηται τοῦ κινδυνεῦσαι καὶ μεγάλῳ περιπεσεῖν κακῷ, οἷον ναυαγίῳ ἢ ἄλλῳ τινί, εἶτα μικροῦ λείποντος εἰ τὸν κίνδυνον ἐκφύγῃ, εὐτυχῆ τὸν τοιοῦτον καλοῦμεν; διότι παρ’ ὀλίγον τῷ κινδύνῳ προσομιλήσας ἐξέφυγεν. ὁμοίως δὲ καὶ δυστυχῆ τὸν παρὰ μικρὸν μέγα ἀγαθὸν κτησάμενον· οὕτως γὰρ δυστυχής; φαμέν, ἐστὶν ὁ δεῖνα, ὥστε εἰς αὐτὸ τὸ τυχεῖν τῶνδε ἢ τῶνδε τῶν καλῶν ἐλθών, εἶτα δι’ ὀλίγον ἀπέτυχεν. ἐπειδὴ γὰρ τὸ παρὰ μικρὸν οὐδὲν δοκεῖ τοῦ τέλους ἀπέχειν, οὐ λογιζομένη τὸ μικρὸν τοῦτο ἡ διάνοια, ὥσπερ ἐκβεβηκότων τούτων, οὕτως εὐτυχῆ ἢ δυστυχῆ τὸν πεσόντα καλεῖ· τὸν γὰρ παρὰ μικρὸν μεγάλῳ κινδύνῳ ὁμιλήσαντα, ὡς ἤδη ἐμπεπτωκότα εἰς τὸν κίνδυνον θεωροῦσα ἡ διάνοια διὰ τὸ μὴ λογίζεσθαι τὸ μικρόν, εἶτα ἐκ τοῦ κινδύνου αὐτὸν ἐκφεύγοντα, οὕτως εὐτυχῆ καλεῖ. καὶ δυστυχῆ ὁμοίως τὸν παρ’ ὀλίγον μεγάλων τυχόντα ἀγαθῶν· ὡς γὰρ ἤδη τυχόντα τῶν ἀγαθῶν θεωροῦσα καὶ μὴ λογιζομένη τὸ μικρόν, εἶτα τούτων ἀποτυχόντα δυστυχῆ καλεῖ. καὶ γὰρ εὐτυχεῖς μὲν εἰώθαμεν λέγειν οὐ τοὺς ἐκ προγόνων πλουσίους καὶ εὐδαίμονας, ἀλλὰ τοὺς ἐξ ἀφανῶν καὶ ἀτυχῶν ἐξαίφνης εἰς εὐδαιμονίαν μεταβαίνοντας, καὶ δυστυχεῖς ὁμοίως μάλιστα τοὺς ἐξ εὐδαιμονίας καταπίπτοντας. p. α30 Ἔτι ἀβέβαιος ἡ εὐτυχία εὐλόγως. Ὅτι κατὰ λόγον τοῦ ὁρισμοῦ τῆς τύχης ἀβέβαιος λέγεται ἡ εὐτυχία· τὸ γὰρ βέβαιον ἢ ἐν τοῖς ἀναγκαίοις ἐστὶν ἢ ἐν τοῖς ὡς ἐπὶ τὸ πολύ, ἡ δὲ τύχη τῶν ἐπ’ ἔλαττον, οὐκ ἄρα βέβαιος ἡ τύχη. διὰ τοῦτο καὶ ἡ εὐτυχία ἀβέβαιος. p. I97a32 ἐστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκὸς δέ, ἡ τύχη καὶ τὸ αὐ τόματον. Δείξας καὶ ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον καὶ τί ἐστι, καὶ ἐφαρμόσας τῷ ὁρισμῷ τῷ ἀποδεδομένῳ τῆς τύχης τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχειν αὐτῇ δοκοῦντα, μέτεισιν ἐπὶ τὰ λοιπὰ τῶν προβλημάτων· ταῦτα δὲ ἦν τί τε διαφέρουσιν ἀλλήλων ἡ τύχη καὶ τὸ αὐτόματον, καὶ ἐν ποίῳ τρόπῳ τῶν αἰτίων ἀνάγονται. πρὸ τούτων δὲ· περὶ τοῦ κοινοῦ αὐτομάτου διαλέγεται, καὶ δείκνυσιν ὅτι ἐπὶ πλέον ἐστὶ τῆς τύχης, συλλογισμῷ χρώμενος ἐν τρίτῳ σχήματι τοιούτῳ· ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον ὑπάρχει, ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει, τὶ ἄρα αὐτόματον τύχη οὐκ ἔστιν. ὁ μὲν οὖν συλλογισμὸς οὗτος, κατασκευάζει δὲ ἀμφοτέρας τὰς προτάσεις ὁ Ἀριστοτέλης, τὴν μὲν κατα- φατικὴν ἐκ τῆς ἐπαγωγῆς· λέγομεν γὰρ ὅτι αὐτομάτως κατηνέχθη ὁ λίθος, ὅταν μὴ ἀπό τινος προνοίας κατηνέχθη, καὶ αὐτομάτως ἐσώθη ὁ ἵππος, ὅτι κατέβαλε τὸν δεσπότην καὶ ἔφυγε διψήσας ἐκ τῆς φάλαγγος, συνέβη δὲ συμβολῆς γενομένης τὸν δεσπότην τελευτῆσαι· λέγεται οὖν ὁ ἵππος ἐκ ταὐτομάτου σωθῆναι. καὶ τὰ παιδία δὲ ἐκ ταὐτομάτου παθεῖν τι κατὰ τὸν αὐτὸν τρόπον λέγοιτο ἄν, οἷον φέρε εἰ ἀποπλανηθέντα τῆς τροφοῦ μηδενὸς ἄγοντος οἴκαδε ἐπανέλθῃ, οὐ γινώσκοντα ποῦ φέρεται· λέγεται γὰρ ἐκ ταὐτομάτου ἐπανελθεῖν. οὕτως καὶ ἐπὶ τελείων, ὅταν μὴ ἐφιστάνοντος τοῦ λογισμοῦ γίνηται κίνησις, αὐτομάτως φαμὲν κινεῖσθαι τοὺς πόδας· αὐτομάτοις δὲ πόδεσσι θοῶς ἐπεβήσατ’ ἀπήνης. τὴν δ’ ἀποφατικὴν κατασκευάζει διὰ συλλογισμοῦ ἐν δευτέρῳ σχήματι, λαμβάνων μέσον ὅρον τὴν εὐτυχίαν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία οὐχ ὑπάρχει, ἐφ’ ὧν τύχη ὑπάρχει καὶ εὐτυχία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει. πόθεν δὲ ὅτι ἡ εὐτυχία οὐδενὶ τῶν παίδων ὑπάρχει καὶ τῶν ἀλόγων καὶ τῶν ἀψύχων; δείκνυσι πάλιν τοῦτο διὰ μέσης τῆς εὐδαιμονίας ἐν δευτέρῳ σχήματι· παισὶ καὶ ἀψύχοις καὶ ἀλόγοις εὐδαιμονία οὐχ ὑπάρχει, οἷς ὑπάρχει εὐτυχία καὶ εὐδαιμονία ὑπάρχει. παισὶν ἄρα καὶ ἀψύχοις καὶ ἀλόγοις εὐτυχία οὐχ ὑπάρχει. πόθεν δὲ ὅτι παισὶ καὶ ἀψύχοις καὶ ἀλόγοις εὐδαιμονία οὐχ ὑπάρχει; δείκνυσι διὰ μέσης τῆς εὐπραξίας ἐν δευτέρῳ πάλιν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐπραξία οὐχ ὑπάρχει, οἷς εὐδαιμονία ὑπάρχει καὶ εὐπραξία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων εὐδαιμονία οὐχ ὑπάρχει. πόθεν δὲ πάλιν ὅτι ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐπραξία οὐχ ὑπάρχετ; δαίκνυστ τῷ αὁτῷ σχήματι διὰ μέσης τῆς πράξεως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει, ἐφ’ ὧν εὐπραξία καὶ δυσπραγία ὑπάρχει πρᾶξις ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων οὔτε εὐπραγία οὔτε δυσπραγία ὑπάρχει. δῆλον δὲ ὅτι ἀκριβείας ἕνεκεν καὶ ἐπὶ τῆς εὐτυχίας καὶ εὐδαιμονίας τὰ ἀντικείμενα δεῖ λαβεῖν· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία καὶ δυστυχία οὐχ ὑπάρχει, οἷς τύχη ὑπάρχει εὐτυχία ἢ δυστυχία ὑπάρχει ***ὁμοίως καὶ ἐπὶ τῆς εὐδαιμονίας· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐδαιμονία ἢ κακοδαιμονία οὐχ ὑπάρχει, οἷς εὐτυχία ἢ δυστυχία ὑπάρχει εὐδαιμονία ἢ κακοδιαμονία ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία ἢ δυστυχία οὐχ ὑπάρχει. ὁμοίως καὶ ἐπὶ εὐπραξίας. καὶ ὁ μὲν Ἀριστοτέλης μέχρι τῆς πράξεως ἔστη, λαβὼν ὁμολογούμενον ὅτι ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει, κατασκευάσεις δὲ καὶ τοῦτο διὰ μέσης τῆς προαιρέσεως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων προαίρεσις οὐχ ὑπάρχει οὐδὲν γὰρ αὐτῶν αἱρεῖται τόδε τι πρὸ τοῦδε), ἐφ’ ὧν πρᾶξις ὑπάρχει καὶ προαίρεσις ὑπάρχει, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων πρᾶξις οὐχ ὑπάρχει. συνθήσεις οὖν τὸν ὅλον συλλογισμὸν οὕτως· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων προαίρεσις οὐχ ὑπάρχει· ἐφ’ ὧν προαίρεσις οὐχ ὑπάρχει οὐδὲ πρᾶξις, ἐφ’ ὧν πρᾶξις οὐκ ἔστιν οὐδὲ εὐπραξία, ἐφ’ ὧν εὐπραξία οὐκ ἔστιν οὐδὲ εὐδαιμονία, ἐφ’ ὧν εὐδαιμονία οὐκ ἔστιν οὐδὲ εὐτυχία, ἐφ’ ὧν εὐτυχία οὐκ ἔστιν οὐδὲ τύχη, ἐπὶ παίδων ἄρα καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐχ ὑπάρχει· ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον ὑπάρχει ὡς ἐδείξαμεν διὰ τῆς ἐπαγωγῆς)· τὶ ἄρα αὐτόματον τύχη οὐκ ἔστιν, ὅπερ ἐξ ἀρχῆς προέκειτο δεῖξαι. λέγεται δέ, φησί, καὶ ἐπὶ τῶν τυχαίων τὸ αὐτόματον τοῦτο γὰρ λοιπὸν ἐκ τῆς χρήσεως λαμβάνει, ὅτι λέγονται καὶ τὰ ἀπὸ τύχης ἐκβαίνοντα ἐκ ταὐτομάτου γίνεσθαι), ἐπὶ πλέον ἄρα τῆς τύχης τὸ αὐτόματον· εἰ γὰρ πᾶσα μὲν τύχη καὶ αὐτόματον ὡς ἡ τῶν ἀνθρώπων χρῆσις δηλοῖ), οὐ πᾶν δὲ αὐτόματον καὶ τύχη ὡς ὁ συλλογισμὸς ἔδειξεν), ἐπὶ πλέον ἄρα τῆς τύχης τὸ αὐτόματον. εἰ δέ τις ἀπόδειξιν ζητοίη τοὐ ὅτι καὶ τὰ τυχαῖα λέγονται ἐκ ταὐτομάτου, ἴστω μὴ περὶ πράγματος σημασίας, ἀλλὰ περὶ χρήσεως ἀνθρώπων ζητῶν ἀπόδειξιν, χρήσεως δὲ ἀπόδειξις οὐδεμία ἄλλη ἢ ἡ τῶν ἀνθρώπων συνήθεια. πλὴν φαίνεται ἡ χρῆσις οὐ μόνον |ἐπὶ τῶν κατὰ τύχην φέρουσα τὸ αὐτόματον φαμὲν γὰρ ὅτι ἐκ ταὐτομάτου συνέτυχον τῷ φίλῳ), ἀλλὰ καὶ ἐπὶ τῶν ἐκ ταὐτομάτου τὸ κατὰ τύχην· λέγομεν γὰρ κατὰ τύχην σωθῆναι τὸν ἵππον ἐκ τῆς φάλαγγος ἕνεκα τοῦ πιεῖν φυγόντα, καὶ ὅτι ἔτυχε πεσόντα τὸν λίθον ἐπιτήδειον εἰς καθέδραν γενέσθαι· οὐδὲν δὲ πρᾶγμα περὶ χρήσεως ὀνομάτων ἐπὶ πολὺ διατείνεσθαι, τῆς σημασίας τῶν πραγμάτων μηδὲν βλαπτομένης. μετὰ ταῦτα διακρίνει τὸ ἰδικὸν αὐτόματον τοῦ ἀπὸ τύχης, λέγων ἐκεῖνα ἅπερ πολλάκις εἰρήκαμεν, ὅτι ἡ μὲν τύχη τοῖς κατὰ προαίρεσιν γινομένοις νομένοις ἀκολουθεῖ, τὸ δὲ ἰδίως λεγόμενον αὐτόματον τοῖς κατὰ φύσιν. εἶτα διακρίνας αὐτὰ ἀπ’ ἀλλήλων ζητεῖ τὸ ἔτι λειπόμενον πρόβλημα, ἐν ποίοις τῶν αἰτίων αὐτὰ κατατακτέον, καὶ δείκνυσιν ὅτι ἐν τοῖς ποιητικοῖς· εἰ γὰρ ἢ τῶν ἀπὸ φύσεως ἢ τῶν ἀπὸ διανοίας κατὰ συμβεβηκὸς γινομένων αἴτιον ἡ τύχη καὶ τὸ αὐτόματον, διάνοια δὲ καὶ φύσις ποιητικὰ αἴτια, καὶ ἡ τύχη ἄρ καὶ τὸ αὐτόματον τῶν ποιητικῶν ἄν εἶεν αἰτίων. Ἔστι μὲν οὖν ἄμφω αἴτια, καθάπερ εἴρηται, κατὰ συμβεβηκός, καὶ ἡ τύχη καὶ τὸ αὐτόματον. κοινόν, φησί, τοῦτο τῇ τύχῃ καὶ τῷ αὐτομάτῳ ὑπάρχει τὸ εἶναι αἴτια κατὰ συμβεβηκὸς τῶν ἐπ’ ἔλαττον γινομένων οὐ πάντων, ἀλλ’ ὅσα ἄν γένοιτο ἕνεκά του· ἔστι γάρ τινα τῶν ἐπ’ ἔλαττον καὶ μάτην γινόμενα, ὡς εἴ τις κινοίη τὴν τρίχα τοῦ γενείου μὴ συνεχῶς· τοῦτο γὰρ οὔτε ἕνεκά τού ἐστι (μάτην γάρ), οὔτε τοῖς ἕνεκά του γινομένοις παρακολουθεῖ. καὶ τούτων ὅσα ἄν γένοιτο ἕνεκά του ἀντὶ τοῦ ὅσα ἄν παρακολουθήσειε τοῖς ἕνεκά του γινομένοις· οὐ γὰρ τὰ ἐκ ταὐτομάτου γινόμενα ἕνεκά του γίνεται. οὐδὲ γὰρ ἡ κομιδὴ τοῦ ἀργυρίου ἕνεκά τού ἐστιν, ἀλλ’, εἰ ἄρα, οὗ ἕνεκά ἐστι, καὶ τοῦτο κατὰ συμβεβηκός· τῇ γὰρ προόδῳ ἕνεκα λουτροῦ γενομένῃ ἐπηκολούθησε τοῦτο ὥστε ἡ κομιδὴ κατὰ συμβεβηκὸς τέλος καὶ οὗ ἕνεκα τῆς προόδου, καὶ ἡ πρόοδος κατὰ συμβεβηκὸς ἕνεκα τῆς κομιδῆς, ἥτις καὶ καλεῖται αὐτόματον καὶ κατὰ συμβεβηκὸς αἴτιον τῆς κομιδῆς. p. 197a36 Διαφέρει δὲ ὅτι τὸ αὐτόματον ἐπὶ πλέον ἐστίν. εἰπὼν κατὰ τί κοινωνοῦσι, λέγει καὶ τί διαφέρουσι· διαφορὰν δὲ αὐτῶν λέγει οὐ τῆς τύχης · καὶ τοὐ ἰδίως λεγομένου αὐτομάτου τοῦ ἀντιδιαστελλομένου τῇ τύχῃ τοῦτο γὰρ ἐφεξῆς ποιεῖ), ἀλλὰ τοῦ κοινοῦ αὐτομάτου, ὥσπερ ἄν εἰ καὶ ζῴου καὶ ἀνθρώπου τὴν διαφοράν τις ἔλεγεν, ὅτι διαφέρει τὸ ζῷον τοῦ ἀνθρώπου τῷ ἐπὶ πλειόνων κατηγορεῖσθαι τὸ ζῷον. τοῦτο οὖν φησὶ καὶ νῦν, ὅτι ταύτῃ διαφέρει τῆς τύχης τὸ αὐτόματον, ὅτι ἐφ’ ὧν μὲν ἡ τύχη κατηγορεῖται ἐπὶ τούτων καὶ τὸ αὐτόματον, ἐφ’ ὧν δὲ τὸ αὐτόματον οὐ πάντως τὸ ἀπὸ τύχης· ὥστε δῆλον ὅτι ἐπὶ πλέον τὸ αὐτόματον τῆς τύχης. ὅτι μὲν οὖν ἐφ’ ὧν ἡ τύχη ἐπὶ τούτων. καὶ τὸ αὐτόματον, λαμβάνει ὡμολογημένον ἐκ τῆς χρήσεως χρήσεως γὰρ ἤρτηται ἡ τούτου ἀπόδειξις, οὐ λόγου), ὅτι δὲ ἐφ’ ὧν τὸ αὐτόματον οὐ πάντως καὶ ἡ τύχη, κατασκευάζει διὰ συλλογισμοῦ, ὃν ἤδη προεξεθέμεθα. ἔστι δὲ οὗτος· ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τὸ αὐτόματον θεωρεῖται, ἐπὶ παιδίων καὶ ἀψύχων καὶ ἀλόγων τύχη οὐ θεωρεῖται, τὶ ἄρα αὐτόματον τύχη οὐκ ἔστι. τούτων οὖν τῶν δύο προτάσεων τὴν μὲν κατηγορικὴν ἐσχάτην τίθησι καὶ πιστοῦται ἐκ τῆς ἐπαγωγῆς, ὡς ὑπομνήσομεν ἐν τῷ τόπῳ, τὴν δ’ ἀποφατικὴν πρότερον κατασκευάζει, εἶτα ἐκτίθεται· κατασκευάσας γὰρ πρότερον ἐπὶ ποίων ἂν ἡ τύχη κατηγοροῖτο τῶν ὁποίαν φύσιν ἐχόντων, τότε λοιπὸν ἐφαρμόζει τὰ εἰρημένα ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων, ὅτι μὴ ὑπάρχει αὐτοῖς τύχη, διότι μηδὲ ταῦτα περὶ ἃ ἡ τύχη θεωρεῖται. p. 197b1 Ἡ μὲν γὰρ τύχη καὶ τὸ ἀπὸ τύχης ἔστιν ἐν οἷς καὶ τὸ εὐτυχῆσαι ἂν ὑπάρξειε καὶ ὅλως πρᾶξις· διὸ ἀνάγκη περὶ τὰ πρακτέα εἶναι τὴν τύχην. Εἰ ἡ τύχη διῄρηται εἰς εὐτυχίαν καὶ δυστυχίαν, ἐν οἷς ἄρα μήτε εὐτυχίαν δυνατὸν ὑπάρξαι μήτε δυστυχίαν, ἐν τούτοις δῆλον ὅτι οὐδὲ τύχην. θάτερον δὲ τῶν ἐναντίων αὐτὸς εἶπε μόνον, τὴν εὐτυχίαν, ὡς προδήλου ὄντος ὅτι ἐφ’ ὧν πέφυκε θάτερον τῶν ἐναντίων εἶναι, ἐπὶ τούτων καὶ τὸ λοιπόν· ὥστε ἐφ’ ὧν εὐτυχίαν ἀδύνατον ὑπάρξαι, ἐπὶ τούτων καὶ δυστυχίαν ἀδύνατον. ὅτι μὲν οὖν ἐφ’. ὧν εὐτυχία ἐπὶ τούτων καὶ τύχη, πρόδηλον, μαθεῖν δὲ λείπεται ἐπὶ τίνων ἡ εὐτυχία. φησὶν οὖν ὅτι ἐπὶ τούτων εὐτυχία λέγεται ἐφ’ ὧν καὶ ἡ πρᾶξις· εὐπραγία γάρ τίς ἐστιν ἡ εὐτυχία. ὅτι δὲ ἐφ’ ὧν εὐτυχία ἐπὶ τούτων καὶ πρᾶξις, δείκνυσι διὰ μέσης τῆς εὐδαιμονίας. ἐπάγει οὖν οὕΤως· σημεῖον δὲ ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονίᾳ ἢ ἐγγύς, ἡ δὲ εὐδαιμονία πρᾶξις· εὐραξία γάρ. σημεῖον. φησί, τοῦ τὴν τύχην περὶ τὰ πρακτέα εἶναι, ὡς δὴ πράξεως τινος οὔσης τῆς τύχης καὶ τῆς μὲν εὐτυχίας εὐπραγίας τῆς δὲ δυστυχίας κακοπραγίας, ὅτι δοκεῖ ἡ εὐτυχία ἢ μηδὲν διαφέρειν τῆς εὐδαιμονίας ἢ ἐγγὺς αὐτῆς εἶναι· ἡ δ’ εὐδαιμονία, φησί, πρᾶξίς τίς ἐστιν. εἶτα πόθεν ὅτι πράξις; κατασκευάζει διὰ τῆς εὐπραξίας· ἡ γὰρ εὐδαιμονία, φησίν, εὐπραξία τίς ἐστιν, ἡ δὲ εὐπραξία πρᾶξίς τις, ἡ εὐδαιμονία ἄρα πρᾶξίς τις· εἰ τοίνυν ἡ μὲν εὐτυχία ταὐτὸν τῇ εὐδαιμονία, ἡ δὲ εὐδαιμονία πρᾶξίς τις, καὶ ἡ εὐτυχία ἄρα πρᾶξίς τις· |ἐστὶ δὲ ἡ εὐτυχία τύχη τις, ἡ τύχη ἄρα πρᾶξίς τις. καὶ ἔστιν ἐν τῷ τρίτῳ σχήματι ὁ συλλογισμός· πᾶσα εὐτυχία τύχη, πᾶσα εὐτυχία πρᾶξίς τις, ἡ τύχη ἄρα πρᾶξίς τίς ἐστιν· εἰ τοίνυν ἡ τύχη πρᾶξίς ἐστιν, ἐφ’ ὧν ἄρα μὴ ἔστι πρᾶξις, ἐπὶ τούτων οὐδὲ τύχη ἄν εἴη. καὶ αὐτὸς μέν, ὡς ἔμπροσθεν εἶπον, μέχρι τῆς πράξεως προάγει τὸν λόγον, εἰ δὲ ζητεῖς ἐπὶ τίνων ἡ πρᾶξις, φημὶ ἐφ’ ὧν καὶ προαίρεσιν· εἰ τοίνυν πᾶσα τύχη πρᾶξίς ἐστιν, ἡ δὲ πρᾶξις ἐπὶ τούτων ἐστὶν ἐφ’ ὧν προαίρεσις, ἡ τύχη ἄρα ἐπὶ τούτων ἐστὶν φατικὴν πρότασιν καί φησι· διὰ τοῦτο οὔτε ἄψυχον οὐδὲν οὔτε θηρίον οὔτε παιδίον οὐδὲν ποιεῖ ἀποτύχῃς, θηρίον ἀντὶ τοῦ ἀλόγου λαβών, διότι τὸ ἥμερον μάλιστα καὶ κοινωνικὸν τοῦ λόγου ἐστὶν ἴδιον· ὥστε τὸ ἐναντίον, τὸ ἄγριόν φημι, τῆς ἀλογίας, ὅπερ διὰ τοῦ θηρίου ἐχαρακτήρισεν. εἰ τοίνυν μήτε ἄψυχον μήτε ἄλογον μήτε θηρίον ποιεῖ τι ἀπὸ τύχης, ἐπὶ τούτων δὲ αὐτῶν κατηγορεῖται τὸ αὐτόματον, ὡς ἐφεξῆς δείξει, ἔοικεν ἄρα τὶ αὐτόματον μὴ εἶναι ἀπὸ τύχης. Σημεῖον δὲ ὅτι δοκεῖ ἤτοι ταὐτὸν εἶναι τῇ εὐδαιμονία ἢ ἐγγύς. σημεῖον ὅτι ἡ τύχη περὶ τὰ πρακτά, ὅτι ἡ εὐδαιμονία, ἥτις ὁμολογουμένως εὐπραγία τίς ἐστιν, ἢ ταὐτόν ἐστι τῇ εὐτυχίᾳ ἢ ἐγγύς ἡ εὐδαιμονία]· πρᾶξις δὲ ἡ εὐδαιμονία, καὶ ἡ εὐτυχία ἄρα πρᾶξις· ἡ δὲ εὑτυχία τύχη τις, καὶ ἡ τύχη ἄρα πρᾶξις. ἢ ταὐτὸν δέ φησιν ἢ ἐγγύς, ὅτι δοκεῖ ἡ εὐτυχία περὶ τὰ ἐκτὸς εἶναι· εἰ τοίνυν ἡ εὐτυχία περὶ τὰ ἐκτός, δοκεῖ δὲ τοῖς πολλοῖς καὶ ἡ εὐδαιμονία περὶ τὰ ἐκτὸς εἶναι, ταὐτὸν ἄρα οὕτω τῇ εὐτυχίᾳ ἡ εὐδαιμονία· ἐπεὶ δὲ τῷ ὄντι ἡ εὐδαιμονία περὶ τὴν εὐπραγίαν ἐστὶ τῆς ψυχῆς, εἴ τις μὴ περὶ τὴν εὐπραγίαν μόνον τῆς ψυχῆς ὁρίζοιτο εἶναι τὴν εὐδαιμονίαν, ἀλλὰ καὶ περὶ τὴν εὐπραγίαν τῶν ἐκτός, ἐγγὺς δηλονότι ἡ εὐτυχία τῆς εὐδαιμονίας καὶ οὐ ταὐτόν. τῷ δὲ ὄντι ἡ κυρίως εὐτυχία ἄν εἴη οὐχ ἡ περὶ τὴν τῶν ἔξωθεν ἔχουσα εὐπραγίαν ἀπλῶς, ἀλλ’ ἡ περὶ τὴν τῆς ψυχῆς, ἥτις καὶ εἰς ταὐτὸν ἔρχεται τῇ ευοαιμονιᾳ. p. 197118 οὐδὲ εὐτυχία οὐδ’ ἀτυχία ὑπάρχει τούτοις, εἰ μὴ καθ ὁμοιότητα, ὥσπερ Πρώταρχος. Οὐ λέγεται, φησίν, ἐπὶ παίδων καὶ ἀψύχων καὶ ἀλόγων εὐτυχία, εἰ μὴ καθ’ ὁμοιότητά τινα καὶ ἀναλογίαν. τὸ δὲ ὥσπερ φησὶ Πρώταρχ. ος οὐ πρὸς τὸ εἰ μὴ καθ’ ὁμοιότητα· οὐδὲ γὰρ καθ’ ὁμοιότητα ἔλεγε Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους, ἀλλ’ ἀπλῶς εὐτυχεῖς. οὕτως οὖν ἀναγνωστέον ̔οὐδέ, ὥσπερ φησὶ Πρώταρχος, εὐτυχία ἢ δυστυχία ὑπάρχει τούτοις’, εἶτα τὸ εἰ μὴ καθ’ ὁμοιότητα αὐτοῦ ἐστιν ἐπίκρισις, πῶς δυνατὸν καὶ ἐπὶ ἀψύχων εὐτυχίαν εἰπεῖν καὶ δυστυχίαν. Πρώταρχον δὲ ἤτοι τὸν ἐν Φιλήβῳ φησὶν ἢ ἕτερόν τινα. p. 197b11 Τὸ δὲ πάσχειν ὑπάρχει ἀπὸ τύχης πως καὶ τούτοις, ὅταν ὁ πράττων περὶ αὐτὰ πράξῃ ἀπὸ τύχης· ἄλλως οὐκ εστιν. Δύναταί, φησί, καὶ ἐπὶ ἀψύχων κατὰ ἀναλογίαν λέγεσθαι ἡ τύχη, οὐχ ὥσπερ ὁ Πρώταρχος ἔλεγεν, ὡς ὅταν ὁ πράττων τι περὶ τὰ ἄψυχα πράξῃ ἀπὸ τύχης, τότε κἀκεῖνα πεπονθέναι ἄν λέγοιντο ἀπὸ τύχης. οἷον ὡς ὅταν τις ῥίψας λίθον τοῦ πατάξαι τινὰ ἕνεκα ἐκεῖνον μὲν μὴ πατάξῃ, τὸν δὲ λίθον ποιήσῃ τρίγωνον μὴ τοῦτο βουληθεὶς ποιῆσαι· λέγεται γὰρ οὗτος ἀπὸ τύχης τοῦτο πεποιηκέναι, καὶ διὰ τὸν ἐνεργήσαντα καὶ ὁ λίθος ἀπὸ τύχης τρίγωνος γενέσθαι. μόνως οὖν οὕτως, φησί, δυνατὸν ἐπὶ τῶν ἀψύχων τὸ ἀπὸ τύχης λέγεσθαι. τί οὖν; οὐκ οἶδεν ἡ συνήθεια τὴν εὐτυχίαν ἐπὶ παιδίων ; ὅταν γοῦν ἀρτιγενεῖ βρέφει τις τελευτῶν τῶν μὴ προσηκόντων κατὰ γένος τὴν οὐσίαν καταλίπῃ, λέγομεν τὸ παιδίον τοῦτο εὐτυχές, καὶ οὐ δήπου ἐκ ταὐτομάτου φήσαιμεν ἄν τὸ κληρονομῆσαι γεγονέναι τῷ παιδίῳ· οὐδὲ γὰρ ὁρμῇ τινι φυσικῇ τοῦτο παρηκολούθησεν οὔτε τοῦ παιδίου οὔτε τοῦ τὰ χρήματα καταλελοιπότος. p. 197b13 Τὸ δ’ αὐτόματον καὶ τοῖς ἄλλοις ζῴοις καὶ πολλοῖς τῶν ἀψύχων. Ἐνταῦθα τὴν καταφατικὴν τέθεικε πρότασιν, ὅτι τὸ αὐτόματον καὶ ἀψύχοις καὶ παισὶ καὶ τοῖς ἀλόγοις ζῴοις ὑπάρχει. καὶ παραδείγματι πείθει ὅτι φαμὲν τὸν ἵππον ἐκ ταὐτομάτου σωθῆναι τὸν φυγόντα ἐκ τῆς παρατάξεως, ἢ διψῶντα ἢ ἑτέρως ὑπό τινος φυσικῆς ὁρμῆς κινηθέντα. οἷον ὁ ἵππος αὐτομάτως, φαμέν, ἦλθεν, ὅτι ἐσώθη μὲν ἐλθών, οὐ τοῦ σωθῆναι δὲ ἕνεκεν ἦλθεν. δεῖ ὑπερβατῶς ἀναγνῶναι τὴν λέξιν ̔ὁ ἵππος ἐλθὼν αὐτόματος ἐσώθη, ὅτι ἦλθεν μὲν οὐ τοῦ σωθῆναι δὲ ἕνεκεν ἦλθεν’· ἦλθε μὲν γὰρ δι’ ἄλλο τι ἢ τοῦ πιεῖν ἕνεκα ἢ ἄλλου Λίνος, συνέβη δὲ ἐλθόντα σωθῆναι. καὶ ὁ τρίπους αὐτομάτως κατέπεσεν· ἔστη μὲν γὰρ τοῦ καθῆσθαι ἕνεκεν, ἀλλ’ οὐ τοῦ καθῆσθαι ἕνεκεν κατέπεσεν. εἰ κρεμάμενος ὁ τρίπους πέσοι, καὶ πεσὼν σχοίη τοιαύτην θέσιν ὥστε εἶναι πρὸς καθέδραν τὴν θέσιν ἐπιτηδείαν, ἐκ ταὐτομάτου λέγεται τὴν τοιαύτην θέσιν ἔχειν, ἐπειδὴ ἔπεσε μὲν καὶ ἠνέχθη τῇ φυσικῇ ὁρμῇ, ἔπεσε δὲ οὐκ ἐπὶ τούτῳ ὥστε καθέδρα γενέσθαι. εἰ γὰρ λίθος πέσοι κυβικὸν ἔχων τὸ σχῆμα, οὐκ αὐτομάτως λέγοιτο ἂν κεῖσθαι πρὸς τὸ καθέζεσθαι· επιτήδειος γὰρ ἦν ἐν τῇ φύσει αὐτοῦ τὸ πάντως, εἰ πίπτοι, τοῦτον καταπεσεῖν τὸν τρόπον. διὰ τοῦτο οὐδὲ τὸ πῦρ αὐτομάτως λέγεται ἐπὶ τὸ ἄνω φέρεσθαι· φύσις γὰρ αὕτη τοὐ πυρός. p. 197b18 Ὥστε φανερὸν ὅτι ἐν τοῖς ἁπλῶς ἕνεκά του γινομένοις, ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γένηται ὧν ἔξω τὸ αἴτιον, τότε ἀπὸ ταὐτομάτου λέγομεν. Ὅρος τοῦ κοινοῦ αὐτομάτου ἐν τοῖς ἕνεκά του τοῖς τε κατὰ φύσιν καὶ τοῖς κατὰ προαίρεσιν. ἀπλῶς δὲ ἀντὶ τοῦ καθόλου. ἔστιν οὖν τὸ αὐτόματον ἐν τοῖς ἕνεκά του γινομένοις τοῖς τε κατὰ φύσιν καὶ τοῖς κατὰ προαίρεσιν. ὅταν μὴ τοῦ συμβάντος ἕνεκα γένηται, οἷον τῆς κομιδῆς τοῦ ἀργυρίου· οὐδὲ γὰρ διὰ τοῦτο προῆλθεν, ἵνα κομίσηται τὸ ἀργύριον, οὐδ’ ὁ λίθος διὰ τοῦτο κατέπεσεν, ἵνα πρὸς καθέδραν γένηται ἐπιτήδειος. ὧν ἔξω τὸ αἴτιον ἀντὶ τοὐ ὧν ἕνεκά του γινομένων τὸ αἴτιον τοῦ συμβεβηκότος ἔξω αὐτοῦ ἐστι. τὸ δὲ ἔξω ἀντὶ τοῦ μὴ πρὸς τὸ τέλος νενευκός, ἀλλ’ ἔξω τοῦ ἀποβάντος τὸ αἴτιον αὐτοῦ, καὶ ἄλλου ἕνεκα ὄν· οἷον τοῦ συντυχεῖν τῷ φιλῳ αἴτιον κατὰ συμβεβηκὸς ἡ εἰς ἀγορὰν πρόοδος, ἀλλὰ τὸ αἴτιον τοῦτο καὶ ἔξω ἐστὶ τοῦ ἀποβάντος, ἀντὶ τοῦ οὐ πρὸς τὸ ἀποβὰν νένευκε καὶ ἄλλου ἕνεκεν ἐστί, οἷον τοὐ λούσασθαι. ἔστιν οὗν ἡ ὅλη διάνοια συνελόντι εἰπεῖν αὕτη· αὐτόματον ἀπλῶς ἐστι τὸ παρακολουθοῦν τοῖς ἕνεκά του γινομένοις, ὅταν γένωνται μὴ αὐτοῦ τούτου τοῦ συμβάντος ἕνεκα, ὧν ἔξω ἐστὶ τὸ τοῦ συμβάντος αἴτιον, διὰ τὸ μὴ ἐν τούτοις εἶναι καθ’ αὐτὸ τὴν τοῦ συμβάντος αἰτίαν. ἐν τούτοις γὰρ οὐκ ἔστιν ἔξω τὸ αἴτιον τοῦ συμβαίνοντος, ἐν οἷς καθ’ αὑτό ἐστιν ἡ αἰτία τοῦ ἀποτελουμένου, οἷον τὸ αἴτιον τῆς οἰκίας οὐκ ἔξω ἐστὶ τῆς οἰκοδομίας, ἀλλ’ ἐν αὐτῇ· πρὸς γὰρ τὴν οἰκίαν ἡ οἰκοδομία νένευκεν. p. 197b20 Ἀπὸ τύχης δὲ τούτων ὅσα ἀπὸ ταὐτομάτου γίνεται τῶν προαιρετῶν τοῖς ἔχουσι προαίρεσιν. Ὁρισάμενος τὸ κοινὸν αὐτόματον ὁρίζεται καὶ τὸ ἀπὸ τύχης, ὅτι ταῦτα λέγω ἀπὸ τύχης, ὅσα ἀπὸ ταὐτομάτου τῶν προαιρετῶν γίνεται τούτοις οἵτινες ἔχουσι πραίρεσιν· οἷον τὸ ἀπαιτῆσαι τὸ ἀργύριον τῶν προαιρετῶν ὑπάρχον, ὅταν ἐκ ταὐτομάτου παρακολουθήσῃ τοῖς ἔχουσι προαίρεσιν, ἀπὸ τύχης λέγεται εἶναι. · προαιρετῶν δὲ ἀντὶ τοῦ τῶν κατὰ προαίρεσιν γινομένων, ἤτοι τῶν παρακολουθούντων τοῖς κατὰ προαίρεσιν γινομένοις. τῶν προαιρετῶν μὲν οὖν εἶπεν, ὅτι γένοιτ’ ἂν ἐκ ταὐτομάτου τινὰ τοῖς ἔχουσι προαίρεσιν οὐ τῶν προαιρετῶν, οἷον εἰ ἐσθίοντος ἐμπέσοι τι τῶν ἐσθιομένων εἰς. τὴν ἀρτ· ηρίαν, ἢ βαδίζων πληγῇ τὸν πόδα τῇ γὰρ φυσικῇ ὁρμῇ ἔξωθέν τι ἐκ ταὐτομάτου ἐπηκολούθησεν), ἢ πεσόντος ἄνωθεν ῥαγείη τὸ ἀπόστημα καὶ θεραπευθείη· ταῦτα γὰρ τοῖς ἔχουσι μὲν προαίρεσιν συμβαίνει, οὐ προαιρετικαῖς δὲ αὐτῶν ἐνεργείαις ἐπακολουθήσαντα. τοῖς δὲ ἔχουσι προαίρεσιν προσέθηκε, διότι λέγονται καὶ τὰ ἄψυχα πάσχειν τι ἀπὸ τύχης, ”ὅταν ὁ πράττων τι περὶ αὐτὰ. ἀπὸ τύχης τι πράξῃ”, ἀλλ’ οὐκ ἔχοντα προαίρεσιν πάσχει. διὸ οὐ κυρίως ἀπὸ τύχης τὰ τοιαῦτα λέγεται, ἀλλὰ τὰ οὕτω συμβαίνοντα αὐτοῖς τοῖς ἔχουσι προαίρεσιν, ταῦτα κυρίως ἀπὸ τύχης. p. 197b22 Σημεῖον δὲ τὸ μάτην, ὅτι λέγεται ὅταν μὴ γένηται τὸ ἕνεκα ἄλλου ἐκείνου ἕνεκα. Σημεῖον, φησίν, ὅτι τὸ αὐτόματον τοιοῦτόν ἐστιν οἷον εἰρήκαμεν, τὸ παρακολουθοῦν τοῖς ἕνεκά του ὅταν μὴ αὐτοῦ ἐκείνου ἕνεκα γένωνται, καὶ αὐτὴ ἡ τοῦ ὀνόματος ἐτυμολογία· παρῆκται γὰρ ἀπὸ τοῦ ̔μάτην’ σύγκειται γὰρ παρὰ τὸ ̔αὐτό’ καὶ τὸ ̔μάτην’), μάτην δὲ ἐκ· εῖνα λέγονται εἶναι, οἷς οὐκ ἀπαντᾷ τὸ τέλος οὗ ἕνεκα γίνεται. ὅταν γὰρ βαδίσῃ μέν τις ὑπὲρ τοῦ τὴν γαστέρα λαπάξαι καὶ διαχωρῆσαι, τοῦτο δὲ μὴ συμβῇ, μάτην φαμὲν αὐτὸν βεβαδικέναι. εἰ τοίνυν τοῦτό ἐστι μάτην, τὸ πεφυκὸς μὲν ἄλλου ἕνεκα γίνεσθαι, ἀποτυγχάνον δὲ τοῦ τέλους, καλῶς ἄρα τὸ αὐτόματον παρὰ τὸ ̔αὐτὸ μάτην’ εἶναι ἐσχημάτισται. λέγομεν γὰρ ἐκ ταὐτομάτου γενέσθαι τὸν λίθον ἐπιτήδειον πρὸς καθέδραν, ὡς δὴ τοῦ αὐτομάτου αἰτίου αὐτῷ τούτου γενομένου· ἐπεὶ οὖν ἡ ἐπὶ τὸ κάτω φορὰ τοῦ λίθου κατὰ συμβεβηκὸς αἰτία τοῦ τοιούτου σχήματος γέγονε, λέγεται αὐτὴ αὐτόματον, ὡς αὐτὴ μάτην γεγονυῖα ὡς πρὸς τὸ ἐκβὰν κατὰ συμβεβηκὸς τέλος. ἐπεὶ γὰρ ἄλλο μὲν ἦν τῆς ἐπὶ τὸ κάτω φορᾶς τὸ φυσικὸν τέλος, τὸ γενέσθαι ἐν τῇ οἰκείᾳ ὁλότητι, ἐπηκολούθηκε δὲ τῇ τοιαύτῃ ὁρμῇ ἕτερόν τι τέλος κατὰ συμβεβηκός, εἰ θεωρήσῃς τὴν φορὰν ὡς πρὸς τοῦτο τὸ τέλος καὶ λάβῃς ὅτι ἔσται αὐτῆς τοῦτο τὸ. τέλος, εἶτα μάθῃς ὅτι οὐ τοὐ τέλους τούτου ἕνεκεν ἐφέρετο, γνώσῃ ὅτι μάτην ἐκινεῖτο μὴ πρὸς τὸν σκοπὸν τοῦτον γινομένη ὃς συνέβη αὐτῆς τέλος εἶναι. εἴτε οὗν ἐκβῇ εἴτε μὴ ἐκβῇ τὸ φυσικὸν ἢ προαιρετὸν τέλος, ἐπειδὴ συνέβη καὶ ἄλλο τέλος ἔχειν τὴν τοιαύτην κίνησιν, οὐ γίνεται δὲ διὰ τοῦτο, μάτην ἄν εἴη ὡς πρὸς τοῦτο γινομένη· οἷον εἰ τοῦ λαλεῖν τέλος εἴη τὸ σημαίνειν ἀλλήλοις τὰ ἡμέτερα βουλεύματα, λαλεῖ δέ τις ἄσημα καὶ μὴ πρὸς τοῦτο τὸ τέλος ὁρῶν, μάτην ὁ τοιοῦτος λαλεῖ. οὕτως οὗν ἐπειδὴ ἡ κίνησις ᾗ ἕπεται τὸ ἐκ ταὐτομάτου, ὅπερ ἐστὶν αὐτῆς κατὰ συμβεβηκὸς τέλος, οὐ τούτου ἕνεκα τοῦ τέλους γίνεται, μάτην ἂν εἴη γινομένη, ὡς μὴ προθεμένη τοῦτο αὐτό, κἄν πρὸς ἄλλο μὴ ᾖ μάτην. διαφέρει δὲ τὸ ἀπὸ ταὐτομάτου τοῦ μάτην ᾗ καὶ τὸ τελικὸν τοῦ ποιητικοῦ, καθάπερ καὶ τὸ ἀπὸ τύχης τῆς τύχης· ὅλως γὰρ ὅταν τοιοῦτόν τι ἀποβῇ τέλος, ὅπερ ἔχει μὲν οἰκεῖα ποιητικὰ αἴτια, γίνεται δὲ μὴ τῶν ποιητικῶν αἰτίων· προυπαρξάντων, ἀλλ’ ἑτέρων τινῶν οἷς καὶ αὐτοῖς ἕτερον οἰκεῖον ἠκολούθει τέλος, τότε τὰ μὲν προϋπαρξαντα μάτην λέγεται γεγονέναι, ὅτι μὴ γέγονεν ἐξ γέγονεν ὃ προέκειτο τέλος, τὰ δὲ ἐπισυμβάντα ἐκ ταὐτομάτου, ὅτι μὴ προυπαρξάσης ἐγένετο τῆς οἰκείας ἀρχῆς. οἷον λίθος καταπεσὼν ἐπάταξε τὸν παριόντα· ἐνταῦθα γὰρ τὸ μὲν πατάξαι τέλος, τὸ δὲ πεσεῖν ποιητικὸν αἴτιον εἴποιμεν ἄν. ἀλλὰ h 3r καὶ τὸ πατάξαι ἑτέραν εἶχεν οἰκείαν ἀρχὴν οὐ τὸ πεσεῖν, ἀλλὰ φέρε εἰπεῖν τὸ βληθῆναι ὑπό τινος ὥστε πατάξαι. · καὶ τὸ πεσεῖν οὐ τὸ πατάξαι τέλος εἶχεν, ἀλλ’ εἰς τὸν οἰκεῖον ἐνεχθῆναι τόπον· ἀλλήλων δ’ ἐγένοντο κατὰ συμβεβηκὸς τὸ μὲν αἴτιον, τὸ δὲ τέλος. Ζητήσεις δὲ πότερον καὶ τὰ τέρατα ἐκ ταὐτομάτου δεῖ καλεῖν ἢ οὔ. δόξει γὰρ καὶ αὐτὰ ἐκ ταὐτομάτου· ἡ γὰρ φυσικὴ ὁρμὴ τοῦ οἰκείου τέλους ἀποτυχοῦσα κατὰ συμβεβηκὸς τούτων αἰτία γέγονε. μήποτε δὲ οὐ δεῖ ταῦτα καλεῖν ἐκ ταὐτομάτου. ἔχει γὰρ οἰκείαν αἰτίαν προηγησαμένην ἐν ἑαυτοῖς· ἢ γὰρ ψῦξιν ἢ ἔλλειψιν ἢ πλεονασμὸν τῆς ὕλης. ἀλλὰ φήσειέ τις ὅτι καὶ ὁ πεσὼν λίθος ἔνδον εἶχε τὴν βαρύτητα, ἀλλὰ τοῦ πεσεῖν μὲν αὕτη ποιητική, τοῦ πλῆξαι δὲ οὔ, εἰ μὴ κατὰ συμβεβηκός. ἀλλὰ γὰρ καὶ ἐπὶ τοῦ λίθου τοῦ εἰς τὴν καθέδραν ἐπιτηδείου γενομένου ἔστι πάντως ἢ ἐξοχή· τις ἢ λίθος ἕτερος, ἐφ’ ἃ προσραγεὶς ἐυραύσθη τὰ περιττά, καὶ οὕτως ἐπιτηδειότητα εἰς καθέδραν ἔσχεν· ἀλλ’ ὅμως ἐκ ταὐτομάτου φαμὲν ταῦτα, διὰ τὸ μὴ εἶναι ποιητικόν τι αἴτιον ὡρισμένον τῆς τοιαύτης ἰδέας τοῦ λίθου. οὕτως οὖν καὶ ἐπὶ τῶν τεράτων φημὶ ὅτι τὸ ψυχρὸν ἢ ὁ πλεονασμὸς τῆς ὕλης ἢ ἡ ἔνδεια ὑλικά εἰσιν αἴτια, ποιητικὸν δὲ ὡρισμένον αἴτιον τῶν τεράτων οὐκ ἂν εὕροις· ὥστε καὶ ταῦτα ἐκ ταὐτομάτου. p. 197b27 ἐπεὶ εἴ τις λούσασθαι μάτην φαίη, ὅτι οὐκ ἐξέλιπεν ὁ ἥλιος, γελοῖος ἄν εἴη· οὐ γὰρ τοῦτο ἐκείνου ἕνεκα. Ὅτι τοῦτό ἐστι μάτην τὸ μὴ τυχὸν τοῦ οἰκείου τέλους, διὰ τούτων δείκνυσι. κἂν γάρ, φησί, μὴ τύχῃ τελῶν ἄλλων μὴ ὄντων αὐτῷ οἰκείων, οὐ λέγεται μάτην· οὐδὲ γὰρ εἰ μὴ λουσαμένων ἐξέλιπεν ὁ ἥλιος, μάτην ἐλουσάμεθα, ἐπεὶ μηδὲ τέλος τοῦ λουτροῦ ἡ τοῦ ἡλίου ἔκλειψις, ἀλλ’ ἡ ὑγίεια ἤ τι τοιοῦτον· οὐ μάτην οὖν τὸ λουτρὸν μὴ ἐκλείποντος τοῦ ἡλίου, ἀλλὰ μὴ τυχὸν τοῦ οἰκείου τέλους. ἔνθεν οὖν τὸ αὐτόματον ἔχει τὴν ἐτυμολογίαν, ἐκ τοὐ αὐτὸ μάτην γεγονέναι καὶ μὴ τοῦ οἰκείου τυχεῖν τέλους. οὕτως οὖν τὸν πεσόντα λίθον μὴ τοῦ πατάξαι ἕνεκα αὐτομάτως φαμὲν καταπεσεῖν καὶ πλῆξαι, ἐπεὶ μὴ πρὸς τὸ ἐκβὰν αὐτῷ τέλος τὸν σκοπὸν ἐξ ἀρχῆς εἶχε· μάτην οὖν ὡς πρὸς τὸ τέλος κατέπεσεν, ἐπεὶ μὴ πρὸς αὐτὸ νένευκε. p. 197b32 Μάλιστα δ’ ἐστὶ χωριζόμενον τοῦ ἀπὸ τύχης ἐν τοῖς φυσει γινομενονις. Ἡ διάκρισις τοῦ τυχαίου ἀπὸ τοῦ ἰδίως λεγομένου αὐτομάτου, ὅτι τὸ ἰδίως λεγόμενον αὐτόματον ἐν τοῖς φύσει γινομένοις συμβαίνει, τοῦ ἀπὸ τύχης ἐν τοῖς προαιρετοῖς συμβαίνοντος. ὅταν γὰρ γένηται παρὰ φύσιν, τότε οὐκ ἀπὸ τύχης ἀλλὰ μᾶλλον ἀπὸ ταὐτομάτου γεγονέναι φαμέν. παρὰ φύσιν ἀντὶ τοῦ παρὰ τὴν φύσιν, τουτέστι παρὰ τὸν σκοπὸν τῆς φύσεως. ὅταν οὖν παρὰ τὸν σκοπὸν τῆς φύσεως ἐκβῇ τι, τότε διὰ τὸ φυσικῇ ὁρμῇ ἐπακολουθῆσαι κατὰ συμβεβηκὸς οὐ κατὰ σκοπὸν φυσικὸν ἐκ ταὐτομάτου λέγεται τὸ τοιοῦτον. p. 197b35 ἔστι δὲ καὶ τοῦτο ἕτερον· τοῦ μὲν γὰρ ἔξω τὸ αἴτιον, τοῦ δὲ ἐντός. Ἐπειδὴ εἶπεν ὅτι χωρίζεται τὸ αὐτόματον τῆς τύχης τῷ τὸ αὐτόματον ἐν τοῖς φύσει γινομένοις εὑρίσκεσθαι, βούλεται τοῦ φύσει χωρίσαι τὸ αὐτόματον, ἵνα μὴ δόξῃ τὸ αὐτὸ εἶναι. φησὶν οὖν ὅτι διακρίνονται ἀπ’ ἀλλήλων τῷ τοῦ μὲν φυσικοῦ τέλους ἐν αὐτῷ εἶναι τὸ αἴτιον τοῦ ἀποβάντος, τοῦ δὲ αὐτομάτου ἔξωθεν τὸ αἴτιον. ἐντὸς δὲ τὸ αἴτιον τῶν φυσικῶν τῷ τε ἐν αὐτοῖς εἶναι τὸ κινητικὸν καὶ τῷ πρὸς τὸ τέλος νενευκέναι, ἐπὶ δὲ τῶν ἐκ ταὐτομάτου γινομένων οὔτε ἐν αὐτοῖς τὸ αἴτιον ἀλλ’ ἔξω, καὶ οὐ πρὸς αὐτὰ νενευκὸς ἀλλὰ πρὸς ἕτερα. p. 198a2 Τῶν δὲ τρόπων τῆς αἰτίας ἐν τοῖς ὅθεν ἡ ἀρχὴ τῆς h 3r κινήσεως ἑκατέρου αὐτῶν. Τὸ λοιπὸν τῶν προβλημάτων προστίθησιν, ἐν ποίοις αἰτίοις αὐτὰ κατατακτέον, καί φησιν ὅτι ἐν τοῖς ποιητικοῖς· ποιητικοῖς γὰρ αἰτίοις παρακολουθοῦσι φύσει καὶ διανοία. ἀλλ’ εἰ καὶ οἷς ἐπισυμβαίνει ὥρισται, φύσις καὶ διάνοια, ἀλλ’ οὖν γε αὐτὰ ἀόριστά ἐστι τὸ πλῆθος, ὡς πολλάκις εἴπομεν· τοῦ γὰρ αὐτοῦ μυρία ἄν εἴη κατὰ συμβεβηκὸς αἴτια. p. 198a5 ἐπειδή ἐστι τὸ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἄν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις. Ἑπειδὴ βουλόμενος δεῖξαι ἀνωτέρω ὅτι ἔστιν ἡ τύχη καὶ τὸ αὐτόματον, εἶπεν ὅτι οὕτως εἰσὶ ταῦτα, ὅτι ̔καί τινες τοῦ οὐρανοῦ τοῦδε καὶ τῶν κόσμων πάντων αἴτιόν φασι τὸ αὐτόματον’, διὰ τοῦτο νῦν ἐπιρραπίζει αὐτῶν τὴν ἀσεβῆ ταύτην δόξαν ἐκ τῶν δεδειγμένων. εἰ γὰρ τὸ αὐτόματον καὶ ἡ τύχη κατὰ συμβεβηκός ἐστιν αἴτια ἐν γὰρ τοῖς ἐπ’ ἔλαττον, ὡς δέδεικται, ὁρῶνται), τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια τοῖς καθ’ αὑτὸ αἰτίοις παρυφίστανται διὰ τοῦτο γὰρ καὶ κατὰ συμβεβηκὸς ἐκλήθη, ὡς ἄλλοις ἐπισυμβαίνοντα), προηγεῖται ἄρα τῶν κατὰ συμβεβηκὸς αἰτίων τὰ καθ’ αὑτὸ αἴτια· τοῦ αὐτομάτου ἄρα καὶ τῆς τύχης τὰ καθ’ αὑτὸ προηγεῖται αἴτια. ταῦτα δ’ ἐστὶ νοῦς καὶ φύσις, ὡς δέδεικται· προηγεῖται ἄρα τῆς τύχης καὶ τοὐ αὐτομάτου νοῦς καὶ φύσις, ὧν τὰ μὲν καθ’ αὑτό ἐστιν αἴτια, τὰ δὲ κατὰ συμβε|βηκός. κἄν γὰρ συγχωρήσωμεν ἄρα τοῖς περὶ Δημόκριτον καὶ τοῖς ἄλλοις ἐκ ταὐτομάτου τὸ πᾶν γενέσθαι, ἀνάγκη προηγεῖσθαι τὸ καθ’ αὑτὸ αἴτιον τὸν νοῦν καὶ τὴν φύσιν· ὥστε καὶ εἰ ἐκ ταὐτομάτου γέγονεν ὁ οὐρανός, πολλῷ πρότερον ὑπὸ νοῦ γένοιτ’ ἂν καὶ ὑπὸ φύσεως. Ἀλλ’ ἐρεῖ τις πρὸς ταῦτα, ὅτι τῶν μὲν κατὰ συμβεβηκὸς αἰτίων δεῖ προηγεῖσθαι τὰ καθ’ αὑτὸ αἴτια, καὶ διὰ τοῦτο τύχης καὶ αὐτομάτου δεῖ προηγεῖσθαι νοῦν καὶ μύσιν οἷς ταῦτα ἐπισυμβαίνουσιν, οὐ. μέντοι τῶν αὐτῶν αἴτια ἀνάγκη εἶναι τὰ καθ’ αὑτὸ αἴτια, τὸν νοῦν λέγω καὶ τὴν φύσιν, ὧν. ἂν εἴη καὶ ἡ τύχη καὶ τὸ αὐτόματον. ὁ μὲν· γὰρ νοῦς αἴτιός ἐστι τοῦ λούσασθαι καθ’ αὑτό, οὐ μέντοι καὶ τοῦ κομίσασθαι τὸ ἀργύριον, ὅπερ ἀπὸ τύχης γέγονεν, αἴτιός ἐστι καθ’ αὑτὸ ὁ νοῦς· καὶ τὸ μὲν διψῆσαι τὸν ἵππον αἴτιόν ἐστι τῷ ἵππῳ καθ’ αὑτὸ τῆς ἐκ τοῦ στρατοπέδου ἀναχωρήσεως, τοῦ μέντοι ἀναχωρήσαντα σωθῆναι, ὅπερ ἐκ ταὐτομάτου γέγονεν, οὐκέτι ἡ δίψα ἢ ἡ ἀναχώρησις καθ’ αὑτό ἐστιν αἰτία, ἀλλὰ κατὰ συμβεβηκός. ὥστε τὸ δεῖν μὲν τὸν νοῦν καὶ τὴν φύσιν αἴτια καθ’ αὑτὸ εἶναι ἄλλων τινῶν ἐκ τούτων δέδεικται, τοῦ μέντοι οὐρανοῦ εἰ τὸ αὐτόματον αἴτιόν ἐστιν, οὐκέτι καὶ τὸν νοῦν ἢ τὴν φύσιν ἐκ τούτων ἀνάγκη αἴτια εἶναι, εἰ μὴ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς γὰρ τῶν μὲν κατὰ τύχην ὁ νοῦς αἴτιος τῶν δὲ ἐκ ταὐτομάτου ἡ φύσις, καθ’ αὑτὸ δὲ οὐκέτι. φημὶ οὖν ἐγὼ πρὸς ταῦτα· ἐπειδὴ ἐκεῖνοι ἐκ ταὐτομάτου πάντας τοὺς κόσμους ἄλλον ἐν ἄλλῳ μέρει τοῦ κενοῦ γενέσθαι ἔλεγον, εἰ δέδεικται ὅτι πρὸ τύχης καὶ τοῦ αὐτομάτου · δεῖ τὰ καθ’ αὑτὸ εἶναι αἴτια, τὸν νοῦν λέγω καὶ τὴν φύσιν, ἐροίμεθα αὐτοὺς τίνος ἄν εἴη νοῦς καὶ φύσις καθ’ αὑτὸ αἴτια· εἰ γὰρ τῶν κόσμων πάντων κατὰ συμβεβηκός, τίνος ἄν εἶεν καθ’ αὑτό; οὐ γὰρ ἔστιν ἕτερόν τι παρὰ τοὺς ἀπείρους κόσμους. ὥστε ἢ οὐδ’ ὅλως ἔσονταί τινος καθ’ αὑτὸ αἴτια νοῦς καὶ φύσις, ὅπερ ἀδύνατον, ἢ εἰ εἰσί, τῶν κόσμων τῶν ἀπείρων εἰσὶ δηλονότι· . καλῶς ἄρα συνῆκται ὅτι καὶ κατὰ τὰς αὐτῶν ὑποθέσεις νοῦν καὶ φύσιν ἀνάγκη καὶ τούτου τοῦ κόσμου καὶ πάντων καθ’ αὑτὸ ὑποτιθέναι αἴτιον· εἰ γὰρ δέδεικται ἡμῖν ὅτι τύχη καὶ αὐτόματον ἐξ ἀνάγκης τοῖς καθ’ αὑτὸ αἰτίοις παρυφίστανται τῷ νῷ καὶ τῇ φύσει, ἀνάγκη δὲ πρὸ τῶν κατὰ συμβεβηκὸς αἰτίων εἶναι τὰ καθ’ αὑτὸ αἴτια, τίνος ὅν εἶεν καθ’ αὑτὸ αἴτια νοῦς καὶ φύσις, εἰ μὴ τῶν κόσμων εἶεν αἴτια; ὥστε ἔκ τε τῶν παρ’ ἡμῶν δεδειγμένων καὶ τῶν ὑποθέσεων νῶν ἐκείνων συνάγεται νοῦν καὶ φύσιν καθ’ αὑτὰ εἶναι αἴτια τοῦ παντός, εἰ καὶ συγχωρηθείη καὶ τὸ αὐτόματον εἶναι αὐτοῦ αἴτιον. Ἐπεὶ δ’ ἐστὶ αὐτόματον καὶ ἡ τύχη αἴτια ὧν ἄν ἢ νοῦς γένοιτο αἴτιος ἢ φύσις, ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται τούτων αὐτῶν. ἡ τύχη, φησί, καὶ τὸ αὐτόματον αἴτια τούτων εἶναι λέγεται ὧν καὶ ὁ νοῦς καὶ ἡ φύσις · αἴτιά εἰσι κατὰ συμβεβηκός. τῆς γὰρ κομιδῆς τοῦ ἀργυρίου αἰτία μὲν λέγεται εἶναι ἡ τύχη, πρὸ τῆς τύχης δὲ ὁ νοῦς ὁ κινήσας πολλῷ πρότερον αἴτιος κατὰ συμβεβηκός· εἰ γὰρ μὴ ἐκίνησεν ἐπὶ τὴν ἀγορὰν ἢ ἐπὶ τὸ λουτρόν, οὐκ ἄν οὐδὲ συνέβαινεν ἡ ἀπαίτησις τοῦ ἀργυρίου. τὰ αὐτὰ καὶ ἐπὶ φύσεως καὶ αὐτομάτου. ὥστε πρὸ τῆς τύχης καὶ τοῦ αὐτομάτου νοῦς καὶ φύσις αἴτια τοῦ αὐτοῦ κατὰ συμβεβηκός· πανταχοῦ δὲ τὸ καθ’ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός· ὥστε εἰ κατὰ συμβεβηκὸς ὁ νοῦς τοῦ κόσμου αἴτιος, πολλῷ πρότερον · καὶ καθ’ αὑτὸ ἂν εἴη αὐτοῦ αἴτιος· εἰ μὴ γὰρ αὐτοῦ καθ’ αὑτὸ αἴτιος, τίνος ἂν εἴη ἄλλου; ἔχει δὲ ἡ λέξις ἀκατάλληλόν τι· εἰπὼν εἰπὼν τὸν νοῦν καὶ τὴν φύσιν κατὰ συμβεβηκὸς αἴτια ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον αἴτια, ἐπειδή, φησί, πρότερα τὰ καθ’ αὑτὸ αἴτια τῶν κατὰ συμβεβηκὸς αἰτίων, πρότερον ἄρα τοῦ αὐτομάτου καὶ τῆς τύχης νοῦς καὶ φύσις. καίτοι εἰ τὸν νοῦν καὶ τὴν φύσιν κατὰ συμβεβηκὸς εἶπεν εἶναι αἴτια, τὰ αὐτὰ δὲ καὶ καθ’ αὑτό εἰσιν αἴτια, αὐτὰ ἑαυτῶν ἄρα καὶ πρότερα ἂν εἴη καὶ ὕστερα, εἴ γε τῶν αὐτῶν καὶ καθ’ αὑτό εἰσιν αἴτια · καὶ κατὰ συμβεβηκός. εἰ γὰρ ἄλλων μὲν εἴη καθ’ αὑτὸ ἄλλων δὲ κατὰ συμβεβηκός, οὐδὲν ὧν βούλεται συνάγει· οὐ συνάξει γὰρ ὅτι ὁ νοῦς καθ’ αὑτὸ τοῦ κόσμου αἴτιος. εἰ δὲ τὸ ὅταν κατὰ συμβεβηκὸς αἴτιόν τι γένηται πρὸς τὴν τύχην καὶ τὸ αὐτόματον ἐξακούσωμεν, τουτέστιν ὅταν ἡ τύχη καὶ τὸ αὐτόματον αἴτιόν τι γένηται τούτων αὐτῶν, ὧν ἂν ἢ νοῦς ἢ φύσις καθ’ αὑτὸ · γένηται αἴτια, οὐκέτι ἀληθὲς τὸ τούτων εἶναι τὸν νοῦν αἴτιον καὶ τὴν φύσιν, ὧν ἡ τύχη καὶ τὸ αὐτόματον κατὰ· συμβεκηκὸς αἴτια· ὅτι μὲν γὰρ τοῖς ἄλλων καθ’ αὑτὸ αἰτίοις, νῷ λέγω καὶ φύσει, παρέπεται τύχη καὶ αὐτόματον, ἐκ τῶν προλαβόντων ἔχομεν δεδειγμένον, τῶν μέντοι αὐτῶν καθ’ αὑτὸ εἶναι τὸν νοῦν αἴτιον, ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον, οὐκέτι. δῆλος δ’ ἐστὶ τὸ κατὰ συμβεηκὸς πρὸς τὴν τύχην λέγων καὶ τὸ αὐτόματον· εἰπὼν γὰρ ὅτι τὸ καθ’ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός, ἐπήγαγεν ὕστερον ἄρα τὸ αὐτόματον καὶ ἡ τύχη καὶ νοῦ καὶ φύσεως· εἰ γὰρ καθ’ αὑτὸ αὑτὸ πρότερον τοῦ κατὰ συμβεβηκός, πρότερον δὲ τύχης καὶ αὐτομάτου νοῦς καὶ φύσις, κατὰ συμβεβηκὸς ἄρα τύχη καὶ αὐτόματον. ἀλλ’ εἴ τις λέγοι ὅτι ̔οὐ τῶν αὐτῶν δώσομεν εἶναι τὸν νοῦν καὶ τὴν φύσιν καθ’ αὑτὸ αἴτια, ὧν καὶ ἡ τύχη καὶ τὸ αὐτόματον’, λεγέτω τίνων ἄλλων· οὐ γὰρ ἔστι τι παρὰ τὸ πὰν ἐν τοῖς φυσικοῖς, περὶ ὦν κἀκεῖνοτ καὶ ἡμεῖς ποτούμεθα τὸν λόγον. |τῶν κατὰ μέρος· τῶν μὲν μερικῶν τὸν μερικὸν νοῦν καὶ τὴν φύσιν, τῶν δὲ καθόλου τὸν ἐπὶ πάντων νοῦν καὶ τὴν φύσιν. p. α14 Ὅτι δὲ ἔστιν αἴτια, καὶ ὅτι τοσαῦτα τὸν ἀριθμὸν ὅσα φαμέν, δῆλον. Εἰπὼν περί τε τῶν καθ’ αὑτὸ αἰτίων καὶ περὶ τῶν κατὰ συμβεβηκός, καὶ τελείως διαρθρώσας τὸν περὶ αὐτῶν λόγον, τὸ χρήσιμον νῦν τοῦ περὶ αὐτῶν λόγου ἐκτίθεται, ὅτι οὐ μάτην τὸν περὶ αὐτῶν ἀκριβῶς διεξῆλθε λόγον, ἀλλ’ ὅτι ὁ φυσικὸς ἐρωτώμενος τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων ἢ πάσας ἤ τινας τῶν εἰρημένων ἀποδώσει. διὰ τοῦτο οὗν ἀναλαμβάνει τὸν περὶ αὐτῶν λόγον, οὐχ ὡς ταυτολογῆσαι βουλόμενος, ἀλλ’, ὅπερ εἶπον, ἵνα δείξῃ ὅτι ἀναγκαίως τὸν περὶ αὐτῶν ἐποιήσατο λόγον. ἐρωτώμενος γάρ, φησίν, ὁ φυσικὸς τὴν αἰτίαν ἑκάστου, ἢ τὰς τέσσαρας ἀποδώσει τὰς είρημενας, τὴν ὕλην τὸ εἶδος τὸ ποιητικὸν τὸ τέλος, ἢ εἰ μὴ δυνατὸν ἐπί τινων πάσας εὑρεῖν, ἃς γοῦν δυνατὸν εὑρεῖν ἀποδώσει ἢ μίαν ἢ πλείους. ὥσπερ ἀμέλει καὶ οἱ μαθηματικοὶ ἐρωτώμενοι περὶ ἑκάστου τῶν ὑπαρχόντων τοῖς μαθήμασι, τὴν αἰτίαν εἰς τὸ εἶδος καὶ τὸν ὁρισμὸν ἀναφέροντ· ες ἀποδιδόασιν. οἷον διὰ τί ἥδε ἡ εὐθεῖα τῇδε τῇ εὐθείᾳ ἐστὶν ἴση; ὅτι ἐκ κέντρου. διὰ τί δὲ αἱ ἐκ κέντρου ἴσαι; ὅτι οὗτος ὁ ὁρισμὸς τοῦ κύκλου· σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι πρὸς τὴν τοῦ κύκλου περεφέρειαν ἴσαι ἀλλήλαις εἰσί. μόνῳ γὰρ τῷ κύκλῳ τοῦτο ὑπάρχει, τὸ ἔχειν ἕν τι σημεῖον, τοῦτο δ’ ἐστὶ τὸ κέντρον, ἐξ οὗ αἱ πρὸς τὴν περιφέρειαν προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσί. καὶ οὕτως εἰς τὸν ὁρισμὸν ἔσχατον λήξας οἴεται τῇ ἐρωτήσει τὸ ἱκανὸν πεποιηκέναι, ὅσπερ ὁρισμὸς τοῦ κύκλου εἶδός ἐστιν αὐτοῦ· ὥστε ἐρωτηθεὶς τὸ διὰ τί καὶ ἀποδοὺς τὸ εἶδος, τὸ ἱκανὸν ἰῇ ἐρωτήσει πεποίηκε. πάλιν εἰ ἐρωτηθείη διὰ τί τοῦ τριγώνου αἱ τρεῖς γωνίαι τῆς λοιπῆς μείζονές εἰσιν, ἐρεῖ ὅτι δυσὶ ταῖς ἐφεξῆς ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσί. πάλιν ἐρωτηθεὶς διὰ τί αἰ δύο αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν; ἐρεῖ ὅτι ὡς ἄν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθῇ, ἢ δύο ὀρθὰς ἢ δυσὶν ὀρθαῖς ἴσας ποιεῖ· καὶ εἰς ὁρισμὸν τελευτήσας, τὸ ἱκανὸν τῇ ἐρωτήσει πεποίηκεν. οὐ τοῦτο δέ φημι, ὅτι εἰς ὁρισμὸν αὐτοῦ τοὐ ἐρωτωμένου οὐ γὰρ· ὁρισμὸν γωνίας ἢ γωνιῶν ἀποδέδωκεν), ἀλλ’ ὅτι ἀπλῶς εἰς ὁρισμόν τινα ἀνάγει τὸ διὰ τί ἐστι. τοῦτο δ’ εἶπε παραδείγματος ἕνεκεν τοῦ ὅτι τὸ διὰ τί ἐρωτώμενοι, ἔστιν ὅτε τὸ εἶδος ἀποδιδόαμεν, ὥσπερ ἐπὶ τῶν μαθηματικῶν πάντων· οὐ πρότερον γὰρ ἀποπιπλῶμεν τὸν ἐρωτήσαντα διὰ τί τόδε, πρὶν εἰς ὁρισμὸν τὸ διὰ τί ἀναγάγωμεν, ὁ δὲ ὁρισμὸς εἶδός ἐστιν. ἀλλ’ οἱ μὲν ἐν τοῖς μαθήμ· ασιν εἰς τὸ εἶδος μόνον, τουτέστι τὸν ὁρισμόν, ἀνάγοντες καὶ τὸ διὰ τί ἀρκοῦνται οὔτε γὰρ ὕλην ὁ μαθηματικὸς ἐπισκέπτεται οὔτε ποιητικὸν αἴτιον οὔτε τέλος, ἀλλὰ μόνα τὰ εὔη τῶν μαθηματικῶν), ὁ μέ· ντοι φυσικὸς πάντα τὰ αἴτια ἀποδώσει. οἷον διὰ τί Σωκράτης ἄνθρωπός ἐστιν; ἀποδώσει τὴν αἰτίαν καὶ εἰς τὸ εἶδος ἀνάγων, ὅτι ζῷον λογικὸν θνητόν, καὶ εἰς τὸ ποιητικὸν αἴτιον, διότι τὸ ὅμοιον τοῦ ὁμοίου αἴτιον· ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου. καὶ τὴν ὕλην δ’ ἀποδώσει. οἷον διὰ τί τὸ μαχαίριον τέμνει; ὅτι σιδήρεον· ἢ ἐκ τοῦ εἴδιους, ὅτι ὀξύ· ἢ ἐκ τοῦ τελικοῦ αἰτίου, διὰ τὴν τῶν ἀνθρώπων χρείαν. καὶ οὕτως ἐπὶ πάντων, εἰ μὲν δυνατὸν πάσας τὰς αἰτίας ἀποδοῦναι, ἀποδώσει, εἰ δὲ μὴ ἐπὶ πάντων δυνατὸν πάσας οὐδὲ γὰρ εἰκὸς τὴν προσεχῆ ὕλην ἑκάστου εὑρίσκειν· τίς ἡ ἰδιότης τῆς τῶν στοιχείων κράσεως τῆς ὑποκειμένης Σωκράτει ἢ καὶ τῷ Πλάτωνι; καὶ τῶν ἄλλων ὡσαύτως), τινὰς γοῦν ἢ μίαν ἀποδώσει. ἔστι δ’ ἐπί τινων καὶ πάσας ἀποδοῦναι. οἷον διὰ τί ὁ ἄνθρωπος ἀποθνῄσκει; ὅτι ζῷον λογικὸν θνητόν, ἐκ τοῦ εἴδους· ἐκ δὲ τῆς ὕλης, ὅτι ἐξ ἐναντίων συνέστηκεν· ἐκ δὲ τοῦ ποιητικοῦ, ὅτι τὸ γεννητικὸν αὐτοῦ πρόσεισι καὶ ἄπεισιν· ἐκ δὲ τοῦ τέλους, ὅτι βέλτιον τῇ ψυχῇ τὸ μὴ ἐν σώματι εἶναι τοῦ ἐν σώματι διὰ τὰς ἐκ τοῦ σώματος ἐνοχλήσεις. εἰ τοίνυν τὰς αἰτίας ἀπαιτούμενος ὁ φυσικὸς εἰς τὰ εἰρημένα αἴτια ἀνάξει, καλῶς ἄρα τὸν περὶ αὐτῶν ἀκριβῶς διεξήλθομεν λόγον, ὅτι τέσσαρά ἐστι μόνα, τὸ εἶδος ἡ ὕλη τὸ ποιητικὸν τὸ τέλος. τούτων δέ, φησί, τὰ τρία πολλάκις ἔρχεται εἰς ταὐτόν, τὸ ποιητικὸν τὸ εἶδος τὸ τέλος, εἰς ταὐτὸν δὲ λέγω οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ λόγῳ· · ἄνθρωπος γὰρ ἐξ ἀνθρώπου καὶ ἵππος ἐξ ἵππου, καὶ ταὐτὸν τὸ ποιοῦν τῷ γινομένῳ οὐ ἰῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει. τῷ δὲ τέλει τὸ μὲν ποιητικὸν ὡσαύτως ἕτερον τῷ ἀριθμῷ, τὸ δ’ εἶδος ταὐτόν· ὡς μὲν γὰρ μήπω ὂν ἀλλὰ σκοπὸς ὂν τῆς φύσεως τούτου γὰρ στοχάζεται), τέλος ἐστίν, ὡς δὲ γενόμενον ἤδη καὶ ἐν τῷ συνθέτῳ ὄν, εἶδός ἐστι. τῆς δὲ ποιητικῆς αἰτίας τῆς μὲν οὔσης ἀκινήτου τῆς δὲ κινουμένης, καὶ τῆς κινουμένης τῆς μὲν ἀιδίως κινουμένης τῆς δὲ γενητῆς καὶ φθαρτῆς, τρεῖς συμβαίνει γενέσθαι καὶ τἀς πραγματείας· διό, φησί, καὶ ἡμῖν τρεῖς εἰσι γεγραμμέναι πραγματεῖαι περὶ τῶν αἰτιῶν τῶν ποιητικῶν, περὶ μὲν οὖν τῆς ἀκινήτου ἡ Μετὰ τὰ φυσικὰ, περὶ δὲ τῆς κινουμένης μὲν ἀιδίως δὲ κινουμένης ἡ Περὶ οὐρανοῦ, περὶ δὲ τῆς γενητῆς καὶ φθαρτῆς αἱ φυσικαὶ πᾶσαι πραγματεῖαι. p. α15 τοσαῦτα γὰρ τὸν ἀριθμὸν τὸ περιείληφε. Τὸ διὰ τί οὐ τὸ τέλος ἐνταῦθά φησιν, ἀλλὰ καθόλου τὴν αἰτίαν. τῶν γὰρ προβλημάτων τεσσάρων ὄντων, τοῦ εἰ ἔστι τί ἐστιν ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστιν, τὸ ἓν τῶν προβλημάτων, τὸ διὰ τί ἐστιν, εἰς τοσαύτας αἰτίας ἀνάγεται, τὴν ὕλην τὸ εἶδος τὸ ποιητικὸν τὸ τέλος· ἐρωτώμενοι γὰρ διὰ τί ἐστιν ἕκαστον, τὰς τέσσαρας ταύτας αἰτίας ἀποδιδόαμεν. |p. α16 Ἢ γὰρ εἰς τὸ τί ἐστιν ἀνάγεται τὸ διὰ τί ἔσχατον ἐν τοῖς ἀκινήτοις. Τὸ διὰ τί, φησίν, ἢ εἰς τὸ τί ἐστιν ἀνάγεται ἔσχατον, ἀντὶ τοῦ εἰς τὸν ὁρισμὸν ὅσπερ εἶδός ἐστι τοὺ ὑποκειμένου. ἀκίνητα δὲ τὰ μαθήματά φησι, διότι τὰ μὲν φυσικὰ ἐν κινήσει θεωρεῖται ἀρχὴ γὰρ κινήσεως καὶ ἠρεμίας ἡ φύσις), τὰ δὲ μαθηματικὰ ἐν τῇ ἐπινοίᾳ τῇ ἡμετέρα ἔχοντα τὸ εἶναι ἀκίνητά ἐστιν· οὐ γὰρ ἀλλοιοῦται, οὐδ’ ὅλως μεταβάλλει, ἅτε μηδὲ ἐν ὕλῃ ὄντα. εἰς ἔσχατον δὲ εἶπεν, ὅτι ὅταν ἐπὶ τῶν μαθημάτων ἐρωτηθέντες διὰ τί ἐστι τόδε εἶτα θελήσωμεν ἀποδοῦναι τὸ αἴτιον, οὐ πρότερον ἀποπίμπλαμεν τὸν ἐρωτῶντα πρὶν ἂν εἰς ὁρισμὸν ἔσχατον καταντήσωμεν, ὅσπερ ἐστὶν εἶδος. καὶ οὕτως ἐν τοῖς μαθήμασιν ἔχει πᾶσι. διὰ τί ἴσαι αἱ δύο εὐθεῖαι; · ὅτι ἐκ κέντρου. διὰ τί δὲ αἱ ἐκ κέντρου ἴσαι; ὅτι οὗτος ὁ ὁρισμὸς τῶν ἐκ κέντρου τοῦ κύκλου, τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου πάσας εἰς τὴν περιφέρειαν ἀγομένας ἴσας εἶναι ἀλλήλαις· καὶ οὕτως τὸν ὁρισμὸν ἀκούσαντες ἀποπιμπλάμεθα. ὃ οὗν φησι, τοῦτό ἐστι· τὸ διὰ τί ἐρωτώμενοι, ἢ εἰς τὸ τί ἐστιν, ὅπερ τὸ εἶδός φημι, ἀνάγομεν, ὥσπερ ἐπὶ τῶν μαθημάτων ἔχει. εἰς ὁρισμὸν· γὰρ ἔσχατον ἡ τῆς αἰτίας ἀπόδοσις λήγει ἐν τοῖς μαθήμασιν, ὁ δὲ ὁρισμὸς εἶδός ἐστι· παραδείγματος γὰρ ἕνεκεν εἴρηται αὐτῷ τὰ μαθήματα. ἡ οὖν σύνταξις τῆς λέξεως οὕτως ̔τὸ γὰρ διὰ τί ἢ ὥσπερ ἐν τοῖς ἀκινήτοις εἰς τὸ τί ἐστιν ἀνάγεται ἔσχατον’· προσυπακουστέον γὰρ ἔξωθεν ̔ὥσπερ’· p. α17 εἰς ὁρισμὸν γὰρ τοῦ εὐθέος ἢ συμμέτρου. Ἐὰν ἐν τῷ κύκλῳ λάβω δύο τινὰ σημεῖα, εἶτα εἴπω ὅτι ἀπέχουσιν ἀπ’ ἀλλήλων τὰ σημεῖα πέντε τυχὸν δακτύλους, εἶτα ἐρωτήσῃς· πόθεν τοῦτο; φημὶ ὅτι καὶ ἡ ἐκ τοῦ σημείου ἐπὶ τὸ σημεῖον ἀγομένη εὐθεῖα τοσούτων ἐστίν. εἶτα πάλιν ἐρωτῶντος· καὶ τί δήποτε μὴ κατὰ τὴν ἐξ αὐτῶν γραφομένην περιφέρειαν ἢ ἕλικα μετρεῖς αὐτά; φημὶ ὅτι δεῖ τὸ μέτρον ὡρισμένον εἶναι, ὥρισται δὲ τὸ ἐλάχιστον, ἐλαχίστη δὲ ἡ εὐθεῖα· εὐθεῖα γάρ ἐστιν ἥτις ἐλαχίστη ἐστὶ τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν γραμμῶν. καὶ τὸν ὁρισμὸν ἀκούσαντες, οὐκέτι περαιτέρω χωροῦμεν. πάλιν λέγομεν ὅτι ἥδε ἡ πλευρὰ τῇδε τῇ πλευρᾷ ἐστι σύμμετρος· διὰ τί δὲ σύμμετροί εἰσιν; ὅτι λόγον ἔχουσι πρὸς ἀλλήλας ὃν ἀριθμὸς πρὸς ἀριθμόν, οἷον τυχὸν ὁ δύο πρὸς τὸν ὀκτώ. καὶ τί εἰ ἔχουσι λόγον πρὸς ἀλλήλας ὃν ἀριθμὸς πρὸς ἀριθμόν; φημὶ ὅτι οὗτος ὅρος τῶν συμμέτρων· σύμμετρα γάρ ἐστι τὰ αὐτῷ μέτρῳ μετρούμενα. ὥσπερ οὖν ὁ δύο μετρεῖ τὸν ὀκτὼ τετράκις, οὕτως καὶ ἡ πλευρὰ τὴν πλευράν. καὶ εἰπὼν τὸν ὁρισμὸν ἔστησα τὴν ἀπορίαν. καὶ καθόλου πᾶσα ἡ μαθηματικὴ μέθοδος ἢ εἰς ὁρισμὸν ἔσχατον ἀναφέρει τὰς αἰτίας, ἢ εἰς τὰς κοινὰς ἐννοίας. p. α19 Ἤ εἰς τὸ κινῆσαν πρῶτον. Ἐἰπὼν τὸ εἰδικὸν αἴτιον, μετῆλθεν ἐπὶ τὸ ποιητικόν· ἐρωτώμενοι γάρ, φησί, διὰ τί ἐπολέμησαν Φωκεῦσι Θηβαῖοι, ἀποκρινόμεθα τὸ ποιητικὸν αἴτιον, ὅτι ἐσύλησαν Φωκεῖς τὸν νεών. ἢ τὸ οὗ ἕνεκεν καὶ τὸ τέλος ἀποκρινόμεθα. οἷον διὰ τί ἐπολέμησε τοῖς Ἕλλησιν ὁ βασιλεύς; φαμὲν ἵνα ἄρξῃ τῶν ̔Ελλήνων. p. α20 Ἤ ἐν τοῖς γεννωμένοις ἡ ὕλη. Εἰπὼν τὸ εἶδος, τὸ ποιητικόν τὸ τελικόν, λέγει καὶ τὴν ὕλην. γεννώμενα δ’ εἶπε πρὸς ἀντιδιαστολὴν τῶν θείων καὶ παντάπασιν ἀμεταβλήτων, λέγω δὴ τῶν ἀσωμάτων· καὶ ὁ Πλατῶν γὰρ ταῦτα μὲν ἀεὶ ὄντα ἐκάλεσε, πάντα δὲ τὰ σωματικὰ οὐκ ὄντα ἀλλὰ γινόμενα. ἐν τούτοις οὖν τοῖς γινομένοις ἀποδώσει ὁ φυσικὸς τὴν ὕλην· ἐκεῖνα γὰρ ἄυλα, καὶ τὸ εἶδος μόνον ἐπ’ ἐκείνων τοὐ θεολόγου ἀποδοῦναι; οὐ μέντοι τὴν ὕλην. ἢ ἐπειδὴ τῶν ἄλλων αἰτιῶν παραδείγματα ἔθηκε προαιρετὰ καὶ μαθηματικά, οὐδὲν δὲ τούτων κατὰ γένεσιν τὸ εἶναι ἔχει τά τε γὰρ μαθήματα ἀκίνητα, ὡς αὐτὸς εἶπε, καὶ διὰ τοῦτο οὐδὲ γένεσις ἐπ’ αὐτῶν θεωρεῖται· ἔνθα γὰρ γένεσις πάντως καὶ κίνησις, τά τε κατὰ προαίρεσιν ἄνευ γενέσεως ἢ οὐκ εἰσὶν ἡ εἰσὶν ἐν τῇ σχέσει τῆς προαιρέσεως τὸ εἶναι ἔχοντα), ἐπεὶ οὖν ἐν τούτοις ὕλη οὐ θεωρεῖται, ἐπειδὴ οὐδὲ γένεσις, διὰ τοῦτο πρὸς ἀντιδιαστολὴν τούτων φησὶν ὅτι τὴν ὕλην ἐν τοῖς γινομένοις ἀποδώσει, γινόμενα γέγων τὰ τεχνητὰ καὶ τὰ φυσικά· ἐν τούτοις γὰρ πάντως καὶ τὴν ὕλην ἀπο- σοτεον. p. α22 ἐπεὶ δὲ αἰτίαι τέτταρες, περὶ πασῶν τοῦ φυσικοῦ εἰδέναι ἐστιν. Ὅτι διὰ τοῦτο ἀνέλαβε τὸν περὶ τῶν αἰτιῶν λόγον, σαφῶς ἐνταῦθα ἐδήλωσε. τεσσάρων γάρ, φησί, τῶν αἰτιῶν οὐσῶν τὰς αἰτία. τῶν γινομένων εἰς τὰς τέσσαρας ταύτας ὁ φυσικὸς ἀνάξει, καὶ τὸ διὰ τί περὶ ἕκαστον ἀποδιδούς, ταύτας ἀποδώδει τὰς αἰτίας. καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώδει φυσικῶς. τὴν αἰτίαν, φησίν, ἑκάστου φυσικῶς ἀποδιδούς, εἰς ταύτας τὰς τέσσαρας αἰτίας ἀνάξει. καλῶς δὲ εἶπε φυσικῶς· δυνατὸν γὰρ ἀνάγειν εἰς τὰς αἰτίας ταύτας οὐ φυσικῶς. τὸ γὰρ περὶ τῆς ἀκινήτου αἰτίας διαλέγεσθαι οὐκέτι φυσικοῦ ἀλλὰ θεολόγου, καὶ τὸ περὶ τῶν χωριστῶν εἰδῶν τῶν φυσικῶν . εἰ δὲ καὶ ὁ Ἀριστοτέλης ἐν ταῖς φυσικαῖς πραγματείαις ἔστιν ὅτε περὶ τῆς ἀκινήτου διαλέγεται αἰτίας ὥσπερ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς, καὶ ἐν τῇ Περὶ ψυχῆς περὶ τοῦ νοῦ τοῦ χωριστοῦ πάντῃ σωμάτων, καὶ ἐν τῇ Περὶ γενέσεως πάλιν περὶ τῆς ἀκινήτου αἰτίας, ἐροῦμεν ὅτι τῷ ὄντι ὁ τέλειος φυσικὸς κατὰ τὸ ἀκρότατον τὸ ἑαυτοῦ μεμνήσεται καὶ τῶν ἀκινήτων αἰτιῶν καὶ ὑπὲρ φύσιν. p. 198a24 Ἔρχεται δὲ τὰ τρία εἰς ἓν πολλάκις. |Τὸ εἶδος, τὸ τέλος, τὸ ποιητι· κὸν αἴτιον. καλῶς δὲ τὸ πολλάκις. οὐ γὰρ ἀεὶ εἰς ταὐτὸν ἔρχονται ταῦτα. οὐδὲ γὰρ πᾶν τὸ ποιοῦν ὅμοιόν ἐστι τῷ γινομένῳ· οὐδὲ γὰρ ἐπειδὴ ποιεῖ ὁ ἥλιος εἰς τὸν ἀέρα, ὅμοιός ἐστι τῷ ἀέρι. καὶ ὅλως τὰ ἀκίνητα καὶ θεῖα αἴτια ποιοῦσιν εἰς ἡμᾶς ἕτερα ἡμῶν ὄντα καὶ τῇ οὐσίᾳ καὶ τῇ· ἐνεργείᾳ. ἀλλ’ οὐδ’ ἐπὶ τῶν γινομένων πᾶν τὸ ποιοῦν ὅμοιόν ἐστι τῷ γινομένῳ· ἡ γὰρ. κίνησις θερμαίνει μὴ οὖσα θέρμανσις, καὶ ἡ ψῦξις πήγνυσι μὴ οὖσα πῆξις, καὶ ἡ θέρμη ἐξατμίζουσα τὸ ὕδωρ ποιεῖ ἀέρα οἷον ἡ τοῦ πυρός) οὐκ οὖσα ἀήρ, καὶ μυρία ἄλλα. τὰ δὲ τεχνητὰ καὶ προφανῶς τῶν ποιητικῶν ἕτερά ἐστι. p. 198a25 Τὰ μὲν γὰρ τί ἐστι καὶ οὗ ἕνεκέν ἐστιν. Ὅτι τὸ εἶδος ταὐτὸν τῷ τέλει καὶ πῶς, εἴπομεν. ἐπεὶ δὲ τὸ τέλος διττόν, ὡς εἴρηται ἐν τοῖς ἔμπροσθεν, τὸ μὲν οὗ τὸ δὲ ᾧ, οὐ παντὶ τέλει τὸ εἶδος ταὐτόν ἐστιν· οὐδὲ γὰρ τῷ ᾧ ταὐτόν, ἀλλὰ μᾶλλον τῷ οὗ, τοῦτο δέ φημι οὗ στοχάζεται ἡ φύσις, στοχάζεται δὲ ἕκαστον εἰς τὸ τέλειον καὶ κατὰ φύσιν