Ancient Greek
2.172.4 to 2.174.18
Joannes Stobaeus Anthologus, Anthologium 2.172.4-2.174.18
Unproofread scanNot analysed yet
Ζήνωνος. Οὐσίαν δὲ εἶναι τὴν τῶν ὄντων πάντων πρώτην ὕλην, ταύτην δὲ πᾶσαν ἀίδιον καὶ οὔτε πλείω γεγρομένην οὔτε ἐλάττω· τὰ δὲ μέρη ταύτης οὐκ ἀεὶ ταῦτά διαμένειν, ἀλλὰ διαιρεῖσθαι καὶ συγχεῖσθαι. Διὰ ταύτης δὲ διαθεῖν τὸν τοῦ παντὸς λόγον, ὃν ἔνιοι εἰμαρμένην καλοῦσιν, οἷον περ καὶ ἐν τῇ γονῇ τὸ σπέρμα. Χρυσίππου Στωικοῦ. Τῶν κατὰ ποιότητα ὑφισταμένων πρώτην ὕλην· ταύτην δὲ ἀίδιον, οὔτε αὐξῆσιν οὔτε μείωσιν ὑπομένουσαν, διάλρεσιν δὲ καὶ σύγχυσιν ἐπι-δεχομένην κατὰ μέρη, ὥστε φθορὰς γίγνεσθαι ἐκ τινων μερῶν εἰς τινα [οὖ] κατὰ διαίρεσιν, ἅμα κατ’ ἀναλογίαν τῇ συγχύσει τινῶν γεγομένων ἐκ τινων. Οἱ δὲ ὕδωρ λέγοντες ἢ πῦρ ἢ ἄερα ἢ γῆν τὴν ὕλην οὐκένι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τὰςμερῆ καὶ τὰς ἀτόμους ἄμορφον. Οἱ Στωικοὶ σῶμα τὴν ὕλην ἀποφαίνονται. Ποσειδωνίου. Ἔφησε δὲ ὁ Ποσειδώνιος τὴν τῶν ὅλων οὐσίαν καὶ ὕλην ἄποιον καὶ ἄμορφον εἶναι, καθ’ ὅσον οὐδὲν ἀποτεταγμένον ἴδιον ἔχει σχῆμα οὔδὲ ποιότητα καθ’ αὐτήν, ἀεὶ δ’ ἐν τινὶ σχήματι καὶ ποιότητι εἶναι. Διαφέρειν δὲ τὴν οὐσίαν τῆς ὕλης, τὴν οὖσαν κατὰ τὴν ὑπόστασιν, ἐπινοίᾳ μόνον. 6 Πλάτωνος ἐκ τοῦ Παρμενίδου (p. 144ᵇ). Ἐπὶ πάντα ἄρα πολλὰ ὄντα ἡ οὐσία νεφέμηται καὶ οὐδενὸς ἀποστατεῖ τῶν ὄντων, οὔτε τοῦ σμικροτάτου οὔτε τούτων διατάξεως, πατρὸς ἔπεχουσα τοῖς αἰσθητοῖς τάξιν. Πυθαγόρας τὰ λεγόμενα εἴδη καὶ τὰς ἰδέας ἐν τοῖς ἀριθμοῖς καὶ ταῖς ἀρμονίαις αὐτῶν καὶ τοῖς καλουμένοις γεωμετρικοῖς ἐτίθετο ἀχώριστα τῶν σωμάτων. Ἀριστοτέλους. Ταύτας δὲ τὰς ἀρχὰς ποτὲ μὲν εἶναι φησιν Ἀριστοτέλης δύο, τὴν τε ὕλην καὶ τὸ εἶδος, ὃ καὶ μορφὴν καλεῖ καὶ ἐντελέχειαν καὶ τὸ τί ἦν εἶναι καὶ οὐσίαν τὴν κατὰ τὸν λόγον καὶ ἐνέργειαν· οὕτως αὐτῷ πλούσιόν τε καὶ πολυώνυμόν ἐστι τὸ εἶδος. Τοσοῦτο μὲν τοῦ μεγίστου; ἢ τοῦτο μὲν καὶ ἄλογον ἔρεσθαι; πῶς γὰρ ἀποστατεῖ Plat. B, ἀποστατοῖ Plat. al. ||3 κατακεκερμάτιστα P¹ ||4