Ancient Greek
76.3
Joannes Siceliota, Exegesis Eis Tas Ideas Prolegomena 76.3
Unproofread scanNot analysed yet
Τούτων οὕτως ἔχοντων δεῖ τῶν παραδειγμάτων ἔχεσθαι, διὰ τὴν πρὸς τοὺς χαρακτήρας ὁμοιότητα, τὸν αὐτὸν τρόπον, ὥσπερ καπὶ τῶν ἐμψύχων ἔχει σωμάτων· τὴν γὰρ σύστασιν αὐτῶν δυνατόν κατὰ μέρος καταλαβεῖν, τὴν δὲ μῖξιν καὶ τὴν τοιαύδε χρῆσιν ἀδύνατον. Ὅτι μὲν γὰρ ἐκ τεσσάρων στοιχείων ὁ ἄνθρωπος, πᾶσι δῆλον· τί δὲ τὸ αἴτιον τὸ ἀποτελεστικὸν τοῦ διαφόρου τῶν καθ’ ἕκαστον χρωμάτων, ἀπαγγελεῖν οὐ δυνατόν· αἰσθήσει γὰρ μόνον τὸ ὅλον ὡς ὅλον γινώσκεται, ἀλλ’ οὐ λόγῳ, πλὴν εἰ μὴ συμβολικῶς καὶ κατ’ αἰνίγμα καὶ εἰκασίαν· ἡ δὲ τοιαύτη γνῶσις οὐ καθάπτεται τῶν παρακολουθημάτων, μὴ ὅτι γε τῆς οὐσίας, οἷον