εἶδος ἀγαγεῖν. ὥστε ταὐτὸν τῷ ἀριθμῷ τὸ τοιοῦτον τέλος καὶ τὸ εἶδος τῇ σχέσει μόνῃ διαφέρον, ὡς εἴρηται, καὶ τῷ χρόνῳ· ὅταν μὲν γὰρ ὡς γινόμενον καὶ μήπω ὂν θεωρῆται, τέλος ἐστίν, ὅταν δὲ γενόμενον, εἶδος. τὸ δὲ ὅθεν ἡ κίνησις πρῶτον τῷ εἴδει ταὐτὸν τούτοις. πρῶτον ἀντὶ τοῦ προσεχές. τὸ οὖν προσεχὲς ποιητικὸν αἴτιον ταὐτὸν τῷ τέλει καὶ τῷ εἴδει, ταὐτὸν δὲ λέγω οὐκ ἀριθμῷ ἀλλ’ εἴδει· Σωφρονίσκος γὰρ τῷ Σωκράτει ταὐτὸν τῷ εἴδει ἄνθρωποι γὰρ ἄμφω), ἀριθμῷ δ’ οὐ ταὐτόν. p. α27 Καὶ ὅλως ὅσα κινούμενα κινεῖ· ὅσα δὲ μή, οὐκέτι φυ- σικης. Τοῦτο τὸ ῥητὸν ἤτοι πρὸς τὸ προσεχὲς συντακτέον, ἵνα λέγῃ ὅτι τὸ προσεχὲς ποιητικὸν αἴτιον ταὐτόν ἐστι τῷ εἴδει καὶ τῷ τέλει, καὶ καθόλου, φημί, ὅσα τῶν ποιητικῶν προσεχῆ ὄντα κινούμενα κινεῖ, ταύτα τῳ ειοει καὶ τῷ τέλει τὰ αὐτά εἰσιν ἡ γὰρ ψυχὴ κἄν προσεχῶς κινῇ τὸ ζῷον, ἀλλ’ οὖν ἐπειδὴ μὴ κινουμένη κινεῖ, διὰ τοῦτο οὐκ ἔστιν ἡ αὐτὴ τῷ κινουμένῳ) ἡ, ὅπερ καὶ μᾶλλον, τοῖς ἀνωτέρω συνεχὲς ἄν εἴη τὸ ῥητὸν τοῦτο ”καὶ εἰς πάσας ἀνάγων τὸ διὰ τί ἀποδώσει φυσικῶς, τὴν ὕλην, τὸ εἶδος, τὸ κινῆσαν”, εἶτα ἐφεξῆς καὶ ὅλως ὅσα κινούμενα κινεῖ, τουτέστιν ταῦτα τὰ αἴτια ἀποδώσει ὁ φυσικός, ὅσα τῷ αὐτὰ κινεῖσθαι οὕτως κινεῖ. καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, δῆλον ἐξ ὧν ἐπήγαγεν ὅσα δὲ μή, οὐκέτι φυσικῆς, τουτέστιν ‘ὅσα δὲ κινεῖ αὐτὰ ἀκίνητα ὄντα, οὐκέτι ἐστὶ φυσικῆς πραγματείας‘, εἴ γε περὶ φύσεως μέν ἐστι τοῦ φυσικοῦ διαλαβεῖν, φύσις δέ ἐστιν ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ ὑπάρχει πρώτως καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός· ὥστε ὅσα φυσικὰ ὄντα κινεῖ, ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως καὶ ἠρεμίας. οὐκοῦν ὅσα μὴ ἔχει ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως καὶ ἠρεμίας, οὐ φυσικά· τοιαῦτα δέ ἐστιν ὅσα ἀκίνητα ὄντα κτὰ φύσιν κινεῖ· εἰ τοίνυν φυσικοῦ τὸ περὶ τῶν φυσικῶν ἀρχῶν διαλέγεσθαι, τὰ δὲ τοιαῦτα οὐ φυσικά. οὐ διαλέξεται δηλονότι περὶ τούτων ὁ φυσικός. περὶ μόνων ἄρα τῶν τῷ κινεῖσθαι κινουσῶν ἀρχῶν διαλέξεται. p. α29 Διὸ τρεῖς αἱ πραγματεῖαι. Ἐπειδὴ τῶν κινούντων, φησί, τὸ μὲν ἀκίνητόν ἐστι τὸ δὲ κινούμενον, καὶ τῶν κινουμένων τὸ μὲν ἀεικίνητον τὸ δὲ κινούμενον καὶ φθειρόμενον, τριττὰς ἐποιησάμεθα καὶ τὰς περὶ αὐτῶν πραγματείας, ἐν μὲν τῇ Μετὰ τὰ φυσικὰ περὶ τῶν ἀκινήτων διαλεχθέντες, ἐν· δὲ τῇ Περὶ οὐρανοῦ περὶ τῶν ἀεικινήτων, ἐν δὲ ταῖς λοιπαῖς πάσαις φυσικαῖς πραγματείαις περὶ τῶν κινουμένων μὲν γενητῶν δὲ οὐσῶν καὶ φθαρτῶν. τὰ δὲ ἐφεξῆς ἀνάληψίς ἐστιν ὡς ἐν συμπεράσματι τῶν αἰτίων, εἰ δὲ παρῆκε τὸ τελικόν, οὐδὲν πρᾶγμα· ἐφεξῆς γὰρ εὐθὺς πρὸ ὅλων αὐτὸ ἀπαριθμεῖται. p. 198a33 Περὶ γενέσεως γὰρ μάλιστα τοῦτον τὸν τρόπον τὰς αἰτίας σκοποῦσι, τί μετὰ τί γίνεται, καὶ τί πρῶτον ἐποίησεν ἢ τί ἔπαθεν. Ἐπειδὴ εἶπεν ὅτι τὸ διὰ τί ἐρωτωμένους εἰς τὰς τέσσαρας δεῖ αἰτ· ίας ἀνάγειν, τούτου τὸν λόγον ἀποδίδωσι· μάλιστα γάρ, φησί, τοῦτον τὸν τρόπον περὶ τῶν γινομένων σκοπεῖν εἰώθασιν, ὅπερ καὶ μάλιστά ἐστι φυσικοῦ ἔργου, τὸ περὶ τῶν γινομένων ἔχειν τὴν πραγματείαν. περὶ ταῦτα γοῦν πάντες οἱ φυσικοὶ μάλιστα ἠσχόληνται, καὶ τοὺς πλείονας περὶ τούτων καταβάλλουσι λόγους. περὶ τούτων οὖν σκοποῦντες, ταύτας ζητοῦσι τὰς αἰτίας τὰς τέσσαρας, ἃς καὶ ἀπαριθμεῖται πάλιν. τί μετὰ τί γίνεται; ὅπερ ἐστὶ τὸ εἶδος καὶ τὸ οὗ ἕνεκα. σκοπεῖ γὰρ ὁ φυσικὸς τί τίνος ἕνεκεν ἐργάζεται ἡ φύσις, ἆρα ἡ τοῦ ἀνθρώπου φύσις ποιήσασα τὸ σπέρμα διὰ τὸν ἄνθρωπον αὐτὸ ποιεῖ, ἵνα γένηται ἐξ αὐτοῦ ἄνθρωπος, ἢ ἔμπαλιν τὸν ἄνθρωπον ποιεῖ διὰ τὸ σπέρμα· καὶ ἀποδίδωσιν, ὅτι ἕνεκεν τοῦ ἀνθρωπείου εἴδους, ὥστε διαμένειν, τὸ σπέρμα ἡ φύσις ποιεῖ καὶ πάντα τὰ ἐφεξῆς, τέλος πάντων τούτων ἔχουσα τὸ ἀνθρώπειον εἶδος ποιῆσαι πάντα γὰρ εἶναι ἐφίεται)· διὰ τὸ μὴ δύνασθαι οὖν τὰ ἐνταῦθα ἀίδια εἶναι, κατὰ ἀριθμὸν τῇ διαδοχῇ τὸ ἀίδιον ἐμηχανήσατο. καὶ τί πρῶτον ἐποίησε; τὸ ποιητικὸν αἴτιον· ζητεῖ γὰρ τί ἐστι προσεχῶς ἕκαστον τῶν φυσικῶν κινοῦν. καὶ τί ἔπαθε; τουτέστι τίς ἐστιν ἡ ὕλη ἡ ὑπὸ τοῦ ποιητικοῦ πάσχουσα καὶ ἀλλοιουμένη καὶ εἰς τὸ εἶδος ἀγομένη, πότερον τὸ σπέρμα ἢ τὸ κατακινύμενον] μήνιον, καὶ τί πρὸ τούτων, οἷον ὅτι τὰ τέσσαρα στοιχεῖα, καὶ εἰ ἔστι πρὸ ἐκείνων τὸ πάσχον καὶ κοινῶς πᾶσιν ὑποκείμενον ἢ οὔ. |p. 198a35 Διτταὶ δὲ αἱ ἀρχαὶ αἱ κινοῦσαι φυσικῶς, ὧν ἡ ἑτέρα h 5v οὐ φυσικὴ. Ἐπειδὴ εἶπεν ὅτι ζητεῖ περὶ γενέσεως ὁ φυσικὸς ὥσπερ τὰ ἄλλα αἴτια οὕτ· ως δὲ καὶ τὸ ποιητικόν ζητεῖ γὰρ τί τὸ πρῶτον ποιῆσαν), ἐπεὶ μὴ περὶ παντὸς ποιητικοῦ αἰτίου, τοῦ φυσικοῦ ζητῆσαι, διὰ τοῦτό φησιν, ὅτι τῶν ἀρχῶν διττῶν οὐσῶν τῶν κινητῶν, καὶ τῆς μὲν πάντῃ ἀκινήτου οὔσης τῆς δὲ ἀρχὴν ἐχούσης ἐν ἑαυτῇ κινήσεως καὶ ἠρεμίας, ἡ μὲν πάντῃ ἀκίνητος ἀρχὴ οὐ φυσική, ἡ δὲ λοιπὴ φυσική. ὥστε φυσικοῦ ἂν εἴη οὐ τὸ περὶ πάσης ἀρχῆς διαλέγεσθαι, ἀλλὰ περὶ φυσικῆς μόνον ἀρχῆς. πῶς δέ, εἰ φυσικῶς ἀμφότεραι κινοῦσιν, οὐκ εἰσὶν ἄμφω φυσικαί; ἀλλ’ οὐ τοῦτο εἶπεν ὅτι ἡ κινοῦσα οὕτως κινεῖ ὡς τὰ φυσικὰ κινεῖν πέφυκεν, ἀλλ’ ὅτι τὸ κινούμενον ὑπ’ αὐτῆς φυσικῶς κινεῖται. οὐκ ἀνάγκη δὲ ὡς κινεῖται τὸ κινούμενον, οὕτω καὶ τὸ κινοῦν κινοῦν. ἀλλοιοῖ γοῦν ἡμᾶς ὁ ἥλιος αὐτὸς μὴ ἀλλοιούμενος, καὶ θερμαίνει ἡ κίνησις μὴ οὖσα θέρμανσις, καὶ ἡ μάστιξ μώλωπα ποιεῖ μὴ οὖσα μώλωψ. οὕτως οὖν οὐδὲν ἀδύνατον φυσικῶς μὲν κινεῖν μὴ εἶναι δὲ φυσικόν, τοιοῦτον δέ ἐστιν ἥ τε ψυχὴ ἡ ἡμετέρα μηδεμίαν μὲν κίνησιν κινουμένη κινοῦσα δ’ αὐτὴ τὸ ζῷον, καὶ ἔτι τὸ θεῖον· κινεῖ γὰρ ἡμᾶς αὐτὸ μὴ κινούμενον. πάντων δὲ πρῶτόν φησι τὸ τὴν ἀπλανῆ κινοῦν· τοῦτο γὰρ “πρῶτον” καὶ ἐν τῷ Λ τῆς Μετὰ τὰ φυσικά φησι. δυνατὸν δὲ καὶ πρῶτον ἀκούειν πᾶν τὸ κινοῦν τὸν οὐρανόν· πρώτως γὰρ τὰ οὐράνια τῇ κινήσει κινεῖ τὰ ἐνταῦθα. οὐκοῦν τὸ κινοῦν τὸν οὐρανὸν πρώτιστον ἄν εἴη τῶν ἀκινήτως κινούντων. p. 198b3 Καὶ τὸ τί ἐστι καὶ ἡ μορφή· τέλος γὰρ καὶ οὗ ἕνεκα. Εἰπὼν τὸ ἕτερον τῶν κινούντων ὃ καὶ “ἀκίνητον” εἶπε, προσέθηκε καὶ τὸ λοιπὸν τὸ ἔχον· ἀρχὴν κινήσεως ἐν ἑαυτῷ, ὅπερ ἐστὶ τὸ φυσικὸν εἶδος. τοῦτο γάρ ἐστι τὸ κινοῦν καὶ ἀλλοιοῦν καὶ εἰς γένεσιν ἄγον τὴν ὕλην, κινεῖ δὲ οὐ μόνον ὡς ποιητικὸν αἴτιον, ἀλλὰ καὶ ὡς τελικόν· ὀρεκτὸν γάρ ἐστι, καὶ τούτου τυχεῖν ἡ φύσις βούλεται. εἴρηται δὲ ὅτι πολλάκις τὰ τρία ἔρχεται εἰς ταὐτόν· ὥστε τὸ εἶδος καὶ ἡ μορφὴ καὶ ὡς ποιητικὸν κινεῖ τὴν ὕλην ἐν τῷ πατρὶ ὄν, καὶ ὡς τελικὸν καὶ ὀρεκτόν. καὶ ἐν ταῖς λοιπαῖς κινήσεσι ταῖς κατὰ συμβεβηκὸς τοῦτό ἐστι τὸ κινοῦν, τὸ ἐν ἑαυτῷ ἔχον τὴν ἀρχὴν τῆς κινήσεως· αὔξεται γὰρ ἐπὶ τοσόνδε ὁ ἄνθρωπος διὰ τὸ εἶδος, καὶ ἀλλοιοῦται τοιώσδε. καὶ τὴν κατὰ τόπον ὁμοίως κίνησιν διάφορον ἔχουσι τὰ ζῷα, οὐ διὰ τὴν ὕλην κοινὴ γὰρ αὕτη) ἀλλὰ διὰ τὸ εἶδος. p. 198b4 Ὥστε ἐπεὶ καὶ ἡ φύσις ἕνεκά του καὶ ταύτην εἰδέναι δεῖ, πάντως ἀποδοτέον τὸ διὰ τί. Ἐπεὶ ἡ φύσις, φησί, τῶν ἕνεκά τού ἐστιν, ὡς δειχθήσεται, τὸν δὲ φυσικὸν τὴν φύσιν εἰδέναι δεῖ, ἀνάγκη πᾶσα περὶ τῶν φυσικῶν ἐρωτώμενον διὰ τί τόδε, τἀς αἰτίας τὰς εἰρημένας ἀποδοῦναι. εἰ γὰρ μὴ πάντα ἕνεκά του ἐποίει ἡ φύσις, οὐκ ἄν ἦν ἀναγκαῖος ὁ περὶ τῶν αἰτιῶν τῶν τεσσάρων λόγος, εἰς ὃν ἀνάγειν δεῖ τὰς αἰτίας τῶν φυσικῶν· ἤρκει γὰρ καὶ τὸ ποιητικὸν μόνον καὶ τὸ ὑλικὸν εἰδέναι. πάλιν δὲ ἀπαριθμεῖται τἀς αἰτίας. ὅτι δ’ ἐκ τοῦδε ἀκάγκη τόδε, τὸ ποιητικόν· ἐξ ἀνθρώπου γὰρ ἄνθρωπος. ἢ ἁπλῶς ἢ ὡς ἐπὶ τὸ πολύ γίνεσθαι], ἁπλῶς μὲν ἐκ τοῦδε τόδε ἐν τοῖς ἀιδίοις τῷ γὰρ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἕπεται), ὡς ἐπὶ τὸ πολὺ δὲ ἐν τοῖς γενητοῖς· ὡς ἐπὶ τὸ πολὺ γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου. τοῦτο δέ φησι διὰ τὰ τέρατα. καὶ εἰ μέλλει τοδὶ ἔσεσθαι, ὥσπερἐκ τῶν προτάσεων τὸ συμπέρασμα. τὸ ὑλικόν φησιν αἴτιον· ὥσπερ γάρ, εἰ μέλλει τοιόνδε συμπέρασμα γίνεσθαι, δεῖ τοιάσδε προτάσεις εἶναι, οὕτως εἰ μέλλει ἄνθρωπος ἔσεσθαι ἢ ἵππος, ἀνάγκη τοιάνδε προυπάρξαι ὕλην. καὶ ὅτι τοῦτο ἦν τὸ τίην εἶναι. τὸ εἶδός φησιν· ἐρωτώμενοι γὰρ διὰ τί Σωκράτης λογικός, φαμὲν ὅτι τοῦτο εἶδος ἀνθρώπου καὶ ὅρος, ζῷον λογικὸν θνητόν. εἴρηται δὲ πολλάκις ὅτι τοῦτο τῷ τέλει συντρέχει. καὶ ὅτι δὴ βέλτιον οὕτως, οἷον ὅτι βέλτιον τῷ ἀνθρώπῳ τὸ χερσὶ χρῆσθαι ὀργάνοις τοῦ λόγου, τῷ δὲ ἵππω τετράποδι εἶναι. ἑκάστου οὖν, φησί, τὸ βέλτιον ἀποδοτέον, οὐ κοινῶς οἷον ὅτι καλὸν τὸ εἶναι ἢ μὴ εἶναι, ἀλλὰ τὸ πρὸς τὴν ἑκάστου οὐσίαν χρήσιμον. ἐν μὲν οὖν τοῖς φυσικοῖς τὰς τέσσαρας ζητητέον αἰτίας, ἐν δὲ τοῖς μαθήμασιν, ὡς ἤδη εἴρηται, μόνην τὴν εἰδικήν. οὔτε γὰρ ὕλην οὔτε ποιητικὸν οὔτε τελικόν· γελοῖον γὰρ τὸ λέγειν, ὅτι ἀγαθὸν τῷ κύκλῳ τὸ τοιῷδε εἶναι, οἷον τὰς ἀπὸ τοῦ κέντρου ἴσας ἔχειν. τοῦτο δὲ διότι μηδὲ ὑπόστασις ἔστιν ἰδία τῶν μαθημάτων, ἀλλὰ ἄλλων ὄντα ἡ ψυχὴ ἀπεσύλησεν. ἐν ἐκείνοις οὖν ζητητέον τὰς αἰτίας τούτων πάσας, οἷς καὶ αὐταὶ ὑπάρχουσι φυσικῶς. p. 198b10 Λεκτέον δὴ πρῶτον μὲν διότι ἡ φύσις τῶν ἕνεκά του αἰτίων, ἔπειτα περὶ τοῦ ἀναγκαίου, πῶς ἔχει ἐν τοῖς φυσικοῖς. Εἰπὼν ἐν τῷ περὶ αὐτομάτου καὶ τῆς τύχης λόγῳ ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, καὶ λαβὼν τοῦτο ὡς ὡμολογημένον, νῦν αὐτὸ βούλεται ἀποδεῖξαι. καὶ ἔστι τὰ προβλήματα τὰ προκείμενα μέχρι συμπληρώσεως τοῦ βιβλίου δύο, ἓν μὲν ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, δεύτερον δὲ πῶς ἔστιν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον, ἆρα ἐπειδὴ τὸ πρότερον ὑπάρχει, ἀνάγκη καὶ τὸ δεύτερον εἶναι, ἢ ἔμπαλιν ἐπειδὴ τὸ δεύτερον, ἀνάγκη καὶ τὸ πρότερον· οἷον πότερον ἐπειδὴ ἡ ὕλη τοιάδ’ ἐστίν, ἀνάγκη καὶ τὸ Ι τοιόνδε εἶδος εἶναι, h 6r καὶ ἕπεται ἐξ ἀνάγκης τῇ ὕλῃ τὸ εἶδος, ἢ τοὐναντίον ἐπειδὴ δεῖ τοιόνδε εἶδος εἶναι, ἐξ ἀνάγκης καὶ ὕλην δεῖ τοιάνδε εἶναι, εἶναι, καὶ διὰ τὸ εἶδος ἐξ ἀνάγκης καὶ ἡ ὕλη. τὰ μὲν οὖν προβλήματα ταῦτα, πρῶτον δὲ ἐξετάζει, ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ· καὶ ἵνα δείξῃ ἀναγκαίαν οὖσαν τὴν τοιαύτην ζήτησιν, πρότερον ἐπιχειρεῖ εἰς τὸ ἐναντίον καὶ ἀπορεῖ, μήποτε οὐδὲν ἡ φύσις ἕνεκά του ποιεῖ. κατασκευάζει δὲ τοῦτο παραδείγματί τινι χρώμενος. ὥσπερ γάρ, φησίν, ὕει ὁ Ζεὺς οὐχ ἵνα τὸν τοῦδε σῖτον αὐξήσῃ, οὐδ’ ἴνα τὸν ἄλλου τινὸς φθείρῃ τὸν ἐν τῇ ἅλῳ κείμενον, ἀλλὰ κατηνέχθη μὲν ἐξ ἀνάγκης, διότι δεῖ τὴν ἀνενεχθεῖσαν ἀτμίδα τῷ θέρει ψυχθῆναι τῷ χειμῶνι, ψυχθεῖσαν δ’ ὕδωρ γενέσθαι, ὕδωρ δὲ γενόμενον κατενεχθῆναι, καὶ τοῦτο μὲν ἐξ ἀνάγκης γίνεται, τὸ μέντοι αὐξηθῆναι τὸν τοῦδε σῖτον ἢ τὸν ἐν τῇ ἅλῳ φθαρῆναι συνέβη γενέσθαι οὐ διὰ τοῦτο τοῦ ὑετοῦ κατενεχθέντος, τί κωλύει καὶ ἐπὶ τῶν φύσει γινομένων γενέσθαι τὰ μόρια τῶν ζῴων ἕνεκά του τῆς φύσεως μὴ διὰ τοῦτο ποιησάσης, οἷον τοὺς μὲν ἐμπροσθίους ὀδόντας ὀξεῖς πρὸς τὸ τέμνειν ἐπιτηδείους, τοὺς δὲ γομφίους πλατεῖς πρὸς τὸ λεαίνειν τὴν τροφὴν ἐπιτηδείους, τούτων οὐ σκοπῷ τινι γενομένων ὑπὸ τῆς φύσεως, ἵνα οἱ ἔμπροσθεν τέμνωσιν ἢ οἱ γομφίοι λεαίνωσιν, ἀλλ’ ὅπως· ἔτυχε διὰ τὴν τῆς ὕλης ἐπιτηδειότητα τούτων γενομένων, συμπεσεῖν δὲ τὴν τοιαύτην θέσιν αὐτῶν καὶ οὕτως ἔχειν ὡς ἂν εἰ τούτου ἕνεκεν ἐγένοντο, ὥστε τοὺς μὲν ἐμπροσθίους ἐπιτηδείους εἶναι πρὸς τὸ τέμνειν, τοὺς δὲ γομφίους πρὸς τὸ λεαίνειν; ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων μερῶν ὅσα ἕνεκά του δοκεῖ γενέσθαι, οἶον πρὸς τὸ πέττειν καὶ μεταβάλλειν τὴν τροφὴν τὸ ἧπαρ, καὶ τὰ νεῦρα πρὸς τὸ συνέχειν, καὶ τὰς φλέβας πρὸς τὸ ὀχετεύειν πανταχοῦ τὸ. αἷμα, ὥστε πάντα ὁμοτίμως τρέφεσθαι τὰ μόρια. καὶ ἐπὶ πάντων ὡσαύτως. διό φησιν, ὅσα γίνεται οὕτως ὥσπερ ἄν εἰ καὶ ἕνεκά του ἐγένετο, ταῦτα σωθῆναι, τὰ δὲ ἄλλα φθείρεσθαι ὅσα μὴ οὕτως εγένετο, οἷον τὰ τέρατα. Ἠ μὲν οὖν ἀπορία ἐπὶ τοσοῦτον, δείκνυσι δ’ αὐτὸς ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ πλείοσιν ἐπιχειρήμασιν. καὶ πρῶτόν γε δείκνυσιν ἐν δευτέρῳ σχήματι, ὅτι ταῦτα ἅπερ αὐτοί φασι, λέγω δὴ ὑετοὶ καὶ τὰ τῶν ζῴων μέρη καὶ τὰ ὅμοια, οὔτε ἀπὸ τύχης εἰσὶν οὔτε ἀπὸ ταὐτομάτου· εἶτα διὰ ὑποθετικοῦ συλλογισμοῦ, ὅτι ἕνεκά τού ταῦτά ἐστι· καὶ τρίτον ἐν τρίτῳ σχήματι, ὅτι τινὰ τῶν φύσει ἕνεκά τού ἐστιν, ὅπερ καὶ προέκειτο δεῖξαι. ἔστιν οὖν ὁ πρῶτος συλλογισμὸς τοιοῦτος· ὑετοὶ καὶ τὰ μέρη πάντα τῶν ζῴων ἢ ἀεὶ ὡσαύτως ἔχουσιν ἢ ὡς ἐπὶ τὸ πολύ, τύχη καὶ αὐτόματον ἤγουν τὰ ἀπὸ τύχης καὶ αὐτομάτου οὔτε ἀεὶ ὡσαύτως ἔχουσιν οὔτε ὡς ἐπὶ τὸ πολύ δέδεικται γὰρ ὅτι τῶν ἐπ’ ἔλαττον ταῦτά ἐστιν), ὑετοὶ ἄρα καὶ πάντα τὰ φύσει οὔτε ἀπὸ τύχης εἰσὶν οὔτε ἀπὸ ταὐτομάτου. ὅτι δὲ ὑετοὶ καὶ πάντα τὰ φύσει ἕνεκά τού εἰσι, δείκνυσιν ὑποθετικῷ τε καὶ διαιρετικῷ συλλογισμῷ, τῇ ἀναιρέσει τοῦ ἑτέρου κατασκευάζων τὸ λοιπόν· ὑετοὶ γὰρ καὶ τὰ φύσει πάντα ἢ ἐκ συμπτώματός τινός ἐστι σύμπτωμα λέγων τὴν τύχην καὶ τὸ αὐτόματον) ἢ ἕνεκά του, ἀλλὰ μὴν οὐκ ἐκ συμπτώματος δέδεικται γὰρ διὰ τοῦ προτέρου συλλογισμοῦ), ἕνεκά του ἄρα. ὅτι δὲ καὶ τὰ φύσει ἕνεκά του, ἐν τρίτῳ σχήματι δείκνυσιν οὕτως· ὑετοὶ καὶ τὰ μέρη τῶν ζῴων καὶ πάντα τὰ τοιαῦτα φύσει εἰσίν, ὡς· κἄν αὐτοὶ οὗτοι φαῖεν φασὶ γοῦν φύσει μὲν εἶναι, τὴν μέντοι φύσιν οὐχ ἕνεκά του ποιεῖν ταῦτα. αὐτὸ γοῦν τοῦτό ἐστι τὸ προκείμενον ἡμῖν εἰς ζήτησιν, εἰ ἅπερ ποιεῖ ἡ φύσις ἕνεκά του ποιεῖ), ὑετοὶ γοῦν καὶ τὰ μέρη τῶν ζῴων φύσει, ὑετοὶ καὶ τὰ μέρη τῶν ζῴων ἕνεκά του δέδεικται γὰρ τοῦτο διὰ τοῦ ὑποθετικοῦ συλλογισμοῦ), τινὰ ἄρα τῶν φύσει ἕνεκά τού ἐστιν. οὕτως μὲν οὖν κατὰ τὴν πρώτην ἐπιβολὴν διὰ τριῶν συλλογισμῶν δείκνυσιν ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ, καθ’ ἑτέραν δὲ πάλιν ἐπιβολὴν τὸ αὐτὸ τοῦτο δείκνυσιν οὕτως· λαμβάνει πρότερον δύο τινὰ ἀξιώματα, πρῶτον μὲν ὅτι ἐν οἷς ἐστι τέλ· ος τι εἰς ὃ περατοῦται ἡ κίνησις καὶ προἰοῦσα συνεχῶς εἰς ἐκεῖνο ἐκεῖνο ἐν τούτοις πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται. οἷον τῆς οἰκοδομικῆς ἐστι τέλος τὸ ποιῆσαι οἰκίαν, καὶ πάντα ὅσα πρὸ τοῦ τέλους τούτου πράττεται, ἕνεκα τοῦ τέλους πράττεται, οἷον τὸ κολάψαι λίθους, καὶ ξύλα πρίσαι καὶ ξέσαι, καὶ κεράμους πλάσαι, καὶ πάντα τὰ λοιπά. δεύτερον ἀξίωμα ὅτι τὰ ὑπὸ τέχνης γινόμενα, εἰ δἄν ἐπεφύκει γίνεσθαι ὑπὸ φύσεως, οὐδ’ ἄν ἄλλως ἐγένετο. οἷον εἰ ἡ φύσις ἠδύνατο ποιῆσαι πλοῖον καταδῦσα ἐν τοῖς ξύλοις, οὕτως ἄν αὐτὰ συνέθηκε καὶ ἐσχημάτισεν, ὡς νῦν ὑπὸ τῆς τέχνης γίνονται· οὐ γὰρ ἔστι σοφώτερον ἐπινοῆσαι. πάλιν εἰ τὰ ὑπὸ φύσεως γινόμενα ἠδύνατο καὶ ὑπὸ τέχνης γενέσθαι, οὕτως ἂν αὐτὰ ἐποίησεν ἡ τέχνη ὡς νῦν ὑπὸ τῆς φύσεως γίνονται· εἰ γὰρ μὴ οὕτως ἢ ἡ τέχνη τὰ φύσει ἐποίησεν ὡς ἡ φύσις αὐτὰ ποιεῖ οἷον ἄνθρωπος εἰ μὴ ὡς ἔχει ὑπὸ φύσεως νῦν οὕτως ἐποίησεν αὐτὸν ἡ τέχνη), καὶ ἡ φύσις τὰ τεχνητὰ ὡς νῦν ὑπὸ τῆς τέχνης γίνεται, οὐδ’ ἄν ὅλως ὑπέστησαν. τὰ μὲν ἀξιώματα ταῦτα, δείκνυσι δὲ ἂν] ἐκ τούτων ὅτι ἡ φύσις ἕνεκά του ποιεῖ οὕτως· εἰ τὰ τεχνητὰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἄν ἐγίνετο ὡς νῦν γίνεται, ἐν