Ancient Greek
2.113.9
Joannes Stobaeus Anthologus, Anthologium 2.113.9
Unproofread scanNot analysed yet
ἀσώματον, ἐξ αὐτῆς τῆς πρώτης καὶ νοητῆς οὐσίας. αὐτὴ ἡ οὐσία ὑπὸ ἀνάγκην οὐκ ἔστιν· ὑπολειφθεῖσα δὲ ὑπὸ τοῦ θεοῦ αἴρεται τὴν σωματικὴν φύσιν καὶ ἡ αἵρεσις αὐτῆς κατὰ πρόνοιαν [τοῦτο δὲ τοῦ κόσμου] γίνεται· τὸ δὲ ἄλογον πᾶν κινεῖται πρὸς τινα λόγον· καὶ ὁ μὲν λόγος κατὰ πρόνοιαν, τὸ δὲ ἄλογον κατ’ ἀνάγκην, τὰ δὲ περὶ τὸ σῶμα συμβεβηκότα καθ’ εἱμαρμένην. Καὶ οὕτος ἐστιν ὁ λόγος τῶν κατὰ πρόνοιαν καὶ <κατ’> ἀνάγκην καὶ καθ’ εἱμαρμένην.