Ancient Greek
2.192.1 to 2.193.4
Joannes Stobaeus Anthologus, Anthologium 2.192.1-2.193.4
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΜΙΞΕΩΣ ΚΑΙ ΚΡΑΣΕΩΣ. Θαλῆς καὶ οἱ ἀπ’ αὐτοῦ κράσεις εἶναι τὰς τῶν στοιχείων μίξεις κατ’ ἀλλοίωσιν. <Οἱ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον> τὰς κράσεις κατὰ παράθεσιν γίγνεσθαι τῶν στοιχείων. Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἐκ μικροτέρων ὀγκῶν τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἷον στοιχεῖα στοιχείων. Πλάτων τὰ μὲν τρία σώματα τρεπτὰ εἰς ἀλλήλα, πῦρ, ἄερα, ὕδωρ· τὴν δὲ γῆν εἰς τι τούτων ἀμετάβλητον. Ἀριστοτέλους καὶ τῶν ἀπ’ αὐτοῦ. Τὰ μὲν σώματα φασὶ θρυπτόμενα κατὰ μικρὰ μόρια παρατίθεσθαι ἀλλήλοις, τοῖς δ’ ἄσωμάτοις λόγοις, εἰ τινὲς εἰσὶ λόγοι, συγκεισθαι. Ζήνωνα δὲ οὕτως ἀποφαίνεσθαι διαρρήδην· „ποιαὶ τὴν δὲ δεήσει εἶναι ἐν περιόδῳ τῇ τοῦ ὅλου διακόσμησιν ἐκ τῆς οὐσίας, ὅταν ἐκ πυρὸς τροπὴ εἰς ὕδωρ δι’ ἀέρος S. 1–4 ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ 153 ἄρχεσθαι διακοσμεῖν τὸ ὅλον· καὶ τοιαύτην περίοδον αἰεὶ καὶ διακόσμησιν ποιοῦμένου τὸν ἐν τῇ τῶν ὅλων οὐσίᾳ 15 τόνον μὴ παύεσθαι. Ὡσπερ γὰρ ἑνὸς τινὸς τὰ μέρη πάντα φύεται ἐκ σπερμάτων ἐν τοῖς καθήκουσι χρόνοις, οὕτω καὶ τοῦ ὅλου τὰ μέρη, ὧν καὶ τὰ ζῷα καὶ τὰ φυτὰ ὄντα τυγχάνει, ἐν τοῖς καθήκουσι χρόνοις φύεται. Καὶ ὡςπερ τινὲς λόγοι τῶν μερῶν εἰς σπέρμα συνιόντες μίγνυνται 20 καὶ αὐθίς διακρίνονται γενομένων τῶν μερῶν, οὕτως ἐξ ἑνὸς τε πάντα γίγνεσθαι καὶ ἐκ πάντων [εἰς] ἐν συγχρίνεσθαι, ὁδῷ καὶ συμφώνως διεξιούσης τῆς περιόδου. Χρύσιππος δὲ τοιοῦτόν τι διεβεβαιούτο· εἶναι τὸ γένῃται, τὸ μὲν τι ὑφίστασθαι καὶ γῆν συνίστασθαι, [καὶ] Heeren ||3 ἐκ τινος δὲ τοῦ ἀέρος FP: λεπτυνομένου δὲ τοῦ ἀέρος II p. 126 n. 1 ||19 σπέρματα P ||20 γενομένων F, γινομένων P (quod ἐκ τοῦ λοιποῦ δὲ τὸ μὲν διαμένειν ὕδωρ, ἐκ δὲ τοῦ ἀτμιζομένου ἀέρα γίγνεσθαι, λεπτυνομένου δὲ τοῦ ἀέρος πῦρ ἐξάπτεσθαι, τὴν δὲ μῖξιν κράσιν γίγνεσθαι τῇ εἰς 5 ἄλληλα τῶν στοιχείων μεταβολῇ σώματος ὅλου δι’ ὅλου τινὸς ἑτέρου διερχομένου.”