δὲ τοῖς τεχνητοῖς πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα γίνεται, καὶ εἰ φύσει ἄρα ἐγίνετο, πάντα ἄν τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ὑπὸ τῆς φύσεως ἐγίνετο· καὶ πάλιν εἰ τὰ φυσικὰ ὑπὸ τέχνης ἐγίνετο, οὕτως ἄν ἐγίνετο ὡς νῦν ὑπὸ φύσεως γίνεται, ἡ τέχνη δὲ πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνακα ποιεῖ, καὶ ἡ φύσις ἄρα οὕτως ποιοῦσα νῦν ὡς ἄν ἡ τέχνη ἐποίησε πάντα τὰ πρὸ τοὐ τέλους τοῦ τέλους ἕνεκα ποιεῖ· πάντα ἄρα ἡ φύσις ἕνεκά του ποιεῖ. Ὁ μὲν οὖν Ἀριστοτέλης οὕτως, δοκεῖ δέ μοι μὴ ὑγιῶς ἔχειν τοῦτο τὸ ἐπιχείρημα. πρῶτον μὲν γὰρ τὸ πρῶτον τῶν ἀξιωμάτων δόξει μὴ καλῶς εἰλῆφθαι, τὸ λέγον ἱέν οἷς τέλος τί ἐστιν, ἐν τούτοις πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται’. ποῖον γὰρ τέλος ἐνταῦθά φησιν; εἰ μὲν γὰρ ἀπλῶς τὸ ἔσχατον πᾶν καὶ τὴν ἀποτελεύτησιν, ψευδὴς |ὁ λόγος· καὶ h 6v αὐτὸς γὰρ ἐν τῷ προτέρῳ εἶπεν, ὅτι “βούλεται οὐ πᾶν εἶναι τὸ ἔσχατον τέλος, ἀλλὰ τὸ βέλτιστον”, διὸ καὶ ἐμέμφετο τῷ Εὐριπίδῃ εἰπόντι τὸ ἔχον τελευτὴν ἧσπερ οὕνεκ’ ἐγένετο. οὐ γὰρ δὴ ἐπειδὴ μία τίς ἐστι καὶ συνεχὴς ἡ κατὰ τὴν ζωὴν κίνησις μέχρι τοῦ θανάτου καὶ ἔστι ταύτης τέλος τι καὶ ἔσχατον ὁ θάνατος, διὰ τοῦτο πάντα τὰ πρὸ τοῦ θανάτου τοῦ θανάτου ἕνεκα πράττεται· οὐδ’ ἐπειδὴ ἡ ναῦς φορτωθεῖσα πάνυ ναυαγίῳ περιέπεσε, διὰ τοῦτο ἐφορτώθη, ἵνα ναυαγίῳ περιπέσῃ. καὶ τὰ τέρατα δὲ οὐκ ἐπειδὴ ἔσχατόν τι καὶ τέλος εἰσὶ τῆς παρὰ φύσιν κινήσεως, διὰ τοῦτο πάντα τὰ πρὸ τοῦ τέλους ἕνεκα τοῦ τέλους γίνεται τούτου· οὐ γὰρ τοῦ παρὰ φύσιν τέλους στοχάζεται ἡ φύσις, οὐδὲ σκοπὸν ἔχει τὸ τέρας ποιῆσαι. καὶ ἐπὶ μυρίων ἄλλων οὕτως ἔχει. εἰ δὲ τὸ τέλος λέγοι μὴ ἀπλῶς τὸ ἔσχατον, ἀλλὰ τὸ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα, τὸ ζητούμενον αὐτόθεν ὡς ὁμολογούμενον ἔλαβε· ζητοῦμεν γὰρ εἰ ἐπὶ τῶν φύσει ἔστι τοιοῦτον τέλος, ὅπερ οὗ ἕνεκά ἐστι καὶ αὐτοῦ στοχαζομένη ἡ φύσις πάντα τὰ πρὸ αὐτοῦ ποιεῖ. Μήποτε δὲ καθόλου ἀληθεῦον τὸ ἀξίωμα τοῦτο ἐπὶ τοῦ δευτέρου σημαινομένου, ὅπερ καὶ κυρίως ἐστὶ τέλος, οὐκ ἐπὶ τῶν φύσει ἥρμοσται ὑπὸ τοῦ Ἀριστοτέλους, ἀλλ’ ἐπὶ τῶν τέχνῃ γινομένων ἐν οἷς καὶ ἀληθεύει· ὄντος γάρ τινος τέλους ἐν τοῖς τεχνητοῖς οὗ στοχάζεται ἡ τέχνη, πάντα τὰ πρὸ τοῦ τέλους τούτου τοῦ τέλους ἕνεκα ποιεῖ ἡ τέχνη. τοῦτο μὲν οὖν οὕτως διῃτήσθω. τὸ δ’ ἑξῆς οὐκέτι ἀληθές· οὐ γὰρ ἐπειδή, εἰ τὰ τεχνητὰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἐγίνετο ὑπὸ φύσεως ὡς νῦν ὑπὸ τῆς τέχνης; ἤδη που ἀνάγκη διὰ τοῦτο τῆς τέχνης ἕνεκά του ποιούσης καὶ τὴν φύσιν ἕνεκά του ποιεῖν. καὶ γὰρ εἰ ἡ τέχνη ποιεῖ τέρας τι, πάντως μὲν πάντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα ποιεῖ, οὐ μὴν ἤδη διὰ τοῦτο, ἐπειδὴ νῦν γίνεται τέρας ὑπὸ τῆς φύσεως ὃ ἄν ἐποίησεν ἡ τέχνη, ἕνεκα τούτου πάντα τὰ πρὸ τούτου ποιεῖ ἡ φύσις· οὐ γάρ ἐστι σκοπὸς τῇ φύσει τὸ τέρας ποιῆσαι. παρὰ φύσιν γὰρ τὸ τοιοῦτον καὶ ἁμάρτημα φύσεως ἐστιν, ὅθεν· οὐδὲ οὗ ἕνεκά ἐστιν, οὐδὲ τέλος. οὐκ ἄρα ἀνάγκη, εἰ ἡ τέχνη ἕνεκά του ἐποίησε, τὸ αὐτὸ καὶ ὑπὸ τῆς φύσεως εἰ ἐπεφύκει, ἕνεκά του ἄν γε- νέσθαι. Ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον, ἐφεξῆς δὲ πάλιν φησὶν ὅτι εἰ ἡ τέχνη μιμεῖται τὴν φύσιν ἢ συνέριθός ἐστι καὶ βοηθὸς αὐτῆς μιμεῖται μὲν γὰρ τὴν φύσιν οἷον ἡ ἀνδριαντοποιητιχή, συνέριθος δὲ αὐτῆς ἐστιν οἷον ἡ ἰατρική· βουλομένης γὰρ φέρε εἰπεῖν τῆς φύσεως τὰ περιττώματα ἀποκρῖναι καὶ μὴ δυναμένης, συνεργεῖ ἡ τέχνη κλυστῆρσι καὶ τοῖς τοιούτοις), εἰ τοίνυν τὸ μίμημα καὶ ἡ συνέριθος τῆς φύσεως ἕνεκά του ποιοῦσι, πολλῷ μᾶλλον τὸ πρῶτον καὶ τὸ παράδειγμα, λέγω δὴ ἡ φύσις, ἕνεκά του ποιήσει. μήποτε δὲ δυνατὸν καὶ ἐνταῦθα τὸ αὐτὸ πάλιν εἰπεῖν· οὐκ εἰ μιμήσεται τὸ τέρας ἡ τέχνη, εἶτα πάντα τὰ πρὸ τοῦ μιμήματος ἕνεκα τούτου ποιήσει, ἤδη που καὶ ἡ φύσις σκοπὸν καὶ τέλος ἔχουσα τὸ τέρας ποιῆσαι πάντα τὰ πρὸ αὐτοῦ ἕνεκεν αὐτοῦ ἐποίησεν. εἰ δ’ ὅλως ἐστὶν ὑπὸ τῆς τέχνης γινόμενόν τι, ὅπερ ἡ φύσις ποιοῦσα οὐχ ὡς οὗ ἕνεκα ποιεῖ, τί ἄτοπον καὶ τῆς ἰατρικῆς συνεργούσης τῇ φύσει καὶ πρὸς τοῦτο πάντα πραττούσης τὴν φύσιν τὸ αὐτὸ μὴ ὡσαύτως ποιεῖν; τελευταῖον δὲ τίθησιν ἐπιχείρημα τὸ μάλιστα ἐναργῶς δεικνύον, ὅτι πάντα ἕνεκά του ποιεῖ ἡ φύσις. ὁρῶμεν γάρ, φησίν, ἐπί τινων ζῴων ὅτι πάντα ἕνεκά του ποιοῦσιν ὦτε τέχνῃ οὔτε λογισμῷ ποιοῦντα, ἀλλὰ μόνῃ τῇ φυσικῇ ὁρμῇ· τῷ γὰρ ὄντι “φύσιες ζῴων ἀδίδαχτοι”, ὡς καὶ Ἱπποκράτει δοκεῖ. ὁ γοῦν ἀράχνης ποιεῖ τὸ ἀράχνιον οὐ μάτην ἀλλ’ ἕνεκά του, εἰς ἄγραν τε τροφῆς καὶ εἰς οἴκησιν, καὶ πάντα τὰ πρὸ τούτου ἕνεκα τούτου παραλαμβάνει. καὶ ἡ χελιδὼν δὲ τὴν νεοττιὰν οὐ μάτην δήπου ἐργάζεται ἀλλ’ ἕνεκά του, διόπερ ὅτι μάλιστα ἀσφαλῶς συνδεῖ τοῖς κάρφεσι τὸν πηλόν, καὶ σχῆμα πολυχωρητότατον καὶ ἰσχυρότατον ἐργάζεται. καὶ ἡ μέλισσα ὡσαύτως θαυμαστὴ τῆς τῶν ἑξαγώνων συνθέσεως μηδὲν μάτην ποιοῦσα. τῆς δὲ ἀλκυόνος πῶς οὐ θαυμάσει τις τὴν καλιάν, ἣν ἥκιστα ἄν ὕδωρ λυμαίνοιτο παρ’ αὐτοῖς τοῖς αἰγιαλοῖς οὖσαν; τὰ αὐτὰ καὶ περὶ μυρμήχων καὶ ἄλλων πολλῶν λέγειν ἔχομεν. καὶ τί λέγω, φησίν, ἐπὶ ζῴων, ὁπότε καὶ ἐπὶ τῶν φυτῶν ἡ φύσις πάντα ἕνεκά του ποιεῖ; τά τε γὰρ φύλλα, φησίν, ἕνεκα τοῦ σκεπάσαι ποιεῖ τοὺς καρπούς, ὡς μήτε ὑπὸ ἀνέμων μήτε ὑπὸ καύματος λυμαίνεσθαι, καὶ τὰς ῥίζας ἕνεκα τῆς τροφῆς ποιήσασα κάτω ταύτας φύειν οὐκ ἄνω ἐποίησεν, ἵνα ὥσπερ ὑπὸ τιθηνῆς τῆς γῆς τὴν τροφὴν ἀρύωνται. εἰ τοίνυν ταῦτα φύσει γινόμενα, οὐχ ὡς ἔτυχεν οὐδὲ μάτην, ἀλλ’ ἕνεκά του γίνεται, εὔλογον τὸ καὶ ἐπὶ πάσης φύσεως τὸ αὐτὸ τοῦτο εἶναι. ἕνεκά του ἄρα ἡ φύσις ποιεῖ, καὶ οὐχ ὅπερ ἔτυχεν. p. 198b12 Εἰς γὰρ ταύτην τὴν αἰτίαν ἀνάγουσι πάντες, ὅτι ἐπειδὴ τὸ θερμὸν τοιονδὶ πέφυκε τὸ ψυχρόν. Δεύτερον, φησί, πρόβλημα προκείσθω ἡμῖν, πῶς ἔχει τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, πότερον τῇ ὕλῃ τὸ εἶδος ἐξ ἀνάγκης ἕπεται ἢ ἔμπαλιν. καὶ εἰς τὴν ὕλην ἀνάγουσιν, οὐκ εἰς τὸ εἶδος. εἰπὼν γὰρ ὅτι εἰς ταύτην ἀνάγουσι τὴν αἰτίαν, ποίαν ταύτην ἐπήγαγε τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα, ἅπερ ἐστὶν ὑλικὰ αἴτια· ἐπειδὴ γάρ φασι τὸ θερμὸν τοιονδὶ· καὶ τὸ ψυχρὸν τοιονδε, διὰ τοῦτο τόδε ἐγένετο, ἢ ὅτι ἐκ τῶνδε τῶν ἀτόμων συνέστηκε. καὶ ἕκαστος ἁπλῶς ἣν ὑπέθετο ὕλην, ταύτῃ τὰς αἰτίας τῶν γινομένων ἀνέθηκε. p. 198b14 Καὶ γὰρ ἐὰν ἄλλην αἰτίαν εἴπωσιν, ὅσον ἁψάμενοι χαίρειν ἐῶσιν. |Iva μή τις εἴπῃ, ὅτι ’καὶ μὴν Ἀναξαγόρας μὲν νοῦν ὑπετίθετο αἴτιον τῶν γινομένων, νεῖκος δὲ καὶ φιλίαν Ἐμπεδοκλῆς, καὶ οὐχ ἁπλῶς τοῖς ὑλικοῖς αἰτίοις τὸ πᾶν ἀπεδίδοσαν’, διὰ τοῦτό φησιν, ὅτι εἰ καὶ αἰτίας ποιητικάς τινες ὑπετίθεντο, ἀλλ’ ὅσον ἅψασθαι τούτων μεμνημένοι μόνον, ἐν τῇ γενέσει τῶν κατὰ μέρος οὐκέτι ταύτας ᾐτιῶντο, ἀλλ’ εἰς τὴν παρ’ ἑαυτῷ ὕλην ἕκαστος κατεφέρετο, ὁ μὲν τὰς ὁμοιομερείας αἰτιώμενος ὁ δὲ ψυχρὸν καὶ θερμόν. ταῦτα δὲ καὶ πρὸ Ἀριστοτέλους ὁ Πλατῶν ἐγκαλεῖ τῷ Ἀναξαγόρᾳ, ὅτι ὥσπερ ἐξυπνισθεὶς τῶν ἄλλων καθευδόντων φυσιολόγων καὶ νοῦν τῆς τοῦ κόσμου γενέσεως αἰτιασάμενος, ἐν τῷ ποιεῖν τὰ πράγματα ὥσπερ ἐπιλελησμένος τοῦ νοῦ τὰς ὁμοιομερείας αἰτιᾶται, αἵπερ ὕλης αὐτῷ λόγον ἐπεῖχον. p. 198b16 Ἔχει δὲ ἀπορίαν τί κωλύει τὴν φύσιν. Ἐκθέμενος τὰ προβλήματα, ἀπορεῖ ἐντεῦθεν εἰς τὸ πρότερον, μήποτε οὐχ ἕνεκά του ποιεῖ ἡ φύσις. ἀλλ’ ὥσπερ ὕει ὁ Ζεὺς οὐχ ἵνα σῖτον αὐξήσῃ, ἀλλ’ ἐξ ἀνάγκης. τί οὖν φαμεν ̔κατὰ συμβεβηκὸς αὔξεται ὁ σῖτος, καὶ οὐχ ἕνεκά του ὁ ὑετὸς ἀλλ’ ἐξ ἀνάγκης, ὅτι δεῖ ἁπλῶς ψυχθῆναι τὸ ἀναχθέν’; καὶ εἰ ὅλως γίνεταί τι κατὰ συμβεβηκὸς ὑπὸ τῆς προνοίας ἢ ὅλως βλάπτεταί τι ὑπὸ τῆς προνοίας, ἄξιον ζητῆσαι. φαμὲν οὖν προνοίας διοικούσης τὸ πᾶν μηδὲν κατὰ τύχην μηδ’ ὡς ἔτυχε γίνεσθαι, ἀλλὰ πάντα ἀγαθοῦ τινος ἕνεκα, μηδὲ μὴν τὴν πρόνοιαν ποιεῖν τι κατὰ συμβεβηκός. ἔστιν οὖν καὶ ἐν τῷ ὑετῷ τὸ κοσμικὸν ἀγαθόν· διὰ γὰρ τὴν κίνησις· καὶ γὰρ τὰ διαρκῆ τὴν διαμονὴν ἔχοντα, ταῦτα κινεῖται κατὰ κύκλον λέγω δὴ τὰ οὐράνια. ἵνα οὖν καὶ τὰ στοιχεῖα διαμένῃ, τὴν κατὰ κύκλον κινεῖται κίνησιν, καὶ διὰ τοῦτο ἐκ γῆς ὕδωρ, καὶ ἐξ ὕδατος ἀήρ, καὶ ἐκ τούτων πῦρ, καὶ πάλιν ἀὴρ καὶ ὕδωρ καὶ γῆ, καὶ εἰς τὸ αὐτὸ ἡ ἀνάκαμψις ἐξ οὗ καὶ ἤρξατο, ὅπερ κυκλικῆς ἐστι κινήσεως, τὸ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι. ἔστι δὲ καὶ τὸ μερικὸν ἀγαθὸν κατανοῆσαι· διὰ γὰρ τὴν ἑκάστου ἀξίαν τὰ ἔξωθεν τοίως ἢ τοίως ὑπὸ τῆς προνοίας διατίθεται. ὥστε ἡ μὲν πρόνοια καθ’ αὑτὸ πάντα εὐεργετεῖ, συμβαίν· ει δὲ διὰ τὴν ἡμετέραν ἀξίαν τοίως ἢ τοίως ἡμᾶς πάσχειν· τὸ οὖν κατὰ συμβεβηκὸς ἐν τοῖς πάσχουσιν, οὐκ ἐν τοῖς ποιοῦσιν. καὶ τοῦτο οὐκ ἀδύνατον, τὸ μὲν ποιοῦν καθ’ αὑτὸ ποιεῖν τὸ δὲ πάσχον μηκέτι καθ’ αὑτὸ πάσχειν, ἀλλ’ ἔστιν ὅτε καὶ κατὰ συμβεβηκός. οἷον εἰ Πλάτωνος ἐξηγουμένου λόγους ὠφελίμους ἐπί γ’ ἐκκλησίας, καὶ τοῦτο προθεμένου πάντας τοὺς ἀκροωμένους ὠφελῆσαι, παριών τις ἐπί τινα χρείαν ἄλλην εἰσέλθοι, μὴ τοῦτον τὸν σκοπὸν προθέμενος ἀλλὰ κατὰ τύχην, καὶ ἀκροασάμενος ὠφεληθείη. ὁ τοιοῦτος κατὰ συμβεβηκὸς ὠφελεῖται, τοῦ Πλάτωνος καθ’ αὑτὸ ὠφελήσαντος· ὁ μὲν γὰρ οὐκ ἀπὸ σκοποῦ ὠφελεῖται ἀλλὰ κατὰ τύχην, Πλατῶν δὲ ἀπὸ σκοποῦ ὠφέλησε· τοῦτο γὰρ προὔθετο, πάντας ὅσοι ποτὲ ἄν ἀκροάσασθαι βούλωνται ὠφελῆσαι. οὕτως οὖν καὶ τοῦ ἡλίου ἀνατείλαντος ἐπὶ τῷ πάντας φωτίσαι, εἴ τις μὴ ἐπὶ τῷ φωτισθῆναι ἀλλὰ δι’ ἑτέραν χρείαν εἰς ἀγορὰν ἐμβάλοι, κατὰ συμβεβηκὸς πεφώτισται, τοῦ ἡλίου καθ’ αὑτὸ φωτίσαντος. οὕτως οὖν οὐδὲ θαυμαστόν, καὶ τῆς προνοίας ἁπλῆς τινος οὔσης καὶ πάντας. καθ’ αὑτὸ εὐεργετεῖν βουλομένης ἀλλ’ οὐ κατὰ συμβεβηκός, κατὰ συμβεβηκὸς φθαρῆναι τὸν σῖτον ἢ αὐξηθῆναι· οὐ γὰρ τοῦτο προὔθετο ἀπλῶς αὐξῆσαι τὸν σῖτον ἢ φθεῖραι τὸν ἐν τῇ ἅλω, ἀλλὰ διὰ τὴν ἀξίαν τῶν εὐεργετουμένων κατὰ συμβεβηκὸς ταῦτα γίνεται. p. 198b29 Ὅπου μὲν οὖν ἅπαντα συμβαίνει, ὥσπερ κἂν εἰ ἕνεκά του ἐγίνετο, ταῦτα μὲν ἐσώθη ἀπὸ ταὐτομάτου συστάντα ἐπιτηδείως. Τῆς φύσεως, φησίν, μηδὲν ἕνεκά του ποιούσης ἀλλ’ ὀπῶ τύχῃ, κινησις ἔνθα μὲν συμβαίνετ οῦτως γενέσθαι τι ὁπ᾿ αὐτῆς, ὥσπερ ἂν εἰ ἐξεπίτηδες ἕνεκα τούτου αὐτὰ ἐποίει, ἵνα πάντα τὰ πρὸς τὴν σωτηρίαν ἔχοντα σῴζηται, ταῦτα καὶ σῴζεται, φησίν, ἐκ ταὐτομάτου ἐπιτήδεια πρὸς σωτηρίαν γενόμενα. ὅσα δὲ μὴ οὕτως συμβῇ γενέσθαι, ταῦτα ἀπόλλυται, οἷά ἐστι τὰ τερατα. p. 198b31 Καθάπερ Ἐμπεδοκλῆς λέγει τὰ βουγενῆ ἀνδρόπρῳρα. Ὁ Ἐμπεδοκλῆς ἐν τῷ σφαίρῳ πάντα λέγων τὰ εἴδη μεμῖχθαι ἐν τῇ πρώτῃ διακρίσει τοῦ σφαίρου καὶ τῇ ἀρχῇ τῆς κοσμοποιῒας, πρὶν τελείως τὰ εἴδη διακριθῆναι ἀπ’ ἀλλήλων, γενέσθαι τινὰ ἔλεγε σύμμικτα ζῷα, οἴα καὶ οἱ μῦθοι τοὺς Κενταύρους ὑποτίθενται, τὰ μὲν ἄλλα ἵππου ἔχοντας, τὰ ἔμπροσθεν δέ, λέγω δὴ τὰ περὶ τὴν κεφαλήν, ἀνθρώπου· οὕτω καὶ ὁ Εμπεδοκλῆς, πρὶν τὸ νεῖκος τελείως ἀπ’ ἀλλήλων διακρῖναι τὰ εἴδη, ἔλεγε γενέσθαι σύμμικτά τινα ζῷα, ἐν οἷς |καὶ τὰ βουγενῆ ἀνδρόπρῳρα. ἀνδρόπρῳρα δέ φησι, τουτέστι τὰ ἔμπροσθεν, λέγω δὴ τὰ πρὸς τῇ κεφαλῇ, ἀνδρὸς ἔχοντα πρῴρα γὰρ τὸ ἐμπρόσθιον τοῦ πλοίου μέρος), τὰ δὲ λοιπὰ βοός, ὡς δὴ μὴ μόνον τῶν στοιχείων ἐν ἀλλήλοις μεμιγμένων ἐν τῷ σφαίρῳ, ἀλλὰ καὶ τῶν μορίων τῶν ζῴων. διακριθέντων οὖν παντων, φέρεσθαι τὰ διακριθέντα ὡς ἔτυχε, καὶ πολλάκις βοὸς κεφαλὴν συνελδεῖν στήθει ἀνδρείῳ ἢ καὶ τοῖς ἄλλοις μορίοις, καὶ ἐπὶ πάντων ὡς ἄν ἔτυχεν. ὅσα οὖν, φησί, τῶν μορίων οὕτως συνῆλθεν, ὡς· ἄν εἰ ἕνεκα τούτου συνῆλθέν οἷον τὰ νῦν τοὐ ἀνθρώπου μόρια συμπαθόντα ἀλλήλοις, ὁμοίως καὶ τὰ ἑκάστου τῶν ζῴων), καὶ διὰ τὸ συνεισάγειν εἰς τὴν σωτηρίαν ἀλλήλων, ἐσώθη τὸ σύγκριμα, ὅσα δὲ οὕτως συνῆλθεν ὡς μηδὲ συμβάλλεσθαι ἀλλήλοις εἰς σωτηρίαν, ταῦτα ἐφθάρη, οἷα τὰ βουγενῆ ἀνδρόπρωρα, διὰ τὸ μηδὲν ἀλλήλοις τὰ τοιαῦτα εἰς σωτηρίαν συνεισάγειν· ὥσπερ οὖν οὗτος ἔλεγεν οὐχ ἕνεκα μέν του τὰ μόρια τῶν ζῴων· οὕτω διατετάχθαι, οὕτω μέντοι συμβῆναι αὐτὰ ἔχειν κατὰ τύχην συνελθόντα ὡς ἂν εἰ ἕνεκα τούτου ἐγεγόνει, οὕτως, φησί, καὶ οἱ λέγοντες μὴ ποιεῖν τὴν φύσιν ἕνεκά του, ὅτι ὅσα μὲν οὕτως ποιεῖ ὡς ἄν εἰ ἕνεκά του ἐποίει, ταῦτα σῴζεται, ὅσα δὲ μή, ταῦτα φθείρεται, ὥσπερ φησὶν Ἐμπεδοκλῆς τὰ βουγενῆ ἀνδρόπρῳρα· ταῦτα γὰρ διὰ τὸ μὴ οὕτως γενέσθαι ὡς ἄν εἰ ἕνεκά τινος ἀγαθοῦ ἐγένετο, διὰ τοῦτο οὐδὲ σῴζονται. τῶν οὖν τεράτων παραδείγματα ὑπὸ Ἐμπεδοκλέους λεγόμενα λαμβάνουσιν, ὅτι κἀκεῖνος τὰ τερατώδη γενόμενα ἐν τῇ κατ’ ἀρχὴν συστάσει οὔ φησι σῴζεσθαι. p. 198b34 Ταῦτα μὲν γὰρ καὶ πάντα τὰ φύσει ἢ ἀεὶ οὕτως γίνεται ἢ ὡς ἐπὶ τὸ πολύ. Ὁ πρώτοις συλλογισμός, ὅτι ὑετοὶ καὶ ὀδόντες καὶ καθόλου τὰ μέρη τῶν ζῴων ἢ ἀεὶ ὡσαύτως ἔχουσιν ἢ ὡς ἐπὶ τὸ πολύ, τὰ ἀπὸ τύχης καὶ αὐτομάτου οὔτε ἀεὶ ὡσαύτως ἔχουσιν οὔτε ὡς ἐπὶ τὸ πολύ, ταῦτα ἄρα οὐκ ἄπο ταυτοματου. p. 199a3 Εἰ οὖν ἢ ἀπὸ συμπτώματος δοκεῖ ἢ ἕνεκά του εἶναι. Ὁ δεύτερος συλλογισμὸς ὑποθετικὸς κατὰ διαίρεσιν· ὑετοὶ γὰρ καὶ τὰ μέρη τῶν ζῴων ἡ ἀπὸ συμπτώματος ἢ ἕνεκά του, ἀλλὰ μὴν οὐκ ἀπὸ συμπτώματος δέδεικται γάρ), ἕνεκά του ἄρα. σύμπτωμα δὲ φησι τὸ ἐπισυμβαῖνον εἴτε ἐκ ταὐτομάτου εἴτε ἀπὸ τύχης, ὥστε κοινῶς ἐπὶ τύχης καὶ τοῦ αὐτομάτου σύμπτωμα. p. α5 Αλλὰ μὴν φύσει γέ ἐστι τὰ τοιαῦτα πάντα, ὡς κἄν αὐτοὶ φαῖεν. Ὁ τρίτος ἐν τρίτῳ σχήματι· ταῦτα πάντα φύσει, ταῦτα πάντα ἕνεκά του, τινὰ ἄρα τῶν φύσει ἕνεκά του. p. 199a8 Ἔτι ἐν ὅσοις τέλος τί ἐστιν, ἕνεκα τούτου πράττεται τὸ πρότερον καὶ τὸ ἐφεξῆς. Δεύτερον ἐπιχείρημα, προλαμβάνει δὲ τὰ εἰρημένα ἀξιώματα. ἐν οῖς φησί, τῶν γινομένων τέλος ἐστὶν εἰς ὃ περατοῦται ἡ κίνητις καὶ προϊοῦσα συνεχῶς τελευτᾷ, ἐν τούτοις ἅπαντα τὰ πρὸ τοῦ τέλους τοῦ τέλους ἕνεκα πράττεται. p. 199 a 9 οὐκοῦν ὡς πρ· άττεται, οὕτως πέφυκε, καὶ ὡς πέφυκεν. ,οὕτως πράττεται. Τὸ δεύτερον ἀξίωμα, ὅτι τὸ τεχνητὸν εἰ ὑπὸ φύσεως ἐγίνετο, οὕτως ἂν ἐπεφύκει ὥσπερ καὶ ἐπράττετο ὑπὸ τῆς τέχνης. καὶ ἔμπαλιν τὰ ὑπὸ φύσεως γινόμενα εἰ δἂν ὑπὸ τῆς τέχνης ἐγίνετο, οὕτως ἂν ἐπραττετο, ὥσπερ εἰ ἐπεφύκει ὑπὸ τῆς φύσεως γίνεσθαι· εἰ γὰρ μὴ οὕτως ἐγίνετο, οὐδ’ ἄν ἐσώζετο. τὸ δ’ ἂν μή τι ἐμποδίζῃ προσέθηκε διὰ τὰς ἢ ἐκ τῆς ὕλης ἢ ἐκ τῶν ἔξωθεν συμπτωμάτων γινομένας ἁμαρτίας καὶ τοῖς φυσικοῖς καὶ τοῖς τεχνητοῖς. εἰ οὖν ἐπαλλάττουσιν ἡ τέχνη καὶ ἡ φύσις, ἡ δὲ τέχνη ἕνεκά του πάντα ποιεῖ, καὶ ἡ φύσις ἄρα, εἴ γε τὰ τεχνητὰ ἐποίει, οὕτως ἄν ἐποίησε. καὶ πάλιν εἰ ἡ· τέχνη τὰ φυσικὰ ἐποίει, ἕνεκά του δηλονότι πάντα ἐποίει. καθόλου γὰρ ἡ τέχνη πάντα ἕνεκά του ποιεῖ. ἐπεὶ οὖν νῦν ἡ φύσις ταῦτα ποιεῖ ὡς ἂν ἡ τέχνη αὐτὰ ἐποίησε, καὶ αὐτὴ δηλονότι ἕνεκά του πάντα ποιήσει. ἕνεκα ἄρα θατέρου θάτερον. τουτέστιν ἕνεκα τοὐ τέλους τὰ πρὸ τοῦ τέλους· οὕτω γὰρ ἡ τέχνη πάντα ἐργάζεται. p. α15 Ὅλως δε ἡ τέχνη τὰ μὲν ἐπιτελεῖ ὧν φύσις ἀδυνατεῖ ἀπεργάσασθαι, τάδε μιμεῖται. Ἕτερον ἐπιχείρημα. ὑγίειαν μὲν γὰρ καὶ διαχωρήσεις καὶ σάρκωσιν ἰατρική, τῆς φύσεως ἐξασθενούσης ταῦτα ἐργάζεσθαι, . δὲ τὴν φύσιν ἡ πλαστικὴ καὶ γραφική· εἰ τοίνυν ἡ συνέριθος τῆς φύσεως καὶ τὸ ταύτης ἀπεικόνισμα πάντα ἕνεκά του ποιεῖ, πολλῷ γε δήπου τὸ ἀρχέτυπον. p. 199a20 Μάλιστα δὲ φανερὸν ἐπὶ τῶν ζῴων τῶν ἄλλων· |Προϊὼν ἐπὶ τὰ δραστικώτερα προβαίνει ἐπιχειρήματα· · τί γὰρ λέγω, φησίν, ἐπὶ τῶν λογικῶν ζῴων ἃ κατὰ τέχνην ποιεῖ, καὶ διὰ τούτων καὶ τὴν φύσιν φημὶ ἕνεκά του ποιεῖν; ἐπὶ γοῦν τῶν ἄλλων ζῴων φαίνεται προφανῶς ἡ φύσις πάντα ἕνεκά του ποιοῦσα. καὶ τεκμήριον ὁ ἀράχνης ἡ χελιδὼν καὶ τὰ ὅμοια, ἅπερ ἐκ φύσεως καὶ οὐ λογισμῷ ἐργαζόμενα, ὅμως οὐδὲν μάτην ποιεῖ, διὸ καὶ ἀποροῦσί τινες μήποτε οὐδὲ φύσει ταῦτα ἐργάζεται, ἀλλὰ λογισμῷ τινι. καὶ τί λέγω, φησίν, ἐπὶ ζῴων, ὁπότε καὶ ἐπὶ φυτῶν ὁρῶμεν τὴν φύσιν πάντα ἕνεκά του ποιοῦσαν; τὰς μὲν γὰρ ῥίζας κάτω ἐποίησε τῆς τροφῆς ἕνεκεν πρὸς τῇ τιθηνῇ τὸ στόμα προσαρμόζουσα, φύλλα δ’ εἰς σκέπην τῶν καρπῶν καὶ σωτηρίαν. πῶς οὖν οὐκ ἐκ πάντων τούτων δῆλον ὅτι πάντα ἕνεκά του ὑπὸ τῆς φύσεως γίνεται; κατὰ μικρὸν δὲ οὕτω προϊοῦσιν. πρῶτον γὰρ ἐπὶ ἀνθρώπων ἐγύμνασε τὸν λόγον, εἶτα μετῆλθεν ἐπὶ τὰ ἄλογα ζῷα, κἀντεῦθεν ὁδῷ προβαίνων ἐπὶ τὰ φυτα. p. 199 a 30 Καὶ ἐπεὶ ἡ φύσις διττή, ἠμὲν ὡς ὕλη ἡ δὲ ὡς μορφή. ἐπειδὴ ἔδειξεν ὅτι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, βούλεται νῦν δεῖξαι τίνος ἕνεκα ποιεῖ πάντα καὶ τί ἐστιν οὗ στοχάζεται, καί φησιν ὅτι τοῦ φυσικοῦ εἴδους, ὅπερ καὶ αὐτὸ φύσις ἐστίν. εἴρηται δὲ ὅτι τὸ ποιοῦν τὸ εἶδος τὸ τέλος εἰς ταὐτὸν ἔρχεται πολλάκις. ὥστε ἡ ποιοῦσα φύσις καὶ ἕνεκά του πάντα ποιοῦσα ἕνεκα τῆς φύσεως ποιεῖ τῆς ὡς εἴδους οὔσης, οὐ τῆς κατὰ τὴν ὕλην· ἐπεὶ γὰρ διττὴν εἶπεν ἐν τοῖς ἔμπροσθεν τὴν φύσιν καὶ γὰρ καὶ τὸ εἶδος καὶ ἡ ὕλη φύσις), ἐπισημειοῦται νῦν περὶ ποίας φύσεως ἦν αὐτῷ ὁ λόγος, ὅτι οὐ τῆς κατὰ τὴν ὕλην, ἀλλὰ τοῦ εἴδους καὶ τῆς μορφῆς. p. 199a33 Ἁμαρτία δὲ γίνεται καὶ ἐν τοῖς κατὰ τέχνην· ἔγραψε γὰρ οὐκ ὀρθῶς ὁ γραμματικός, καὶ ἐπότισεν ὁ ἰατρὸς οὐκ ὀρθῶς τὸ φάρμακον. Δείξας ὅτι ἡ φύσις πάντα ἕνεκά του ποιεῖ, ἔκ τε τοῦ ὡς ἐπὶ τὸ πολὺ εἶναι τὴν φύσιν καὶ ἐκ τοῦ τὰ μιμήματα τῆς φύσεως πάντα ἕνεκά του ποιεῖν καὶ ἐκ τῶν λοιπῶν, νῦν τὰς ἀπορίας τὰς φερομένας εἰς τὸ προκείμενον θεώρημα ἐπιλύσασθαι βούλεται. ἀποροῦσι γὰρ ὅτι εἰ ἕνεκά του ἡ φύσις πάντα ποιεῖ, διὰ τί πολλάκις ἀποτυγχάνει καὶ οὐκ ἀεὶ κατορθοῖ; φησὶν οὖν πρὸς τοῦτο, ὅτι οὐ διὰ τὸ ἁμαρτάνειν τὴν φύσιν, διὰ τοῦτο δεῖ νομίζειν ὅτι ὡς ἔτυχε ποιεῖ καὶ οὐχ ἕνεκά του πάντα ποιεῖ, ὁπότε καὶ ἡ τέχνη, ἥτις προφανῶς πάντα ἕνεκά του ποιεῖ, ἁμαρτάνει πολλάκις διὰ τὴν ἀνεπιτηδειότητα τῆς ὑποκειμένης ὕλης. καὶ γὰρ ὁ γραφεὺς σκοπὸν ἔχων τοῦ καλῶς γράψαι. διὰ τὸν χάρτην πολλάκις μανότερον ὄντα, ἢ διὰ πλεονεξίαν ἢ ἀνεπιτηδειότητα τοῦ μέλανος ἁμαρτάνει τοῦ σκοποῦ. ὁμοίως καὶ ὁ ζωγράφος τὰ αὐτὰ ἄν πάθοι, ἡ διὰ τὴν τῶν χρωμάτων ἢ διὰ τὴν τῆς σινδόνος ἐν ᾗ γράφει ἀνεπιτηδειότητα. καὶ ὁ ἰατρὸς δὲ ὠφελῆσαι μὲν θέλων καὶ ἀγαθοῦ τινος ἕνεκα ἔδωκε τὸ καθάρσιον, ἀπέτυχε δ’ ἔστιν ὅτε ἢ διὰ τὴν τοῦ ὑποκειμένου σώματος ἰδιότητα, ἣν ἰδεῖν μὴ οἷόν τε ἦν, ἢ κατὰ τύχην. τοῦ περιέχοντος δυσκράτου γενομένου· ἀλλ’ ὅμως ἐκεῖνος ἀγαθοῦ τινος ἕνεκα δέδωκεν. οὕτως ἄρα καὶ <εἰ> ἡ φύσις ἔστιν ὅτε τοῦ σκοποῦ διαμαρτάνει, οὐ διὰ τοῦτο ἐξαιρετέον αὐτῆς τὸ ἕνεκά του, ἀλλ’ ἐπεὶ ὡς ἐπὶ τὸ πολὺ τυγχάνει τοῦ σκοποῦ καὶ ὡς σπάνιά ἐστιν αὐτῆς τὰ ἁμαρτήματα, διὰ τοῦτο πιστευτέον αὐτῇ ἕνεκά του ποιεῖν. ἄλογον γὰρ καὶ τῆς τέχνης ἁμαρτανούσης ὥσπερ καὶ τῆς φύσεως, τῆς μὲν μὴ ἀφαιρεῖν τὸ ἕνεκά του διὰ τὴν ἁμαρτίαν τῆς δὲ φύσεως ἀφαιρεῖν, ἀλλ’ ἢ ἀμφοτέρων ἀφαιρετέον ἢ μηδεμιᾶς· εἰ οὖν τῆς τέχνης οὐκ ἀφαιροῦμεν τὸ ἕνεκά του, οὐδὲ τῆς φύσεως ἄρα. Ἐπειδὴ δὲ οἱ ἀφαιροῦντες τῆς φύσεως τὸ ἕνεκά του ἐκέχρηντο τῷ παραδείγματι τῷ κατὰ τὸν Ἐμπεδοκλέα, ἔνθα ἔλεγεν ἐκεῖνος ἐν ταῖς ἐξ ἀρχῆς συστάσεσι “τὰ βουγενῆ ἀνδρόπρωρα” γενέσθαι, καὶ ἐξ αὐτῶν τούτων ἐλέγγει τὸν λόγον. οὕτω γάρ, φησί, πάντα ἕνεκά του ποιεῖ ἡ φύσις, ὥστε καὶ ὅταν τοῦ σκοποῦ διαμαρτάνῃ, οὐ μακράν που τοῦ σκοποῦ ἑαυτῆς ἐκπίπτει, ἀλλ’ ὡς οἷόν τέ ἐστι σύνεγγυς. οὐδέποτε γοῦν ἐξ ἀνθρώπου πλάτανος γέγονεν ἢ λίθος ἡ συκῆ, ἀλλ’ ἀεὶ ἄνθρωπος ἐξ ἀνθρώπου· 50 εἰ δέ ποτε τοῦ σκοποῦ ἀποτύχῃ τοὐ ποιῆσαι ἄνθρωπον διὰ τὴν ἀνεπιτηδειότητα τῆς ὕλης, ζῷον γοῦν ποιεῖ καὶ οὐ φυτόν, ὡς εἶπον, ἢ λίθον, καὶ εἰ μὴ ζῷον δυνηθείη ποιῆσαι, τὸ σύνεγγυς γοῦν ποιεῖ, σάρκα. καὶ ἡ συκῆ πάλιν συκῆν ποιεῖ, εἰ δὲ ἀποτύχῃ, ἐρινεόν, οὐ δρῦν οὐδὲ πεύκην. κ. αὶ ἡ ἐλαία πάλιν ἐλαίαν, εἰ δ’ ἀποτύχῃ, κότινον, οὐκ ὄχνην οὐδὲ λεύκην. πανταχοῦ ἄρα ἡ φύσις πρόδηλός ἐστι μὴ ὡς ἔτυχεν ἐργαζομένη ,ἀλλὰ πρός τι τέλος σκοπιμώτατον, οὗ ἐὰν ἀποτύχῃ ἀγαπᾷ γοῦν τοῦ σύνεγγυς τυ|χεῖν, ὥσπερ, φησίν, εἰ καὶ συγχωρήσομεν τῷ Ἑμπεδοκλείῳ μύθῳ, ὅτι ἐγίνοντο ζῷά τινα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν βουγενῆ καὶ ἀνδρόπρῳρα, τῷ λόγῳ δήπου τούτῳ ἐγίνετο ᾧ καὶ νῦν τὰ τέρατα, τῆς ὑλικῆς αὐτῶν ἀρχῆς λέγω δὴ τοῦ σπέρματος διαφθαρέντος, καὶ οὕτως ᾔδει κἀκεῖνος τὴν φύσιν ἕνεκά του ποιοῦ· σαν· ὥστε καὶ τὴν ἁμαρΤίαν αὐτῆς, ὡς ἤδη εἶπον, οὐ πόρρω τοῦ σκοποῦ πεσεῖν ἔφη. οὐ γὰρ εἶπε βουγενῆ ἐλαιόπρῳρα γενέσθαι, ἀλλὰ βουγενῆ ἀνδρόπρῳρα· οὕτως οἶδε καὶ αὐτὸς τὴν φύσιν σκο- πόν τινα ὡρισμένον ἔχουσαν, οἷον ἢ ἄνθρωπον ἢ βοῦν ποιῆσαι, καὶ τούτου ἀποτυχοῦσαν τὸ σύνεγγυς ἀγαπῆσαι, λέγω δὴ τὸ ζῷον ἁπλῶς ποιῆσαι. ἔπειτα καὶ πρὸς αὐτὴν τὴν δόξαν ἐνίσταται· τί γὰρ δήποτε, φησίν, ἐν ταῖς ἐξ ἀρχῆς συστάσεσι μὴ ὥσπερ βουγενῆ ἀνδρόπρωρα γέγονεν ἐπὶ ζώων, οὕΤως καὶ ἐπὶ τῶν φυτῶν ἀμπελογενῆ ἐλαιόπρῳρα; καίτοι, φησίν, εὐλογώτερον ἦν ἐπὶ τῶν φυτῶν τοῦτο γενέσθαι μᾶλλον ἢ ἐπὶ τῶν ζῴων. ἧττον γὰρ ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του ἢ ἐν τοῖς ζῴοις, διότι καὶ διήρθρωται μᾶλλον τὸ εἶδος ἐν τοῖς ζῴοις, ἔδει δὲ ἐν οἷς ἧττον τὸ ἕνεκά του διαφαίνεται, ἐν τούτοις μάλιστα τὴν παρεκτροπὴν γενέσθαι· οὐ γέγονε δὲ ἐν τοῖς φυτοῖς οὐδὲ γὰρ φαίνεται τοῦτο λέγων), οὐδ’ ἐν τοῖς ζώοις ἄρα. ὥστε οἱ ἐκ τούτων τὸ ἕνεκά του τῆς φύσεως ἀφαιροῦντες, ἑαυτοὺς ἐλέγχοντες μᾶλλον ἴστωσαν ἢ τὴν φύσιν. εἶτα καὶ ἄλλοις ἐπιχειρήμασι τὸ αὐτὸ κατασκευάζει· εἰ γὰρ μὴ ἕνεκά του πάντα ποιεῖ ἡ φύσις, διὰ τί μὴ εὐθὺς ποιεῖ ἄνθρωπον, ἀλλὰ πρῶτον σπέρμα εἶτα σάρκα εἶτα ἄλλο καὶ ἄλλο ἐφεξῆς, μέχρις ἄν τοῦ σκοπιμωτάτου τέλους τύχῃ ; διὰ τί γὰρ μὴ πρότερον ἔμβρυον, εἶτα σπέρμα; ἡ γὰρ τάξις τῶν ἕνεκά του. ὥστε εἰ ἐν τάξει ἄλλο πρὸ ἄλλου παραλαμβάνει καὶ οὐδέποτε τῆς τάξεως μεθίσταται πρὶν ἄν φθείρῃ τὸ γινόμενον, δήλη ἐστὶ πάντα ἕνεκά του ποιοῦσα. καὶ αὐτὸς δέ, φησίν, ὁ Ἐμπεδοκλῆς τὸ “οὐλοφυὲς” πρῶτόν φησι γενέσθαι, τοῦτο δὲ οὐδὲν ἄλλο σημαίνοι ἄν αὐτῷ ἢ τὸ σπέρμα συνεστπαμμένους καὶ ὅλους ἅμα ἔχον ἐν ἑαυτῷ τοὺς λόγους τοῦ φυομένου· παρὰ γὰρ τὴν τοῦ ὅλου φύσιν περιέχειν τὸ ὁλοφυὲς αὐτῷ κέκληται. εἰ δὲ τὸ οὐλοφυὲς πρῶτον τῶν ζῴων καὶ φυτῶν γίνεται, ἕνεκα ἄρα τῶν φυτῶν καὶ ζῴων γίνεται, εἰ δὲ τοῦτο, ἕνεκά του ἄρα ἡ φύσις ποιεῖ· ἕνεκα γὰρ ἴων ὑστέρων τὰ πρότερα. ὅπερ οὖν εἶπον, εἰ καὶ δῶμεν ἀληθῆ εἶναι τὸν Ἑμπεδοκλέους μῦθον ὡς κατ’ ἀρχὴν συνέστη τινὰ βουγενῆ ἀνδρόπρῳρα, τοῦ. · οὐλοφυοῦς τούτου φθαρέντος δηλονότι συνέστη ,ὥσπερ καὶ νῦν τὰ τέρατα γίεται τοῦ σπέρματος φθαρέντος ἢ πλεονάσαντος ἢ ἐλλείψαντος. ὥστε ἡ· μὲν φύσις ἕνεκα τοῦ ἀγαθοῦ τὴν προβολὴν τοῦ οὐλοφυοῦς ἐποιήσατο, συνέβη δὲ φθαρέντος αὐτοῦ ἀποτυχεῖν τοῦ σκοποῦ τὴν φύσιν. ἔτι, φησίν, οἱ ἀφαιροῦντες τῆς φύσεως τὸ ἕνεκά του λανθάνουσιν ἑαυτοὺς· πολλῷ πρότερον καὶ τὴν φύσιν ὅλως καὶ τὰ φυσικὰ ἀναιροῦντες. φύσει γὰρ κατὰ κοινὴν ἔννοιαν ταῦτα νομίζομεν εἶναι πάντες, ὅσα ἀπό τίνος ἀρχῆς ἐν ἑαντοῖς ὑπαρχούσης συνεχῶς καὶ κατὰ τάξιν κινούμενα ἀφικνεῖται εἴς τι τέλος, ἀλλ’ οὐχὶ ἐπὶ τὸ τυχὸν ἀπὸ τῆς τυχούσης ἀρχῆς ταῦτα γὰρ ἀπὸ τύχης καὶ ἀπὸ ταὐτομάτου καλεῖν εἰώθαμεν), τὰ δὲ ἀπὸ φύσεως ἢ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ἀπὸ τῆς αὐτῆς ἀρχῆς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ αὐτὰ τέλη γίνεται· οὐδέποτε γὰρ ἀπὸ ἀνθρωπείου σπέρματος κύων γέγονεν ἢ ἵππος. καίτοι εἰ μὴ ἕνεκα του ἐποίει ἡ φύσις, ἔδει τὸ τυχὸν ἐκ του τυχόντος γίνεσθαι, νῦν δ’ οὐ γίνεται. ὥστε εἰ μὴ ἕνεκά τού φασι τὴν φύσιν ποιεῖν, ἀλλ’ ὅπως ἂν τύχῃ, μάτην τὸ τῆς φύσεως περιβομβοῦσιν ὄνομα εἰς ταὐτὸν ἄγοντες αὐτὴν τῇ τύχῃ καὶ συγκλώθοντες τὰ ἀσύγκλωστα. ὥστε εἰ μὴ ταὐτὸν τύχη καὶ φύσις ἀλλὰ πολλῷ ταῦτα διεστήκασι τῷ μέσῳ, τῆς τύχης ἐκ τῆς τυχούσης ἀρχῆς τὸ τυχὸν ποιούσης, τῆς δὲ φύσεως ἐξ ὡρισμένης So ὡρισμένον ,ἀδύνατον τὴν φύσιν μὴ ἕνεκά του πάντα ποιεῖν ,ἐπεὶ εἰς ταὑτὸν ἄν οὕτω τῇ τύχῃ συμφέροιτο. τελευταῖον δὲ πάντων τὴν αἰτίαν τίθησιν ἐξ ἧς κινηθέντες ἐνόμισαν τὴν φύσιν μηδὲν ἕνεκά του ποιεῖν. ἐοίκασι γάρ, φησί, διὰ τὸ μὴ ὁρᾶν τὴν φύσιν ἐν τῷ δημιουργεῖν βουλευομένην, διὰ τοῦτο αὐτῆς ἀφαιρεῖσθαι τὸ ἕνεκά του ποιεῖν, ὡς δὴ δέον τὰ ἕνεκά του ποιοῦντα πάντως βουλεύσυνεστραμμένου ἕσθαι. τοῦτο δέ, φησί, γελοῖον ἄν εἴη· ἔδει γὰρ αὐτοὺς συνιδεῖν ὅτι οὐδὲ αἱ τέχναι βουλεύονται· ἡ γὰρ βουλὴ ἔνδειά ἐστι φρονήσεως, καὶ ὅταν ὁ τεχνίτης βουλεύηται. οὐχ ὡς τεχνίτης βουλεύεται, ἀλλ’ ὡς ἐλλείπων κατὰ τὴν τέχνην ἐξ ἀγνοίας γὰρ ἐπὶ τὴν βούλευσιν ἔρχεται), ὁ δὲ τεχνίτης βουλῆς οὐ δεῖται. οὐ βουλεύεται γοῦν ὁ τέκτων εἰ δεῖ πρίειν τὰ ξύλα ἢ ἀποξέειν, καὶ ὁ οἰκοδόμος εἰ δεῖ πρῶτον τοὺς θεμελίους καταβάλλεσθαι, ἀλλ’ οὐδ’ ὁ γραμματιστὴς βουλεύεται πῶς δεῖ τὸ ἁ ἢ τὸ β · γράψαι. οὐδ’ ὅταν γράφῃ τὸ Σωκράτης ὄνομα βουλεύεται ποῖον δεῖ πρῶτον τῶν στοιχείων γράψαι, ποῖον δὲ δεύτερον καὶ τρίτον. ἀλλ’ ἑκάστης τέχνης ὥρισται καὶ τὸ τέλος καὶ ἡ ἀρχὴ καὶ ἡ ὁδὸς ἡ ἐκ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος, ὥσπερ καὶ ἡ τῆς φύσεως, τὰ δὲ ὡρισμένα βουλῆς οὐ δεῖται· βουλευόμεθα γὰρ ἡ περὶ τῆς ἀρχῆς ἢ περὶ τοῦ τέλους ἢ περὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὸ τέλος ἀγούσης, ὅταν ἄδηλα ταῦτα καὶ ἀόριστα ᾖ. ὥστε εἰ διὰ τὸ μὴ βουλεύεσθαι τὴν φύσιν ἀφαιροῦνται αὐτῆς τὸ ἕνεκά του ,καὶ τῆς τέχνης ἀφαιρείτωσαν, εἰ δὲ μὴ ἀφαιροῦνται τῆς τέχνης διὰ τοῦτο τὸ ἕνεκά του, εὔλογον δήπου μηδὲ τῆς φύσεως ἀφαιρεῖν. καὶ τί λέγω ἐπὶ τεχνῶν, ὁπότε καὶ τὸ θεῖον δημιουργοῦν οὐ βουλεύεται, ἀλλ’ αὐτῷ τῷ εἶναι, ὅταν θέλῃ, πάντα παράγει βουλῆς οὐ δεόμενον, εἴ γε ἡ βουλή, ὥσπερ εἶπον, δι’ ἔνδειαν γίνεται φρονήσεως; ἥκιστα οὖν τῆς φύσεως διὰ τὸ μὴ βουλεύεσθαι ἀφαιρετέον τὸ ἕνεκά του, ἐπεὶ μηδὲ τῆς τέχνης μηδὲ τοῦ θείου. Ἁμαρτία δὲ γίνεται καὶ ἐν τοῖς κατὰ τὴν τέχνην. ὡς δὴ τῆς ἀπορίας κατὰ τὸ σιωπώμενον δήλης οὔσης, ἀπὸ τῆς λύσεως ἄρχεται. p. 199 b 1 Εἰ δὴ ἔστιν ἔνια κατὰ τέχνην ἐν οἶς τὸ ὀρθῶς ἕνε|κά του. El ἐν τοῖς τεχνητοῖς, φησίν, ἔστι τὸ ἕνεκά του καὶ ἐν πολλοῖς ὁρῶμεν καρθούσας τὰς τέχνας τὸ τέλος καὶ τὸ οὗ ἕνεκα, εἰς ἔνια δ’ ἐπιχειροῦσι μὲν ἕνεκά του ποιεῖν ἁμαρτάνουσι δὲ τοῦ σκοποῦ διά τινας δήποτε αἰτίας, οὐ παρὰ τὸ μὴ αὐτὰς οὕτω προθέσθαι ὥστε εἴς τι τέλος ἀγαθὸν λῆξαι, τί κωλύει καὶ ἐπὶ τῆς φύσεως τὸ αὐτὸ συμβαίνειν, καὶ τὰ ἁμαρτήματα αὐτῆς μὴ διὰ τὸ ὡς ἔτυχεν αὐτὴν ποιεῖν νομίζειν γίνεσθαι,. ἀλλὰ διὰ τὸ τοῦ ἐξ ἀρχῆς ἐκκρούεσθαι σκοποῦ ἢ διὰ τὴν ὕλην ἢ διὰ τὰ ἔξωθεν συμπτώματα ; p. 199 b 5 Καὶ ἐν ταῖς ἐξ ἀρχῆς ἄρα συστάσεσι τὰ εἰ βουγενῆ, εἰ μὴ πρός τινα ὅρον καὶ τέλος δυνατὰ ἦν ἐλθεῖν. Ἑκ τούτων ἄρα δῆλον, φησίν, ὅτι καὶ τὰ κατὰ Ἐμπεδοκλέα βουγενῆ ἀνδρόπρῳρα, ἵνα τις συγχωρήσῃ τῷ μύθῳ, εἰ μὴ δυνατὰ ἦν εἴς τινα ὅρον καὶ τέλος ἐλθεῖν, τουτέστιν εἰς εἶδός τι τέλειον, ὥστε καὶ διαμεῖναι, πρόδηλον ὅτι τῆς ἀρχῆς αὐτῶν τοῦ σπέρματος διαφθαρέντος τοιαῦτα γέγονεν. ὅθεν οὐδὲ διέμεινεν, ὅπερ καὶ νῦν ἐπὶ τῶν τεράτων συμβαίνει. p. 1991)7 Ἔτι ἀνάγκη σπέρμα γενέσθαι πρῶτον, ἀλλὰ μὴ εὐθὺς τὰ ζῷα. Ελ μὴ ἕνεκά του πάντα ἡ φύσις ποιεῖ, διὰ τί τεταγμένη αὐτῆς ἐστιν ἡ δημιουργία ἄλλα πρὸ ἄλλων παραλαμβάνουσα ; ἔδει γὰρ καὶ ἄνευ σπέρματος τὰ ζῷα εὐθὺς ποιεῖν. εἰ δὲ παραλαμβάνει πρῶτον σπέρμα, εἶτα ἐξ αὐτοῦ ποιεῖ σάρκα, καὶ οὕτως ἐφεξῆς μέχρι τοὐ τελείου εἴδους, καὶ εἰς τὸ τέλειον εἶδος ἐλθοῦσα παύεται λοιπὸν τῆς κινήσεως, πρόδηλον ἄρα ὅτι τὰ πρὸ τοῦ τέλους πάντα τοῦ τέλους ἕνεκεν παρέλαβεν. ἐπεὶ τί δήποτε ἔστη εἰς τὸ εἶδος τὸ ἀνθρώπειον τυχὸν ἢ ἵππειον, καὶ μὴ ἐξ αὐτοῦ συνεχῶς κινοῦσα νοῦσα ἄλλο τι, καὶ τοῦτο ὅπερ ἔτυχεν, ἐποίησεν; p. 199 b 9 Ἔπερ ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του. Ἐντεῦθεν, ὅπερ εἶπον, πρὸς αὐτὴν τὴν δόξαν ἐνίσταται, ὅτι εἰ ἧττον ἐν τοῖς φυτοῖς τὸ ἕνεκά του ἢ ἐν τοῖς ζῴοις, ἐν οἷς δὲ ἧττον τὸ ἕνεκά του ἐν τούτοις μᾶλλον ἔδει τὰ τέρατα γενέσθαι, τί δήποτε μὴ ὥσπερ ἐν τοῖς ζῴοις τὰ βουγενῆ ἀνδρόπρῳρα γέγονεν, οὕτω καὶ ἐν τοῖς φυτοῖς ἀμπελογενῆ ἐλαιόπρῳρα; εἰ δὲ μὴ γέγονεν ἐν τοῖς φυτοῖς οὐδὲ γὰρ φαίνεται τοῦτο λέγων), οὐδ’ ἐν τοῖς ζῴοις ἄρα. οὐδὲν δὲ θαυμαστόν, ὥσπερ ἐν τοῖς ζῴοις γίνεται τέρατά τινα, οὕτω δὲ καὶ ἐν τοῖς φυτοῖς γίνεσθαι, ἀλλ’ ἧττον τῶν ζῴων διαφαίνεσθαι ἐν τούτοις τὸ παρὰ φύσιν, διὰ τὸ μὴ οὕτως διηρθρῶσθαι τὰ εἴδη καὶ διακεκρίσθαι ὡς ἐν τοῖς ζῴοις · ἐν οἷς γὰρ ἀκριβὲς τὸ εἶδος, ἐν τούτοις καὶ ἡ ὀλίγη ἐκτροπὴ πρόδηλος. καὶ ὥσπερ ἐν ἄλλοις αὐτός φησι, τοῦ τεθνεῶτος τὴν μὲν χεῖρα οὐκέτι ἄν εἴποι τις χεῖρα εἶναι, εἰ μὴ ὁμωνύμως, ὡς τὴν λιθίνην ἢ τὴν γεγραμμένην, διὰ τὸ ἐφθάρθαι αὐτῆς ἐναργῶς τὸ εἶδος καὶ τὴν ἐνέργειαν, τὴν μέντοι σάρκα τοῦ τεθνεῶτος νομίσειεν ἄν τις μηδὲν ἔλαττον ἔχειν τῆς ζώσης διὰ τὸ μὴ ἐναργῶς ὁρᾶσθαι τὸ εἶδος αὐτῆς καὶ τὴν χρείαν, ἣν παρεῖχε τῷ ὅλῳ ζῴῳ, μετὰ θάνατον ἐφθαρμένην· τοῦτο δὲ διὰ τὸ ὑλικώτερα ὄντα τὰ ὁμοιομερῆ μὴ εἰλικρινὲς ἔχειν τὸ εἶδος. οὕτω δή, ἐπειδὴ καὶ τὰ φυτὰ πρὸς τῇ ὕλῃ μᾶλλόν εἰσιν ἧπερ τὰ ζῷα καὶ διὰ τοῦτο ἀμυδρότερον ἔχει τὸ εἶδος, ἐν ταῖς παρεκτροπαῖς ἡ διαφορὰ οὐ διαφαίνεται, ὥσπερ οὐδὲ ἐν τῇ νεκρᾷ σαρκί, καὶ διὰ τοῦτο οὐ δοκεῖ τέρατα γίνεσθαι ἐν· τοῖς φυτοῖς. τοῦτο δὲ τὸ ἐπιχείρημα οὐκ ἔστι πραγματειῶδες, ἀλλ’ ὡς πρὸς τὸ πρόσωπον τοῦ Ἐμπεδοκλέους καὶ τὰ παρὰ αὐτοῦ ὅτι οὐκ ἔστιν ἑαυτοῦ ἀκόλουθος, ἐν τοῖς ζώοις μὲν τὰ τοιαῦτα τέοατα γεννῶν, ἐν τοῖς φυτοῖς δ’ οὐκέτι. καίτοι εὐλογώτερον ἦν ἐπὶ τῶν φυτῶν τοῦτο ποιῆσαι. εἰ μὲν οὖν καὶ ἐπὶ τῶν φυτῶν ἐγίνετο ,διὰ τί μὴ εἶπεν ; εἰ δὲ διὰ τὸ μὴ γίνεσθαι οὐκ εἶπεν, ἄτοπον ἐπὶ μὲν τῶν εἰλικπινεστέρων εἰδῶν καὶ ἐφ’ ὧν μᾶλλον τὸ ἕνεκά του διαφαίνεται καὶ ἡ τῆς φύσεως πρόνοια, ἐπὶ τούτων ὡς ἔτυχε ταῦτα γίνεσθαι λέγειν, ἐπὶ δὲ τῶν φυτῶν μηκέτι, ἐν οἷς ἧττόν ἐστι διάδηλος ἡ φύσις πάντα ἕνεκά του ποιοῦσα. ὁ δὲ ἀληθὴς ἔχει λόγος ἐν ἀμφοτέροις μὲν γίνεσθαι τὸ παρὰ φύσιν, σπάνιον δὲ τοῦτο καὶ κατὰ ἀπόπτωσιν τοῦ ἕνεκά του καὶ τοῦ κατὰ φύσιν, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν τὸ παρὰ τέχνην. p. 1991)17 Ἀφ’ ἑκάστης δὲ οὐ τὸ αὐτὸ ἑκάστοις οὐδὲ τὸ τυχόν, ἀεὶ μέντοι ἐπὶ τὸ αὐτό, ἂν μή τι ἐμποδίσῃ. Ὅτι οὔτε ἡ αὐτὴ φύσις πλειόνων τελῶν ἐστι ποιητική, οὔτε πλείους φύσεις ἓν καὶ τὸ αὐτὸ ἀπεργάζονται εἶδος, ἀλλ’ ἐφ’ ἑκάστης ὡρισμένον ἐστὶ τὸ εἶδος, εἰ μή τι τῶν ἔξωθεν ἐμποδίσῃ. συνάγομεν γὰρ πολλάκις διάφορα ζῷα εἰς συνουσίαν, ὡς ἵππον καὶ ὄνον εἰς ἡμιόνου γέννησιν καὶ ποιοῦμεν ἐκ δύο εἰδῶν ἕν, ἀλλ’ οὖν καὶ ἐνταῦθα θαυμαστὴ τῆς φύσεως ἡ πρόνοια τὰ τοιαῦτα ἄγον ποιήσασα, ἵνα μάθῃς ὡς ὅσα μὲν ὑπ’ αὐτῆς γίνεται μηδενὸς τῶν ἔξωθεν βιαζομένου ἢ διακόπτοντος, ταῦτα τοῦ σκοπιμωτάτου τέλους τυγχάνει, τοῦτο δ’ ἐστὶν ἡ διαδοχὴ τῶν εἰδῶν, ὅσα δὲ μὴ οὕτως γίνεται, πηρώματά ἐστι καὶ οὐδ’ ὅλως διαμένει, ἢ διαμένοντα τοῦ φυσικωτάτου τέλους οὐ τυγχάνει. κἀνταῦθα δὲ ἡ σύνοδος τῶν σύνεγ- γυς, οὐ τῶν πόρρω. p. 199b18 Τὸ δὲ οὗ ἕνεκα, καὶ ὃ τούτου ἕνεκεν, γένοιτο ἄν καὶ ἀπὸ τύχης. Ἐπειδὴ Ἐπειδὴ ὅτι ἐν τἄ φύσει τὸ ἕνεκά του, καὶ ἔχει τι τέλος οὗ ἕνεκα πάντα πράττει, ἆρα, φησίν, ἐν |μόνῃ τῇ φύσει, ἢ καὶ ἐν τῇ τύχῃ ἔστι τὸ ἕνεκά του καὶ τὸ οὗ ἕνεκα ταῦτα πράττεται; καί φησιν ὅτι ἔστι καὶ ἐν τῇ τύχῃ, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός. ἐλθὼν γάρ τις ἀπὸ ξένης ἐλούσατο, ἀλλ’ οὐ τούτου ἕνεκεν ἦλθεν ἵνα λούσηται, ἐγένετο μέντοι ὁ πλοῦς ὡς ἕνεκα τούτου. κατὰ συμβεβηκὸς οὖν ἐν τῇ τύχῃ τὸ ἕνεκά του, οὐ καθ’ αὑτό, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν εἴρηται. p. 199b20 Λέγομεν ὅτι ἀπὸ τύχης ἦλθεν ὁ ξένος καὶ λουσάμενος ἀπῆλθεν. Γράφεται καὶ λυσάμενος ἀντὶ τοῦ λυτρωσάμενος. οἷον εἴ τις ἐν πόλει ἐλθὼν εὕροι τινὰ δέσμιον, εἶτα λυτρώσηται τοῦτον· λέγομεν γὰρ ἐν τοῖς τοιούτοις, ὅτι ἦλθεν ἵνα λυτρώσηται αὐτόν. καίτοι οὐ τούτου ἕνεκεν ἦλθεν, ἀλλὰ τὸ ἐκβὰν οὕτω γέγονεν ὡς ἄν εἰ τούτου ἕνεκεν ἦλθεν, ὅπερ πεποίηκεν· ἀπερχόμενος γὰρ ἀγωνίσασθαι Ὀλύμπια καὶ εὑρὼν ἐν Αἰγίνῃ Πλάτωνα δεδεμένον, ἀγοράσας ἐλυτρώσατο εἰπὼν ὅτι οὐκ ἄν πολλὰς νίκας ἐν Ὀλυμπίᾳ ἀντηλλάξατο τῆς πράξεως ταύτης. 199b 28 Καὶ εἰ ἐνῆν ἐν τῷ ξόλῳ ἡ ναυπηγική, ὁμοίως ἂν τῇ φύσει ἐποίησεν. Ἄλογον, φησί, τὸ νομίζειν μὴ ἕνεκά του ποιεῖν τὴν φύσιν διὰ τὸ μὴ ὁρᾶν αὐτὴν βουλευομένην, ὁπότε οὐδὲ ἡ τέχνη βουλεύεται· εἰ τοίνυν ἐπινοήσαις τὴν ναυπηγικὴν τέχνην ἐν τῷ ξύλῳ ξύλῳ καταδεδυκυῖαν, τί πλέον ἂν ἐποίησεν ἢ ὡς ἡ φύσις ἐποίει μὴ βουλευομένη; μὴ γὰρ δὴ ὅτι ἐν ἀνθρώπω ἡ τέχνη σκόπει, ἀλλὰ ταύτην τοῦ ἀνθρώπου χωρίσας ἐγκατάθες τῷ ξύλῳ, καὶ οὐδὲν ὄψει πλέον ποιοῦσαν ἢ ὡς νῦν ἔξωθεν οὖσα ἀργάζεται. ὥσπερ οὖν νῦν ἔξω οὖσα ἕνεκά του πάντα ποιεῖ, καὶ ἐν τῷ ξύλῳ δηλονότι οὖσα, ὥσπερ ἡ φύσις ἐν τοῖς φυσικοῖς, ἕνεκά του ἄν πάντα ἐποίησε. διὰ τί οὖν μὴ καὶ νῦν τὴν φύσιν οὕτως ποιεῖν φαμεν ἐν τοῖς φυσικοῖς ἐνυπάρχουσαν; p. 199b30 Μάλιστα δὲ δῆλον, ὅταν τις ἰατρεύῃ αὐτὸς ἑαυτόν. Επειδὴ ὑπέθετο τὴν τέχνην ἐν τῷ ξύλῳ ἐνυπάρχουσαν, ἵνα ἀπεικάσῃ αὐτὴν τῇ φύσει ἐγγυτέρω φέρων τὴν εἰκόνα, τούτῳ ἐχρήσατο τῷ παραδείγματι, ᾧπερ καὶ ἐν τοῖς ἔμπροσθεν. ἔοικε γὰρ ὡς ἐν τεχνητοῖς ὁ ἰατρεύων ἑαυτὸν ἰατρὸς τῇ φύσει· τὴν ἀρχὴν γὰρ τῆς ὑγιείας ἐν ἑαυτῷ ἔχει, ἀλλὰ συμβέβηκεν ἐνταῦθα τὸν ἰατρευόμενον ἅμα· καὶ ἰατρὸν εἶναι. p. 199b34 Τὸ δ’ ἐξ ἀνάγκης πότερον ἐξ ὑποθέσεως ὑπάρχει ἢ καὶ ἁπλῶς; Τῶν δύο προβλημάτων ὧν προεβάλλετο δείξας τὸ ἕτερον, τοῦτο δ’ ἐστὶν ὅτι ἡ φύσις ἕνεκά του πάντα ποιεῖ, νῦν ἐπὶ τὸ λοιπὸν μετέρχεται· τοῦτο δὲ ἦν πῶς ἔστιν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον, πότερον ἀπλῶς καὶ κατὰ ἕνα τινὰ εἱρμὸν ἀνάγκη τῷ προτέρῳ τὸ δεύτερον ἕπεσθαι καὶ τούτῳ τὸ τρίτον καὶ οὕτως ἐφεξῆς, ὥσπερ ἔχει ἐπὶ τῶν οὐρανίων ἀνάγκη γὰρ ἀπὸ Κριοῦ γίνεσθαι ἐν Ταύρῳ, καὶ ἐκ τούτου ἐν Διδύμοις, καὶ οὕτως ἐφεξῆς κατὰ ἕνα τινὰ καὶ ἀναγκαῖον εἱρμὸν τοῖς προτέροις ἀεὶ τῶν δευτέ- ρων ἑπομένων), ἢ οὐχ οὕτω τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς, ἀλλ’ ἐξ ὑποθέσεως τῶν δευτέρων ὑποτεθέντων ἐξ ἀνάγκης τὰ πρότερα ἕπεται. οἷόν τι λέγω· τῇ ὕλῃ ἐξ ἀνάγκης ἕπεται τὸ εἶδος, ὅπερ ἄν εἴη τὸ ἁπλῶς ἀναγκαῖον· διότι γὰρ ἔχει τοιάνδε δύναμιν ἡ ὕλη, δεῖ πάντῃ τε καὶ πάντως ἕπεσθαι καὶ τὸ εἶδος. ἢ οὐχ οὕτως, ἀλλ’ εἰ δεῖ γίνεσθαι τὸ εἶδος, δεῖ τοιάνδε ὕλην προϋποκεῖσθαι. οἱ μὲν οὖν φυσικοὶ τὸ ἀπλῶς ἀναγκαῖον ἐν τοῖς γινομένοις ὑπετίθεντο· πάντες γὰρ ταῖς δυνάμεσι τῆς ὕλης ἐξ ἀνάγκης ἕπεσθαι τὰ εἴδη ἔλεγον. ὥσπερ ἄν εἰ καὶ τὴν οἰκίαν διὰ τοῦτο τοιάνδε εἶναι ὢ ἔλεγον, διὰ τὰς φυσικὰς τῆς ὕλης ἐξ ἧς σύγκειται δυνάμεις οἷον διότι γὰρ βαρεῖς μὲν οἱ λίθοι κουφότεραι δὲ τούτων αἱ πλίνθοι ἔτι δὲ κουφότερα τὰ ξύλα, διὰ τοῦτο γέγονεν ἡ οἰκία ἔχουσα τὰ μὲν θεμέλια κάτω, ἐφεξῆς δὲ τούτοις τὰς πλίνθους, καὶ ὑπεράνω πάντων τὰ ξύλα, διότι τῶν ἄλλων κουφότερα· πάνυ γελοίως διὰ τὰς δυνάμεις τῆς ὕλης τοιόνδε σχῆμα ἔχειν τὴν οἰκίαν ὑποτιθέμενοι, οὐ διότι ἔδει τὴν οἰκίαν τοιάνδε εἶναι καὶ διὰ τοῦτο τοιάνδε ὕλην παρασκευασθῆναι· εἰ γὰρ ἁπλῶς ταῖς δυνάμεσι τῆς ὕλης εἵπετο τοιόνδε εἶδος, ἔδει αὐτομάτως εἶναι τὴν οἰκίαν οὔσης τῆς ὕλης, καὶ μηδὲν τοῦ τάττοντος δεῖσθαι), οὕτως δὲ καὶ οἱ φυσικοὶ τὸ ἀναγκαῖον ἐν τοῖς γινομένοις ὑπάρχειν ἔλεγον· διὰ γὰρ τὸ τὸ ψυχρὸν εἶναι τοιόνδε καὶ τὸ θερμόν, γενέσθαι ὀστοῦν ἢ σάρκα ἢ τῶν ἄλλων ὁτιοῦν, ἤγουν διὰ τὸ τὰς ἀτόμους σφαιρικὰς εἶναι τὸ πῦρ καίειν, ἢ τὸ ὕδωρ ψύχειν διὰ τὸ ἐκ κυβικῶν εἶναι ἀτόμων· καὶ ἕκαστος ἀπλῶς τὰς αἰτίας τῆς τῶν εἰδῶν γενέσεως τῇ ὑπ’ αὐτοῦ ἐπινενοημένῃ ὕλῃ ἀνέθηκεν. ἔχει δὲ τὸ ἀναγ. καῖον οὐχ οὕτως ἐν τοῖς φυσικοῖς· οὐδὲν γὰρ ἔδει φύσεως τῆς ἐργαζομένης. οὐδὲ γὰρ τὴν ὕλην ἡ φύσις ἐργάζεται, ἀλλ’ οὔσῃ χρῆται εἰς τὴν τῶν εἰδῶν γένεσιν· τὰ γὰρ στοιχεῖα ὄντα λαβοῦσα καὶ τοίως ἢ τοίως μίξασα, οὕτως ἄλλο καὶ ἄλλο ἐπιτίθησιν εἶδος. εἰ δ’ ἁπλῶς τῇ τῆς ὕλης δυνάμει εἵποντο τὰ εἴδη, τίς ἦν χρεία τοῦ ποιητικοῦ αἰτίου, τῆς φύσεως φημί; ἐξ ὑποθέσεως οὖν τὸ ἀναγκαῖον· διὰ γὰρ τὸ δεῖν τοιόνδε εἶδος εἶναι, διὰ τοῦτο παραλαμβάνεται ἡ ὕλη. ἀμέλει, ὡς εἶπον, καὶ παραληφθείσης τῆς ὕλης καὶ καλλιερ|γηθείσης καὶ προδρόμων εἰδῶν προγεγενημένων οὐ πάντως τὸ σκοπιμώτατον ἐπιγίνεται εἶδος. οὕτως ἄρα οὐ ταῖς τῆς ὕλης δυνάμεσιν ἐξ ἀνάγκης τὰ εἴδη ἕπονται, ἀλλ’ ἔμπαλιν, ὡς εἶπον, καὶ ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον, εἰ δεῖ τοιόνδε εἶδος εἶναι, δεῖ ὕλην παραληφθῆναι τοιάνδε, οἷον θερμὴν μὲν τοσήνδε ψυχρὰν δὲ τοσήνδε. καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. ἔχει οὖν, φησί, τὸ ἀναγκαῖον ἐν τοῖς φύσει τρόπον τινά, ὥσπερ ἐν τοῖς μαθήμασιν· ἐξ ὑποθέσεως γὰρ καὶ ἐν τοῖς μαθήμασι τὸ ἀναγκαῖον. μαθήματα δὲ λέγει τὰς δείξεις τὰς μαθηματικὰς συλλογιστικῶς προιούσας, ὥστε καθολικώτερον ἔστιν εἰπεῖν ἀντὶ τῶν μαθημάτων τοὺς συλλογισμούς, ὅτι ὡς ἔχει ἐν τοῖς συλλογισμοῖς τὸ ἀναγκαῖον, οὕτως ἔχει καὶ ἐν τοῖς φυσικοῖς. ἐξ ὑποθέσεως γὰρ καὶ ἐν τοῖς συλλογισμοῖς τὸ ἀναγκαῖον· ὑποθεμένοις γὰρ τὰς προτάσεις ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα, ὥσπερ καὶ ἐν τοῖς φυσικοῖς τοῦ εἴδους ὑποτεθέντος ἐξ ἀνάγκης ἔσται καὶ ἡ ὕλη. τὸ μὲν οὖν ἐξ ὑποθέσεως ἀναγκαῖον ὁμοίως ἐπ’ ἀμφοῖν, ἡ δὲ τάξις τῆς ἀκολουθίας ἀντέστραπται· ἐπὶ μὲν γὰρ τῶν συλλογισμῶν εἰ αἱ προτάσεις, καὶ τὸ συμπέρασμα τουτέστιν ωε εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον), οὐκέτι εἰ τὸ συμπέρασμα, καὶ αἱ προτάσεις· ἀληθῶν μὲν γὰρ οὐσῶν τῶν προτάσεων, ἀληθὲς ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα, οὐκέτι μέντοι εἰ τὸ συμπέρασμα, καὶ αἱ προτάσεις. τὸ γὰρ αὐτὸ συμπέρασμα δυνατὸν ἄλλοτε ἄλλαις προτάσεσι συναγαγεῖν, καὶ οὐ μόνον ἐξ ἀληθῶν, ἀλλὰ καὶ ἐκ ψευδῶν ἀληθές· εἰ μὲν γὰρ ἑ καὶ ἑ, πάντως ι΄, οὐ μέντοι εἰ ι΄, πάντως ἑ καὶ ε΄, ἀλλὰ δύναται ζ΄ καὶ γ΄, καὶ ϛ΄ καὶ δ΄, καὶ ἐπὶ συλλογισμῶν δὲ ῾ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία’, καὶ ἐκ ψευδῶν δὲ τὸ αὐτὸ συνάξεις ῾ὁ ἄνθρωπος λίθος, ὁ λίθος οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία’. ὥστε πάντως μὲν ταῖς τοιαῖσδε προτάσεσιν ἕπεται καὶ τοιόνδε συμπέρασμα, οὐ μέντοι τοιῷδε συμπεράσματι πάντως ἕπονται τοιαίδε προτάσεις. εἰ γάρ τις εἴποι ὅτι δυνατὸν ἐξ ἀληθῶν προτάσεων ψευδὲς συναγαγεῖν συμπέρασμα, οἷόν ἐστιν ῾ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον δισύλλαβον, ὁ ἄνθρωπος ἄρα δισύλλαβος’, ἴσω ὅτι οὐ σῴζει ὁ τοιοῦτος τὰς προτάσεις· ὁ γὰρ μέσος ὅρος οὐκ ἔστι κοινός. ἄλλος μὲν γάρ ἐστιν ὁ κατηγορούμενος ἐν τῇ ἐλάττονι, καὶ ἄλλος ὁ ὑποκείμενος τῇ μείζονι· τῆς μὲν γὰρ ἐλάττονος ζῷον τὸ οὐσιῶδες κατηγορεῖται, τῇ δὲ μείζονι ἡ φωνὴ αὐτὴ καὶ τὸ ὄνομα τὸ τοῦ ζᾴου ὥστε οὐδὲ προτάσεις εῖσίν αὐται συλλογισμοῦ (οὁδὲ γὰρ σονεπλάκησαν κοινῷ ὅρῳ), ἀλλὰ μόνον δύο εἰσὶν ἀποφάνσεις ἀπολελυμέναι. ἐπὶ μέντοι τοῦ ῾ὁ ἄνθρωπος λίθος, ὁ λίθος οὐσία’, εἰ καὶ ψευδὴς ἡ ἐλάττων πρότασις, ἀλλ’ οὖν ἡ συμπλοκὴ συλλογιστική ἐστι· κοινὸς γὰρ ὁ μέσος ὅρος, καὶ σχῆμά ἐστι τὸ ἐκ τῆς συμπλοκῆς αὐτῶν ἀποτελούμενον. ἐπὶ μὲν οὖν τῶν συλλογισμῶν, ὡς εἶπον, τῷ πρώτῳ, λέγω δὴ ταῖς προτάσεσιν αἵτινές εἰσιν ὕλη τοῦ συλλογισμοῦ ὑποτεθείσαις, τὸ δεύτερον ἀκολουθεῖ, λέγω δὴ τὸ συμπέρασμα, τῷ δὲ δευτέρῳ οὐκέτι τὸ πρῶτον· ἐπὶ δὲ· τῶν φυσικῶν, καὶ καθόλου τῶν πρακτῶν πάντων εἴτε τεχνητῶν εἴτε προαιρετῶν, ἔμπαλιν, τοῦ μὲν ὑστέρου, λέγω δὴ τοῦ εἴδους, ὑποτεθέντος, ἀνάγκη πᾶσα τὴν ὕλην, ὅπερ ἐστὶ πρότερον, ἕπεσθαι, οὐ μέντοι εἰ ἡ ὕλη ὑπάρχει, πάντως ἕψεται καὶ τὸ εἶδος ὡς εἴπομεν ἤδη. ἡ μὲν οὖν διαφορὰ τῶν φυσικῶν καὶ καθόλου τῶν πρακτῶν πρὸς τὰ μαθηματικά, αὕτη, ἡ δὲ κοινωνία, ὅτι τε ἐξ ὑποθέσεως ἐν πᾶσι τὸ ἀναγκαῖον (ενὸς γὰρ ὑποτεθέντος ἕπεται τὸ λοιπόν, ἐν μὲν τοῖς πρακτοῖς τοῦ εἴδους ὑποτεθέντος ἡ ὕλη ἕπεται, ἐν δὲ τοῖς μαθηματικοῖς τῆς ὕλης ὑποτεθείσης ἕπεται τὸ εἶδος), καὶ ὅτι τρόπον τινὰ καὶ ἐν τοῖς φυσικοῖς τῷ πρώτῳ τὸ δεύτερον ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς· τὸ γὰρ εἶδος, ὅπερ ἐστὶ τῆς πράξεως τέλος, ἀρχή ἐστι τῆς θεωρίας. εἰ οὖν ἡ θεωρία ἄρχεται μὲν ἀπὸ τοῦ εἴδους λήγει δὲ εἰς τὴν ὕλην, ἕπεται δὲ τῷ εἴδει ἡ ὕλη, καὶ ἐν τοῖς φυσικοῖς ἄρα τρόπον τινὰ τῇ ἀρχῇ ἐξ ἀνάγκης τὸ τέλος ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς. εἶτα καὶ τὴν αἰτίαν τούτου προστίθησι· διότι, φησίν, ἐν τοῖς μαθηματικοῖς πρᾶξις οὐκ ἔστι, θεωρία δὲ μόνη. εἰ μὲν γὰρ ἦν πρᾶξις ἐν τοῖς μαθήμασιν, ὁμοίως ἂν καὶ ἐν αὐτοῖς ἀνάπαλιν εἶχεν ἡ πρᾶξις τῇ θεωρίᾳ, καὶ ἦν ἂν ἡ τῆς πράξεως ἀρχὴ τέλος τῆς θεωρίας, νῦν δ’ ἐπειδὴ θεωρία μόνη ἐστὶν ἐν τοῖς μαθήμασιν, καὶ ἔστιν ἐπ’ αὐτοῖς ἀρχὴ μὲν αἱ προτάσεις ταύταις δὲ ἐξ ἀνάγκης ἕπεται τὸ συμπέρασμα, ὁμοίως δὲ καὶ ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ πρῶτον μέν ἐστι τὸ εἶδος ἔσχατον δ’ ἡ ὕλη, καὶ ἕπεται ἐξ ἀνάγκης τῷ εἴδει ἡ ὕλη, ταύτῃ καὶ ἐν τοῖς φυσικοῖς τῷ προτέρῳ τὸ ὕστερον ἐξ ἀνάγκης ἕπεται. ἀλλ’ εἰ καὶ μὴ πάντως τῇ ὕλῃ ἕπεται τὸ εἶδος, ἀλλ’ οὖν ἀδύνατον ἄνευ τῆς ὕλης γενέσθαι τὸ εἶδος· ὥσπερ καὶ ἐπὶ τῶν μαθημάτων, εἰ καὶ μὴ τῷ συμπεράσματι πάντως ἕπονται αἱ προτάσεις, ἀλλ’ οὖν μὴ ὄντος τοῦ συμπεράσματος οὐκ ἄν εἶεν αἱ προτάσετς· ἀδύνατον γὰρ μὴ ἀληθοῦς ὄντος τοῦ συμπιράσματος ἀληθεῖς εἶναι τὰς προτάσεις. Ταῦτα εἰπὼν ἐπάγει ὅτι ἀμφότεραι μὲν αἱ ἀρχαὶ αὗται τῷ φυσικῷ λεκτέαι· διαλέξεται γὰρ καὶ περὶ εἴδους καὶ περὶ ὕλης, ἀλλὰ τὸ μὲν εἶδος λήψεται ἐκ τοῦ ὁρισμοῦ, ἐκ δὲ τούτου περὶ τῆς ὕλης συλλογιεῖται, ὥσπερ καὶ ὁ τεχνίτης λήψεται μὲν τὸ εἶδος τῆς οἰκίας ἐκ τοῦ ὁρισμοῦ αὐτῆς, ὅτι ἐστὶ σκέπασμα κωλυτικὸν φθορᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, ἐκ τούτου δὲ συλλογιεῖται καὶ περὶ τῆς ὕλης, ὅτι πρὸς τοῦτο δεῖ οὐ τῆς τυχούσης ὕλης οὐ γὰρ καλάμων τυχὸν ἢ παπύρων δεῖ), ἀλλὰ στερεᾶς ὕλης στεγούσης ὑετόν. οὕτως οὖν καὶ ὁ φυσικὸς λήψεται μὲν τὸ εἰδος ἐκ τοῦ ορισμοῦ, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν, ἐξ αὐτοῦ δὲ συλλογιεῖται ὅτι δεῖ τῷ λογικῷ ἐσομένῳ οὐχ ἀπλῶς τῷ τυχούσης ὕλης, ἀλλ’ ἐπεὶ οἰκεῖον τῷ λόγῳ τυχὸν τὸ ἀνώφορον, δεῖ τὸ ὑποδεξόμενον αὐτὸ σῶμα μὴ κυπτάζειν, ἀλλ’ ὄρθιον εἶναι· πρὸς τὸ γενέσθαι οὖν · τοιόνδε σῶμα δεῖ οὐ τὴν τυχοῦσαν ὕλην παραληφθῆναι, ἀλλ’ ἐν ᾗ τὸ θερμὸν λεπτομερέστερόν ἐστι καὶ ἀνώφορον μᾶλλον, ἵνα οὕτως τυχὸν ἀνέχῃ τῇ ἐπὶ τὸ ἄνω ῥοπῇ ὄρθιον τὸ σῶμα. καὶ ἐπεὶ τὸ εἶδος τοὺ χαλκοῦ χυτόν ἐστι καὶ εὔηχον, ἡ τούτου ὕλη οὐκ ἄν εἴη γεώδης, ἀλλ’ ὑδατώδης μᾶλλον καὶ πνευματώδης· ἐν τούτοις γὰρ τὸ χυτόν, καὶ τὸ φωνητικὸν δὲ μάλιστα ἐν τῷ ἀέρι. καὶ οὕτως ἐπὶ πάντων. τάχα δὲ εἰ τὸν τέλειον ὁρισμὸν τοῦ πράγματος λάβοι, αὐτόθεν ἔχει καὶ τὴν ὕλην εἰλημμένην· εἴρηται γὰρ καὶ ἐν τοῖς Ἀποδεικτικοῖς ὅτι τριττοῦ ὄντος τοὺ ὁρισμοῦ, τοῦ μὲν ἀπὸ τῆς ὕλης τοῦ δὲ ἀπὸ τοῦ εἴδους τοῦ δὲ ἀπὸ τοῦ συναμφοτέρου ὡς ἐπὶ τοῦ θυμοῦ ἔχει· ὁριζόμεθα γὰρ αὐτὸν ποτὲ μὲν ἀπὸ τῆς ὕλης, ὅτι ἐστὶ ζέσις τοῦ ερικαρδίου α. ἵματος, ποτὲ δὲ ἀπὸ τοῦ εἴδους, ὅτι ἐστὶν ὄρεξις ἀντιλυπήπς σεως, ε ποτὲ δὲ ἀπὸ τοὐ συναμφοτέρου, ὅτι ἐστὶ ζέσις τοῦ αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως), τριττοῦ οὖν ὄντος τοῦ ὁρισμοῦ ὁ τέλειος ὁρισμὸς καὶ τῷ φυσικῷ μάλιστα πρέπων ὁ ἀπὸ τοῦ συναμφοτέρου ἐστίν. ὁ οὖν εἰληφώς, φησί, τὸν τοιοῦτον ὁρισμὸν οὐ δεήσεται ἐξ αὐτοῦ τὰ περὶ τῆς ὕλης συλλογίζεσθαι, ἀλλ’ αὐτόθεν ἔχει τὴν ὕλην εἰλημμένην ἐν τῷ ὁρισμῷ. καὶ ἐπὶ τοῦ ἀνθρώπου δὲ τὸ “θνητόν” τῆς ὕλης τὸν δὲ ὁρισμὸν δηλονότι τῶν φυσικῶν πραγμάτων οὐκ ἄλλος τις ἀποδώσει ἢ αὐτὸς ὁ φυσικός, ὀργάνῳ τῇ διαιρετικῇ τε καὶ ὁριστικῇ. μεθόδῳ κεχρημένος. διαίρεσιν δὲ τῶν φυσικῶν ποιήσεται λαμβάνων τῷ λόγῳ τὰ ἐκτῆς ἐναργείας ὑπάρχοντα τοῖς φυσικοῖς πράγματα, ὅτι τὰ μὲν αὐτῶν ζωῆς μετέχει τὰ δὲ οὔ, καὶ τῶν ζωῆς μετεχόντων τὰ μὲν αἰσθήσεως μετέχει τὰ δὲ οὔ, καὶ οὕτως περὶ πάντων τῶν ὑπαρχόντων αὐτοῖς· εἶτα συμπλέξας τὰ ἑκάστῳ τῶν γενῶν ἢ εἰδῶν κοινῇ τε καὶ ἰδίᾳ ὑπάρχοντα ἀποδώσει τὸν ἑκάστου ὁρισμόν. p. 199b35 Νῦν μὲν γὰρ οἴονται τὸ ἐξ ἀνάγκης εἶναι ἐν τῇ νεσει. Οἱ φυσικοί, φησί, πάντες τὸ ἁπλῶς ἀναγκαῖον ἐν τῇ γενέσει εἰσάγουσι, ε διὰ γὰρ τὰς τῆς ὕλης δυνάμεις γίνεσθαι τὰ γινόμενα λέγοντες. ἔστι δ’ ἁπλῶς μὲν ἀναγκαῖον ὃ χωρὶς ὑποθέσεως ἀνάγκη εἶναι, ὥσπερ φαμὲν ἀνάγκη τὸν ἥλιον ἐν Κριῷ γενέσθαι, ἐξ ὑποθέσεως δὲ ὅταν τὸ μὴ ὂν ὡς ὃν ὑποθεμένων τῷ ὑποτεθέντι ἐξ ἀνάγκης ἕτερόν τι ἕπηται· ὥσπερ εἰ ἐν φωτὶ βαδίζοι τις, ἕπεται αὐτῷ πάντως τὸ καὶ σκιὰν ποιεῖν, οὐ μὴν ἁπλῶς ἕπεται τῷ σώματι τὸ σκιὰν ποιεῖν. ἡ δὲ 77) ἄνω διὰ κουφότητα. γῆν ἄν λέγοι ἴσως τὴν ἐπικειμένην τοῖς θεμελίοις· ἔστι δὲ παραδείγματος ἕνεκεν τὸ λεγόμενον, διὸ οὐκ ἀκριβολογητέον. p. 200a5 Ἀλλ’ ὅμως οὐκ ἄνευ μὲν τούτων γέγονεν, οὐ μέντοι διὰ ταῦτα πλὴν ὡς ὕλην. οὐκ ἄνευ μὲν τῆς ὕλης, φησί, γένοιτο ἂν τὸ εἶδος, οὐ μὴν διὰ τὴν ὕλην γίνεται · οὐ γὰρ διὰ τὸ εἶναι λίθους καὶ ξύλα οἰκία γίνεται, ἀλλ’ ἐπειδὴ δεῖ γενέσθαι οἰκίαν, δεῖ ὑπάρχειν ξύλα καὶ λίθους. ἄνευ γὰρ τούτων οὐκ ἂν εἴη, οὐ μὴν ταῦτα αἴτια αὐτῆς, εἰ μὴ ὡς ὕλη· ἔστι γὰρ καὶ ἡ ὕλη τῶν καθ’ αὑτὸ αἰτίων, ἀλλ’ οὐ διὰ ταύτην τὸ εἶδος, ἐπεὶ ἔδει καὶ δίχα τοῦ οἰκοδόμου οἰκοδομηθῆναι τὴν οἰκίαν, εἴ γε αἱ δυνάμεις τῆς ὕλης αἴτιαι ἦσαν αὐτῆς. τοὐναντίον δὲ διὰ τὸ εἶδος ἡ ὕλη παραλαμβάνεται· διὰ γὰρ τὸ κρύπτειν ἄττα καὶ σῴζειν ὅπερ ἐστὶν ὁ τῆς οἰκίας λόγος καἰ τὸ εἶδος), ταῦτα δ’ ἐστὶ τά τε σώματα ἡμῶν καὶ χρήματα, δι’ ἃ δεόμεθα τῆς οἰκίας. ἐπεὶ οὖν διὰ τοῦτο χρεία τῆς οἰκίας, διὰ τοῦτο οὐ τὴν τυχοῦσαν ὕλην παραληπτέον, ἀλλὰ τήνδε καὶ τήνδε· τοῦ εἴδους ἄρα ἕνεκα ἡ ὕλη. ἐπεὶ δὲ ἡ ὕλη τὸν τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει, μὴ οὔσης τῆς ὕλης εἰκότως οὐδὲ τὸ εἶδος έσται. p. 200a7 Ὁμοίως δὲ καῖέν τοῖς ἄλλοις πᾶσιν, ἐν οἷς τὸ ἕνεκά του εστιν. Ἐν τοῖς ἄλλοις πάσι, τοῖς τεχνητοῖς καὶ τοῖς φυσικοῖς. προσέθηκε δὲ ἐν οἷς τὸ ἕνεκά του διὰ τὰ τέρατα τὰ ἐν τοῖς φυσικοῖς, ὅσα πάντῃ τοῦ κατὰ φύσιν ἐκβέβηκεν, καὶ διὰ τὰ ἄλλα ἃ μὴ ὑπὸ φύσεως μὲν γίνεται, ἀλλ’ ὑπὸ διανοίας, μάτην δὲ καὶ εἰς οὐδὲν τέλος. γέγονε γάρ, φησίν, ὁ πρίων οὐ διότι σίδηρος ἦν, ἀλλ’ ὅτι ἔδει πρίειν λίθους καὶ ξύλα, τοῦτο δὲ γενέσθαι οὐχ οἷόν τε ἦν, εἰ μὴ ὕλη τῷ εἴδει τοῦ πρίονος ὑπέκειτο ὁ σίδηρος. διὰ τοῦτο γοῦν μεταλλεύομεν σίδηρον, ἐπειδὴ βουλευόμεθα πρίονα ποιῆσαι καὶ σκαπάνην καὶ ἄροτρον· οὐχ ὅτι ἔστι σίδηρος, διὰ τοῦτο ταῦτα ποιοῦμεν, ἀλλ’ ὅτι δεῖ τούτων, ταῦτα δὲ ἄνευ σιδήρου οὐκ ἂν εἴη, μεταλλευτέον σίδηρον. διὰ τὸ εἶδος ἄρα ἡ ὕλη, οὐ διὰ τὴν ὕλην τὸ εἶδος. ἐξ ὑποθέσεως ἄρα τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς · τὰ αὐτὰ γὰρ καὶ ἐπὶ τῶν φυσικῶν ἐροῦμεν ἅπερ καὶ ἐπὶ τῶν τεχνητῶν. οὐ διότι γὰρ σπέρμα καὶ καταμήνιον, διὰ τοῦτο ἄνθρωπος, ἐπεὶ ἔδει ἀεὶ ἐκ τούτων τὸν ἄνθρωπον γίνεσθαι, ἀλλ’ ἐπεὶ δεῖ ἄνθρωπον γενέσθαι, ἄνευ δὲ τούτων οὐκ ἂν γένοιτο, διὰ τοῦτο καὶ κατασκευάζει ταῦτα ἡ φύσις. διὰ τί ὁ πρίων τοιοσδί; ὅπως τοδὶ καὶ ἕνεκα τουδί. τουτέστι διὰ τί σιδήρεος καὶ ὀδοντωτός; φαμὲν ὅπως πρίζῃ. πρίζει δὲ τίνος ἕνεκα; ἵνα γένηται θύρα. ἕνεκα ἄρα τῆς θύρας ὁ πρίων, οὐ διὰ τὸν πρίονα ἡ θύρα. |p. 200a13 Ἐξ ὑποθέσεως δὴ τὸ ἀναγκαῖον, ἀλλ’ οὐχ ὡς τέλος· i 3r ἐν γὰρ τῇ ὕλῃ τὸ ἀνακαῖον, τὸ δὲ δὗ ἕνεκα ἐν τῷ λόγῳ. Εἰ μὲν γὰρ πάντως τῇ ὕλῃ ἠκολούθει τὸ εἶδος, ἁπλῶς ἦν ἐν τοῖς φυσικοῖς τὸ ἀναγκαῖον ὥσπερ ἐπειδὴ τῇ τῶν οὐρανίων οὐσίᾳ ἕπεται πάντως τὸ κύκλῳ κινεῖσθαι, ἁπλῶς ἐν ἐκείνοις τὸ ἀναγκαῖον καὶ οὐκ ἐξ ὑποθέσεως); ἐπειδὴ δὲ ἐν τοῖς ἐν γενέσει οὔτε σιδήρου ὄντος πάντως ἔσται πρίων οὔτε σπέρματος καὶ καταμηνίου ἄνθρωπος, δῆλον ὅτι ἐξ ὑποθέσεως ἕξουσι τὰ φυσικὰ τὸ ἀναγκαῖον καὶ οὐχ ἁπλῶς. τὸ δὲ ἐν γὰρ τῇ ὕλῃ τὸ ἀναγκαῖον, τὸ δ’ οὗ ἕνεκα ἐν τῷ λόγῳ τοῦτό φησιν, ὅτι οὐκ ἔχει τὸ εἰναι ἐξ ἀνάγκης τὸ εἶδος τῆς ὕλης οὔσης, ἀλλ’ ἔμπαλιν ἐνυποθεμένων ἡμῶν τὸ εἶδος ἀνάγκη πᾶσα τὴν ὕλην ἕπεσθαι. ὥστε τὸ μὲν ἐξ ἀνάγκης ἕπε- σθαι ἡ ὕλη ἔχει τοῦ εἴδους ὑποτεθέντος, τὸ δ’ εἶδος οὗ ἕνεκά ἐστι καὶ διὰ τοῦτο οὐκ ἐξ ἀνάγκης ἕπεται τῇ ὕλῃ· τῷ γὰρ οὗ ἕνεκα τὸ ἕνεκά του ἕπεται καὶ οὐκ ἔμπαλιν. p. 200a15 Ἔστι δὲ τὸ ἀναγκαῖον ἐν τοῖς μαθήμασι καὶ ἐν τοῖς κατὰ φύσιν γινομένοις τρόπον τινὰ παραπλησίως. Ὅτι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖόν ἐστι καὶ ἐν τοῖς μαθήμασιν ὥσπερ καὶ ἐν τοῖς φυσικοῖς, ἀλλ’ οὐ καθ’ ἅπαν, ἀλλὰ κατά τι μὲν ἐοίκασιν κατά τι δὲ διαφέρουσιν. εἰπὼν δ’ ὅτι ἔστι τὸ ἀναγκαῖον καὶ ἐν τοῖς μαθήμασι καὶ ἐν τοῖς φυσικοῖς τρόπον τινὰ παραπλησίως, πρὶν εἴπῃ τὴν κοινωνίαν κατὰ τί παραπλησίως ἔστιν ἐν αὐτοῖς τὸ ἀναγκαῖον, πρότερον τὴν διαφορὰν αὐτῶν ἐκτίθεται. διαφέρουσι γὰρ καθὸ ἐπὶ μὲν τῶν μαθημάτων ὑποτεθείσης τῆς ἀρχῆς ἕπεται τὰ δεύτερα, ἐπὶ δὲ τῶν φυσικῶν ὑποτεθέντος τοῦ τέλους τὰ πρότερα ἕπεται· ἀρχὴ γὰρ ἐπὶ μὲν τῶν συλλογισμῶν αἱ προτάσεις ἐπὶ δὲ τῶν γινομένων ἡ ὕλη, τέλος δὲ ἐκεῖ μὲν τὸ συμπέρασμα ἐνταῦθα δὲ τὸ εἶδος. οὕτε δ’ ἐν τοῖς φυσικοῖς πάντως τῇ ὕλῃ ἕπεται τὸ εἶδος, οὔτε ἐν τοῖς συλλογισμοῖς τῷ συμπεράσματι αἱ προτάσεις· ὡς γὰρ εἶπον, ἀληθὲς συμπέρασμα οὐ μόνον δι’ ἄλλων καὶ δι’ ἄλλων προτάσεων συναχθήσεται, ἀλλὰ καὶ ἐκ ψευδῶν τὸ αὐτὸ συναχθείη ἄν. ἡ μὲν οὖν διαφορὰ αὕτη. μαθήματα δ’ εἶπε τὰς μαθηματικὰς δείξεις, ταὐτὸν δ’ εἰπεῖν τοὺς συλλογισμούς. πρῶτον δὲ τὴν διαφορὰν αὐτῶν ἐκτίθεται, ἔπειτα τὴν κοινωνίαν. p. 200a16 Ἐπεὶ γὰρ τὸ εὐθὺ τοδί ἐστιν, ἀνάγκη τρίγωνονδύο ὀρθαῖς ἴσας ἔχειν. Παραδείγματος ἕνεκεν τοῦτο εἶπεν. λαμβάνει οὖν τὸ εὐθὺ ἀντὶ τῶν προτάσεων, τὸ δὲ δύο ὀρθαῖς ἴσας ἔχειν τὸ συμπέρασμα· διὰ γὰρ τοῦ ὁρισμοῦ τῶν ὀρθῶν δείκνυται τὸ τὰς τρεῖς τοῦ τριγώνου γωνίας δύο ὀρθαῖς ἴσας εἶναι. φαμὲν γὰρ ῾ἐπειδὴ αἱ τρεῖς δύο ταῖς ἐφεξῆς ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσί, διὰ τοῦτο αἱ τρεῖς δύο ὀρθαῖς ἴσαι εἷσο. διὰ τί δὲ δύο αἰ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσί; διὰ τοῦτο δύο ὀρθαῖς ἴσαι εἰσίν, διότι δύο αἱ ἐφεξῆς δύο ταῖς ἐφεξῆς καὶ ἴσαις ἴσαι εἰσί, δύο δὲ αἱ ἐφεξῆς ἴσαι δύο ὀρθαί εἰσι. διὰ τί δὲ δύο αἱ ἐφεξῆς ἴσαι δύο ὀρθαί εἰσί; διότι οὗτός ἐστιν ὁ ὁρισμὸς ὀρθῆς, ὡς ἂν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν γωνιῶν ἐστιν. ὥστε ἀναλύσαντι ὡς ἀπὸ προτάσεων τοῦ ὁρισμοῦ τῆς ὀρθῆς ἔσται κατα- λῆξαι εἰς συμπέρασμα τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι· ἐπεὶγὰρ ὁ ὁρισμὸς τῆς ὀρθῆς ἐστιν ὁ εἰρημένος, δύο δὲ αἱ ἐφεξῆς δύο ταῖς ἐφεξῆς καὶ ἴσαις ἴσαι εἰσί, δύο ἄρα αἱ ἐφεξῆς δύο ὀρθαῖς ἴσαι εἰσι· δύο δὲ αἱ ἐφεξῆς τρισὶ ταῖς τοῦ τριγώνου ἴσαι εἰσίν· αἱ τρεῖς ἄρα τοῦ τριγώνου δύο ὀρθαῖς ἴσαι εἰσίν. p. 200a18 Ἀλλ’ οὐκ εἰ τοῦτο, ἐκεῖνο. Οὐδὲ γὰρ εἰ τὸ συμπέρασμα, ἀνάγκη τὰς προτάσεις εἶναι· εἴπομεν γὰρ ὅτι διὰ πλειόνων τὸ αὐτὸ δυνατὸν δειχθῆναι, καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου, καὶ ἀληθέσι καὶ ψευδέσι προτάσεσιν. ἀλλ’ εἴ γε τοῦτο μὴ ἔστιν, οὐδὲ τὸ εὐθύ ἐστιν. εἰ μὲν οὖν ἔστι τὸ συμπέρασμα, φησίν, οὐ πάντως καὶ αἱ προτάσεις, ὡς ἐν τῷ πρὸ τούτου ῥητῷ εἴρηται, ἀναιρεθέντος μέντοι τοῦ συμπεράσματος, ἐξ ἀνάγκης ἀναιροῦνται καὶ αἱ · προτάσεις· εἰ μὴ γὰρ ἀληθὲς εἴη τὸ συμπέρασμα, οὐδὲ αἱ προτάσεις ἀληθεῖς. ἀδύ- νατον γὰρ ἐξ ἀληθῶν προτάσεων ψεῦδός τι συναχθῆναι, ὡς δέδεικται ἔμπροσθεν· ἐκ ψευδῶν μὲν γὰρ ἀληθὲς ἄν συναχθείη, εἰ καὶ μὴ δι’ αὐτάς, ἀλλ’ οὖν διὰ τὴν τοῦ πράγματος φύσιν, ἐξ ἀληθῶν μέντοι ψεῦδος ἀδύνατον συναχθῆναι. p. 200a19 Ἐν δὲ τοῖς γινομένοις ἕνεκά του ἀνάπαλιν. Εἰπὼν ὅπως ἔχει ἐν τοῖς μαθήμασι, λέγει ὅπως ἔχει καὶ ἐν τοῖς φυσικοῖς, ὅτι ἀνάπαλιν ἡ ἀκολούθησις, ὡς εἶπον, τὴν διαφορὰν πρῶτον ἐκτιθέμενος. γινομένοις δ’ ἕνεκά του εἶπεν ἐν τοῖς φυσικοῖς, καὶ κα- θόλου τοῖς πρακτοῖς πᾶσιν· τὰ γὰρ μαθήματα οὔτε γίνεται οὔτε ἕνεκά τού εἰσι. · πῶς δὲ ἀνάπαλιν ἡ ἀκολούθησις, εἴπομεν. εἰ τὸ τέλος ἔσται ἢ ἔστι, τὸ ἔμπροσθέν ἔσται ἢ ἔστιν. τέλος φησὶ τὸ εἶδος, ἐπειδὴ καὶ οὗ ἕνεκα, ἔμπροσθεν δὲ τὴν ὕλην, ἕνεκα γάρ του, ἀεὶ δὲ τὰ πρῶτα τῶν ὑστέρων ἕνεκα. εἰ δὲ μή, ὥσπερ ἐκεῖ μὴ ὄντος τοῦ συμπεράσματος ἡ ἀρχὴ οὐκ ἔσται, καὶ ἐνταῦθα τὸ τέλος καὶ τὸ οὗ ἕνεκα. εἰπὼν ὅτι εἰ τὸ εἶδος ἔστιν ἐξ ἀνάγκης καὶ ἡ ὕλη, θέλει εἰπεῖν περὶ τῆς ἀντιστροφῆς πῶς ἔχει, ὅτι εἰ μὴ ἡ ὕλη εἴη, οὐδὲ τὸ εἶδος ἔσται. καὶ ἦν τὸ ἀκόλουθον εἰπεῖν ἱεῖ δὲ μὴ ἡ ὕλη, οὐδὲ τὸ τέλος καὶ τὸ οὗ ἕνεκα’, ὁ δὲ παραδείγματι τῷ κατὰ μαθήματα χρήσασθαι βουλόμενός φησιν ὅτι ‘εἰ δὲ μὴ εἴη ἡ ὕλη, ὥσπερ ἐκεῖ |ἐπὶ τῶν μαθημάτων μὴ ὄντος τοῦ συμπεράσματος οὐδὲ αἱ προτάσεις ἦσαν, οὕτ· ως καὶ ἐνταῦθα μὴ οὔσης τῆς ὕλης οὐκ ἔσται τὸ εἰδος΄. p. 200a22 Ἀρχὴ γὰρ καὶ αὕτη, οὐ τῆς πράξε. ως ἀλλὰ λογισμοῦ· ἐκεῖ δὲ τοῦ λογισμοῦ. πρᾶξις γὰρ οὐκ ἔστιν. Εἰπὼν τὴν διαφορὰν αὐτῶν τὴν πρὸς ἄλληλα, λέγει καὶ τὴν κοινω- νίαν, ὅτι κοινόν ἐστιν αὐτοῖς τὸ τῆς ἀρχῆς· ὑποτεθείσης ἕπεσθαι τὸ λοιπόν. εἴρηται δ’ αὐτῷ ἐν τοῖς Ἠθικοῖς, ὅτι ἡ πρᾶξις τῇ θεωρίᾳ ἐναντίως ἔχει· ἡ μὲν γὰρ θεωρία τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ τέλους τῆς πράξεως, ἡ δὲ πρᾶξις τὴν ἀρχὴν ἔχει ἀπὸ τοῦ τέλους τῆς θεωρίας. τέλος μὲν γὰρ τῆς οἰκοδομικῆς πράξεως τὸ ποιῆσαι σκέπασμα κωλυτικὸν φθορᾶς ἀπὸ ὄμβρων καὶ καυμάτων, τοῦτο δὲ τῆς θεωρίας ἐστὶν ἀρχή, τελευτᾷ δὲ ἡ θεωρία εἰς τὴν ὄρυξιν τῆς γῆς, ὅπερ ἐστὶ τῆς πράξεως ἀρχή. εἴρηται δὲ πολλάκις περὶ τούτων. οὐ μόνον δὲ ἐπὶ τῶν τεχνητῶν, ἀλλὰ καὶ ἐπὶ τῶν φυσικῶν οὕτως ἔχει· ὁ μὲν γὰρ φυσικὸς θεωρῶν τὰ φυσικὰ ἄρχεται ἀπὸ τῶν εἰδῶν, εἶτα ἐκ τούτων εἰς τὰς ἑκάστου χωρεῖ ὕλας, ἡ δὲ φύσις ἄρχεται μὲν τοῦ ἔργου ἀπὸ τῆς ὕλης, τελευτᾷ δὲ εἰς τὸ εἶδος. φησὶν οὖν ἐνταῦθα ὅτι εἰ καὶ διάφορος ἐν τῇ φυσικῇ θεωρίᾳ ἡ ἀκολούθησις καὶ ἐν τοῖς μαθήμασιν ἐν μὲν γὰρ τοῖς φυσικοῖς τοῦ τέλους ὑποτεθέντος ἀκολουθεῖ τὸ πρῶτον καὶ ἡ ἀρχή, ἐν δὲ τοῖς μαθήμασι τῆς ἀρχῆς ὑποτεθείσης ἀκολουθεῖ τὸ τέλος· ἔστι γὰρ ἀρχὴ ἐν μὲν τοῖς φυσικοῖς ἡ ὕλη τέλος δὲ τὸ εἶδος, ἐν δὲ τοῖς μαθήμασιν ἀρχὴ μὲν αἱ προτάσεις τέλος δὲ τὸ συμπέρασμα· ἀλλ’ ἐκεῖ μὲν τοῦ τέλους ὑποτεθέντος, λέγω δὴ τοῦ εἴδους, ἕπεται ἡ ὕλη καὶ ἐν ταύτῃ ἡ κατὰ τὸ ἀναγκαῖον ἀκολούθησις, ἐν δὲ τοῖς μαθήμασι τῆς ἀρχῆς ὑποτεθείσης, ε λέγω δὴ τῶν προτάσεων, ἀκολουθεῖ τὸ τέλος ὅπερ ἐστὶ συμπέρασμα), ἀλλ’ οὖν κατά τι καὶ ἐν τοῖς φυσικοῖς τῆς ἀρχῆς ὑποτεθείσης ἕπεται τὸ τέλος· τὸ· γὰρ εἶδος ὅπερ ἐστὶ τῆς πράξεως τέλος, τοῦτο ἀρχή ἐστι τῆς θεωρίας. λαβὼν γὰρ ὁ οἰκοδόμος τὸ δεῖν γενέσθαι οἰκίαν, τοῦτο δ’ ἐστὶ σκέπασμα κωλυτικὸν ἀπὸ ὄμβρων καὶ καυμάτων, ὁδῷ βαδίζων, ὡς πολλάκις εἴρηται, καταλήγει εἰς τὴν ὕλην τῆς οἰκίας. ὥστε εἰ τῷ μὲν εἴδει ἕπεται ἡ ὕλη, τὸ δ’ εἶδος ἀρχή ἐστι τῆς θεωρίας τέλος δ’ ἡ ὕλη, καὶ ἐν τοῖς φυσικοῖς ἄρα τῇ ἀρχῇ τὸ τέλος ἕπεται, ὥσπερ καὶ ἐν τοῖς μαθήμασι. ταύτῃ οὖν κοινωνοῖεν ἂν ἀλλήλοις. ταύτῃ οὖν οὐδὲ διάφορον ἀρχὴν λαμβάνει ὁ φυσικὸς καὶ ὁ μαθηματικός· οὔσης γὰρ ἐπὶ τῶν φυσικῶν καὶ πράξεως καὶ θεωρίας, οὐχὶ τῇ τῆς πράξεως ἀρχῇ ὑποτεθείσῃ αὕτη δ’ ἐστὶν ἡ ὕλη) ἕπεται τὸ ἑξῆς, λέγω δὴ τὸ εἶδος, ἀλλὰ τῇ τῆς θεωρίας ἀρχῇ ὑποτεθείσῃ αὕτη δ’ ἐστὶ τὸ εἶδος) ἕπεται ἡ ὕλη· ἐπὶ δὲ τῶν μαθημάτων πράξεως μὴ οὔσης, ἀλλὰ μόνης θεωρίας, ἡ ὑπόθεσις κατὰ τὴν ὀρχὴν γίνεται τῆς θεωρίας, τοῦτο δ᾿ ἐστὶν αἱ προτάσεις, ὥστε εἰ ἐν ἀμφοτέροις ἀρχὴ λαμβάνεται ἡ κατὰ τὴν θεωρίαν, κοινωνοῖεν ἄν ἀλλήλοις καὶ κατὰ τοῦ αὐτοῦ, λέγω δὴ τῆς θεωρίας, τὴν ἀρχὴν λαμβάνειν. ὅτι δὲ αἱ προτάσεις ἀρχαί εἰσι τῆς τοῦ συλλογισμοῦ θεωρίας, δῆλον· οὐ γὰρ εἰ προτείνοιτο ἡμῖν εἰς ἀπόδειξιν τὸ δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος, δεῖ νομίζειν ὅτι τοῦτο τὸ συμπέρασμά ἐστιν. εἴρηται γὰρ ἐν τοῖς Λογικοῖς, ὅτι συμπέρασμα πρότασις πρόβλημα ἀπόφανσις τῷ ὑποκειμένῳ ταὐτὰ ὄνια τῇ σχέσει διαφέρουσιν· ὥστε ὅταν σκοπῶμεν πῶς ἄν ἀποδείξαιμεν ὅτι ἡ ψυχὴ ἀθάνατος, οὐχ ὡς συμπέρασμα τοῦτο σκοποῦμεν ἀλλ’ ὡς πρόβλημα, συμπέρασμα δὲ τότε γίνεται, ὅταν εὑρεθεισῶν τῶν προτάσεων ἀκολουθῇ αὐτκῖς. ὥστε ἡ ἐπίσκεψις καὶ ἡ θεωρία πρῶτον γίνεται τῶν προτάσεων, εἶτα ἐκ τούτων ἀκόλουθον εὑρίσκομεν τὸ συμπέρασμα. καὶ μάλιστα δῆλον τοῦτο ἐν τοῖς λεγομένοις πορίσμασιν, ἅτινα μηδὲ προβεβλημένα ἡμῖν εἰς ἀπόδειξιν προτάσεσί τισιν ἄλλων ἕνεκα δοθείσαις πολλάκις ἕπεται. οὕτως ἄρα ἀρχὴ τῆς τῶν συλλογισμῶν θεωρίας αἱ προτάσεις εἰσίν. Ἀρχὴ γὰρ καὶ αὕτη, δ οὐ τῆς πράξεως ἀλλὰ τοῦ εἰπὼν ὅπως ἔχουσι κατὰ τἀς ἀντιστροφάς, ὅτι ὥσπερ ἐν τοῖς μαθήμασι ὢ μὴ ὄντος τοῦ τέλους οὐδ’ ἡ ἀρχὴ ἔστι διὰ τὸ μηδέποτε ἐνδέχεσθαι ψευδές τι συμπέρασμα ἐξ ἀληθῶν συναχθῆναι, οὕτως καὶ ἐπὶ τῶν φυσικῶν μὴ οὔσης τῆς ὕλης οὐδὲ τὸ εἶδος ἔστι, βουλόμενος ἐξομοιῶσαι τοῖς μαθηματικοῖς τὰ φυσικὰ ἐπήγαγε τὸ ἀρχὴ γὰρ καὶ αὕτη· ὁ γὰρ ῾γάρ’ σύνδεσμος αἰτίας ἐστὶν ἀπόδοσις. τὸ οὖν ἀρχὴ γὰρ καὶ αὕτη ἀντὶ τοῦ τὸ φυσικὸν εἶδος, ὅπερ τέλος καὶ οὗ ἕνεκα εἶπε. ἀρχὴ δὲ οὐ τῆς πράξεως ἡ γὰρ πρᾶξις ἀπὸ ἰῆς ὕλης τὴν ἀρχὴν ποιεῖται), ἀλλὰ τῆς θεωρίας· αὕτη γὰρ ἀπὸ τοῦ εἴδους ἀρξαμένη τελευτᾷ εἰς τὴν ἀρχὴν τῆς πράξεως. p. 200a24 Ὥστε εἰ ἔσται οἰκία, ἀνάγκη ταῦτα γενέσθαι ἢ ὑπάρχειν ἢ εἶναι, ἢ ὅλως. Ἀναλαμβάνει ε τὰ εἰρημένα. γενέσθαι εἶπεν ἢ ὑπάρχειν, αἱ μὲν οὔσαις ταῖς ὕλαις χρῶνται αἱ δὲ καὶ τὰς ὕλας δημιουργοῦσιν, οἷον χαλκὸν καὶ τὰ ὅμοια· ἡμεῖς γὰρ τὸν χαλκὸν μεταλλεύομεν. p. 200a30 Φανερὸν δὴ ὅτι τὸ ἀναγκαῖον ἐν τοῖς φυσικοῖς τὸ ὡς ὕλη λεγόμενον καὶ αἱ κινήσεις αἱ ταὐτός. Δῆλον, φησίν, ἐκ πάντων τῶν εἰρημένων ὅτι οὐ τὸ εἶδος ἐξ ἀνάγκης τῇ ὕλῃ ἕπεται, ἀλλὰ τῷ εἴδει ὑποτεθέντι ἀνάγκη τὴν ὕλην ἀκολουθεῖν· ὥστε τὸ ἀναγκαίως ἑπόμενον ἡ ὕλη ἐστίν, οὐ τὸ εἶδος. κινήσεις δέ φησι τὰς ἀλλοιώσεις καὶ μεταβολάς, αἵτινες ὁδοί εἰσιν ἐπὶ τὸ εἶδος καὶ αὐταὶ τοῦ εἴδους ἕνεκα γινόμεναι, ὥσπερ καὶ ἡ ὕλη. p. 200a32 Καὶ ἄμφω μὲν τῷ φυσικῷ λεκτέαι αἱ αἰτίαι. Οτι περὶ ἀμφοτέρων τῶν ἀρχῶν ὁ φυσικὸς διαλέξεται, καὶ τῆς ὑλικῆς καὶ τῆς εἰδικῆς, μᾶλλον δὲ περὶ τῆς εἰδικῆς, ἐπειδὴ καὶ τὸ εἶναι ἑκάστῳ τῶν φυσικῶν κατὰ ταύτην, καὶ αὕτη τῆς ὕλης αἰτία οὐχ ἡ ὕλη τοῦ εἴδους· αἰτιώτερον ἄρα τῆς ὕλης τὸ εἶδος, ἐπειδὴ τοῦτο καὶ τελικόν ἐστιν αἴτιον, τοῦ τέλους δ’ ἕνεκα πάντα τὰ πρὸ τοῦ τέλους. p. 200a34 Καὶ τὸ τέλος οὗ ἕνεκα καὶ ἡ ἀρχὴ ἀπὸ τοῦ ὁρισμοῦ καὶ τοῦ λόγου. Ὁτι λήψεται μὲν τὸ εἶδος ἀπὸ τοῦ ὁρισμοῦ, ἐκ τούτου δὲ συλλογιεῖται τὰ περὶ τῆς ὕλης· λήψεται οὖν, φησί, τὸ τέλος, ὅπερ καὶ οὗ ἕνεκά ἐστι καὶ ἀρχὴ κυριωτάτη, ἀπὸ τοῦ ὁρισμοῦ. καὶ ἐπεὶ ἡ ὑγίεια τοιονδί, ταδί. ἐπεὶ ἡ ὑγίεια συμμετρία ἐστὶ ξηρῶν καὶ ὑγρῶν, ψυχρῶν καὶ θερμῶν, πλεονάζει δὲ ἐν τῷδε τὸ θερμόν, προσακτέον τὸ ψυχρόν· ὕλη ἄρα τῆς ὑγιείας τόδε τὸ ψυχρόν. ὁμοίως καὶ ἐπὶ πάντων. ἴσως δὲ καὶ ἐν τῷ λόγῳ ἐστὶ τὸ ἀναγκαῖον, τουτέστιν ἐν τῷ ὁρισμῷ ἀναφαίνεται καὶ ἡ ὕλη· αὕτη γάρ ἐστιν ἡ ἀναγκαίως ἑπομένη. εἰ γὰρ ὁρίσαιμι τὸ εἶδος τοῦ πρίονος, ὅτι διαίρεσις ξύλων καὶ λίθων, ἔχω συνεμφαινομένην καὶ τὴν ὕλην, ὅτι οὐκ ἄν ἄλλως τοῦτο γένοιτο, εἰ μὴ τὸ διαιροῦν σίδηρος εἴη τοιώσδε ἐσχηματισμένος· οὐ γὰρ ἄλλη ὕλη τὰ τοιαῦτα διελεῖν δύναται. ὥστε εἰ κυρίως ἀποδώσω τὸν ὁρισμὸν τοῦ πρίειν, μεμνήσομαι καὶ τῆς ὕλης, ὅτι διαίρεσις ξύλων καὶ λίθων ὑπὸ σιδήρου ὀδοντωτοῦ. p. 200 b 7 Ἔστι γὰρ καὶ ἐν τῷ λόγῳ ἔνια μόγια ὡς ὕλη τοῦ λόγου. ῾Υπερβατῶς ἀναγνωστέον ῾ἔστι γὰρ ἐν τῷ λόγῳ, τουτέστι τῷ ὁρισμῷ, ἔνια τοῦ λόγου μόρια ὡς ὕλη ὄντα’. τοῦτο δέ φησιν, ὅτι ἔστι τινὰ μόρια τοῦ ὁρισμοῦ σημαντικὰ ὄντα τῆς ὕλης, ὥσπερ καὶ ἄλλα τοῦ εἴδους· ἐν γὰρ τῷ ὁρισμῷ τοῦ θυμοῦ τὸ μὲν “ζέσις τοῦ περικαρδίου αἵματος” τῆς ὕλης ἐστὶ σημαντικόν, τὸ δὲ “δι’ ὄρεξιν ἀντιλυπήσεως” τοῦ εἴδους. καὶ ἐν τῷ τοῦ ἀνθρώπου ὁρισμῷ τὸ “θνητόν” τῆς ὕλης ἐστὶ δηλωτικόν. ὥστε ἐν τῷ τελείῳ ὁρισμῷ καὶ ἡ ὕλη συμπερίεχεται καὶ εἴληπται. ὥστε ἐπὶ μέν τινων ὁρισμῶν, ὅσοι κατὰ τὸ εἶδος μόνον εἰσὶν ἀποδιδόμενοι, δυνατὸν ἐξ αὐτῶν ἐξ ἐπιλογισμοῦ φυσικῶς σκοποῦντι τὴν ὕλην εὑρεῖν, ἐφ’ ὧν δὲ τέλειος ὁ ὁρισμός, αὐτόθεν καὶ ἡ ὕλη ἐμπεριέχεται.