Ancient Greek
2.122.3
Joannes Stobaeus Anthologus, Anthologium 2.122.3
Unproofread scanNot analysed yet
21 Πλάτωνος Πολιτείας (X p. 620 b-621 a). Ἐπειδὴ δ’ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ἥρξθαι, ὡςπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν· ἐκεῖνην δ’ ἑκάστην, ὃν εἴλετο δαίμονα, τοῦτον φύλακα ξυμπέμ-πειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. ὃν πρῶτον μὲν ἄγειν αὐτὴν πρὸς τὴν Κλωθὼ ὑπὸ τὴν ἐκεί-νης χεῖρά τε καὶ ἐπιστροφὴν τῆς τοῦ ἀτράκτου δίνης, κιρούντα ἣν λαχὼν εἴλετο μοῖραν. ταύτης δ’ ἐραψάμενον αὐθὶς ἐπὶ τῆς Ἀτροπόπου ἄγειν νήσω, ἀμετάστροφα τὰ ἐπιλωσθέντα ποιῶντα. ἐντεῦθεν δὲ δι’ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς Ἀνάγκης ἱέναι θρόνον· καὶ δι’ ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον.