Ancient Greek
2.149.3
Joannes Stobaeus Anthologus, Anthologium 2.149.3
Unproofread scanNot analysed yet
Ὡς δὲ κινεῖν αὐτὸ καὶ ζῶν ἐνόησε τῶν αἰδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθείς ἐπὶ δὴ μᾶλλον ὁμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. Καθάπερ οὖν αὐτὸ τυγχάνει ζῶν αἰδίον, καὶ τοῦδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιούτον ἀποτελεῖν. Ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος· καὶ τοῦτο μὲν δὴ παντελῶς τῷ γεννητῷ προσάπτειν οὐκ ἦν δυνατόν· εἰκόνα δ’ ἐπενόει κινητήν τινα αἰῶνος ποιῆσαι καὶ διακοσμῶν οὐρανῷ ἅμα ποιεῖ μένοντος αἰῶνος ἐν ἐνὶ κατ’ ἀριθμὸν ἰούσαν αἰώνιον εἰκόνα, τοῦτον δὴ χρόνον ὀνομάζομεν. ἡμέρας δὲ καὶ νύκτας καὶ μῆνας καὶ ἔνιαυτούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ ξυνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται. Ταῦτα δὲ πάντα μέρη χρόνου καὶ τὸ τ’ ἦν καὶ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν αἰδίαν οὐκ ὀρθῶς. λέγομεν γὰρ δὴ ὡς ἦν ἔστι τε καὶ ἔσται· τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δ’ ἦν τὸ τ’ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰούσαν πρέπει λέγεσθαι· κίνησις γὰρ ἔστι. Τὸ δὲ ἀεὶ κατὰ ταῦτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει