Ancient Greek
2.154.2
Joannes Stobaeus Anthologus, Anthologium 2.154.2
Unproofread scanNot analysed yet
10 Ἐν ταύτῳ (p. 249D. E). Ἔστι δή οὖν δεῦρο ὁ πᾶς ἡμῶν λόγος περὶ τῆς τετάρτης μανίας, ἣν ὅταν τὸ τῆδε τις ὁρῶν κάλλος, τοῦ ἀληθοῦς ἀναμνησκόμενος πτεροῦται τε καὶ ἀναπτερόμενος προθυμούμενος ἀναπτέεσθαι, ἀδυνατῶν δὲ ὀρνίθος δίχην βλέπων ἄνω, τῶν κάτω δὲ ἀμελῶν, αἰτίαν ἔχει ὡς μανικὸς διακειμένος· ὡς ἄρα αὕτη πασῶν τῶν ἐνθουσιάσεων ἀρίστη τε καὶ ἐξ ἀρίστων τῷ τε ἔχοντι καὶ τῷ κοινωνοῦντι αὐτῆς γίνεται, καὶ ὅτι ταύτης μετέχων τῆς μανίας ὁ ἐρώτων καλῶν ἐραστὴς γίνεται.