Ancient Greek
2.196.4 to 2.198.7
Joannes Stobaeus Anthologus, Anthologium 2.196.4-2.198.7
Unproofread scanNot analysed yet
Ζήνων καὶ οἱ ἀπ’ αὐτοῦ ἐντὸς μὲν τοῦ κόσμου μηδὲν εἶναι κενόν, ἔξω δ’ αὐτοῦ ἄπειρον. —Διαφέρειν δὲ κενόν, τόπον, χώραν· καὶ τὸ μὲν κενὸν εἶναι ἑρημίαν σώ- ⟨ἙΡΜ. ⟩Οὐκ ἀνάγκη δὲ μείζον εἶναι ἐν ᾧ κινεῖται τὸ κινοῦμενον; ⟨ἈΣΚ. ⟩Ἀνάγκη. ⟨ἙΡΜ. ⟩Ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου; ⟨ἈΣΚ. ⟩Ἰσχυρότερον γάρ. ⟨ἙΡΜ. ⟩Ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ τοῦ κινουμένου; ⟨ἈΣΚ. ⟩Καὶ πάνυ. ⟨ἙΡΜ. ⟩Μέγας οὖν οὗτος κόσμος, οὐ μείζον οὐκ ἔστι σῶμα; ματος, τὸν δὲ τόπον τὸ ἐπεχόμενον ὑπὸ σώματος, τὴν ⟨ἈΣΚ. ⟩Ὁμολόγηται. ⟨ἙΡΜ. ⟩Καὶ στιβαρός· πεπλήρωται γὰρ ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἔστι σώματα; ⟨ἈΣΚ. ⟩Οὕτως ἔχει. ⟨ἙΡΜ. ⟩Σῶμα δὲ ὁ κόσμος; ⟨ἈΣΚ. ⟩Σῶμα. ⟨ἙΡΜ. ⟩Καὶ κινοῦμενον; ⟨ἈΣΚ. ⟩Μάλιστα. δὲ χώραν τὸ ἐκ μέρους ἐπεχόμενον. 1 Θαλῆς ἐρωτηθεὶς, Τί τὸ μέγιστον; ἔφησε, Τόπος· [384] τὰλλὰ μὲν γὰρ ὁ κόσμος, τὸν δὲ κόσμον οὗτος περιέχει. 2 Ἑρμοῦ ἐκ τῶν πρὸς Ἀσκληπιόν (p. 18ᵇ Patrit. ,⟨ἙΡΜ. ⟩Πᾶν τὸ κινοῦμενον, ὦ Ἀσκληπιέ, οὐκ ἐν τινι κινεῖται καὶ ὑπὸ τινος; ⟨ἈΣΚ. ⟩Μάλιστα. \<ΑΣΚ. \>Πῶς λέγεις, ὦ Τρισμέγιστε; \<ΕΡΜ. \>Οὐ σῶμά ἐστιν ὁ ἀήρ; \<ΑΣΚ. \>Σῶμα. \<ΕΡΜ. \>Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται καὶ ποταπὸν τὴν φύσιν; Οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχη τὴν κίνησιν; \<ΑΣΚ. \>Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε. \<ΕΡΜ. \>Ποταπῆς δὲ φύσεως; τῆς ἐναντίας ἄρα, ὦ Ἀσκληπιέ· σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον; \<ΑΣΚ. \>Ὁμολόγηται. \<ΕΡΜ. \>Ἀσώματος οὖν ὁ τόπος, τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν ἢ ὁ θεός. Τὸ δὲ θεῖον λέγω νῦν οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. \<ΕΡΜ. \>Οὐδὲ ἐν τῶν ὄντων ἐστὶ κενὸν τῷ τῆς ὑπάρξεως λόγῳ· τὸ δὲ ὃν οὐκ ἂν ἠδύνατο εἶναι ὃν, εἰ μὴ μεσιτὸν τῆς ὑπάρξεως ἦν· τὸ γὰρ ὑπάρχον κενὸν οὐδέποτε γενέσθαι δύναται.