Ancient Greek
2.146.3
Joannes Stobaeus Anthologus, Anthologium 2.146.3
Unproofread scanNot analysed yet
260 Χρυσίππου. Ὁ δὲ Χρύσιππος χρόνον εἶναι κινήσεως διάστημα, καθ’ ὃ ποτὲ λέγεται μέτρον τάχους τε καὶ βραδύτητος· ἢ τὸ παρακολουθοῦν διάστημα τῇ τοῦ κόσμου κινήσει, καὶ κατὰ μὲν τὸν χρόνον κινεῖσθαι τε ἕκαστα καὶ εἶναι· εἰ μὴ ἄρα διττὸς λέγεται ὁ χρόνος, καθάπερ ἡ τε γῆ καὶ ἡ θάλαττα καὶ τὸ κενόν, τὰ τε ὅλα καὶ τὰ μέρη τὰ αὐτῶν. Ὡςπερ δὲ τὸ κενὸν πᾶν ἄπειρον εἶναι πάντη καὶ τὸν χρόνον πάντα ἄπειρον εἶναι ἐφ’ ἑκάτερα· καὶ γὰρ τὸν