Ancient Greek
2.167.4 to 2.168.4
Joannes Stobaeus Anthologus, Anthologium 2.167.4-2.168.4
Unproofread scanNot analysed yet
ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ. Ἡ γὰρ μονάς, οὖσα πάντων ἀρχὴ καὶ δύνα, ἐν πᾶσιν ἐστὶν ὡς ἂν δύνα καὶ ἀρχή, ἄνευ δὲ ἀρχῆς οὐδέν· ἀρχὴ δὲ ἐξ οὐδενός, ἀλλ’ ἐξ αὐτῆς, εἰ γε ἀρχὴ ἐστὶ τῶν ἑτέρων. [μονάς] οὖσα οὖν ἀρχὴ πάντα ἀριθμὸν ἐμπεριέχει, ὑπὸ μηδε- 10 νὸς ἐμπεριεχομένη· καὶ πάντα ἀριθμὸν γεννᾷ, ὑπὸ μηδενὸς γεννωμένη ἑτέρου ἀριθμοῦ. Πᾶν δὲ τὸ γεννώμενον ἀτελὲς ἔστι τοῦ κόσμου, ἡ δὲ ὕλη τὸ ὑποκείμενον γενέσει καὶ φθορᾷ, ἰδέα δὲ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ. Ἀριστοτέλης Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν εἶδος, ὕλην, στέρεσιν· στοιχεῖα δὲ τέσσαρα, πέμπτον δὲ τι σῶμα τὸ αἰθέριον, ἀμετάβλητον· στοιχεῖα δὲ τῶν γεννητῶν κατὰ μὲν τὰς δυνάμεις θερμόν, ψυχρόν, ὑγρόν, ξηρόν, κατὰ δὲ τὰς οὐσίας, ἐν αἷς καὶ περὶ ἃς ὑπάρχουσιν αὐταί, τὰ τέσσαρα. [310] Διόδωρος ἐπίκλην Κρόνος τὰ ἀμερῆ σώματα ἄπειρα, τὰ δ’ αὐτὰ λεγόμενα καὶ ἐλάχιστα· ἄπειρα μὲν κατ’ ἀριθμόν, ὡρισμένα δὲ κατὰ μέγεθος.