Ancient Greek
2.199.1
Joannes Stobaeus Anthologus, Anthologium 2.199.1
Unproofread scanNot analysed yet
\<ΕΡΜ. \>Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων καὶ πάντα διήκον πλήρωι· σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων κεκραμένον συνέστηχε· Μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῆς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων· καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαινεσθαι, ὅτι ἂ σὺ φῆς μεστὰ, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος ἐκείνων ὑπ’ ἄλλων σωμάτων στενοχωρουμένων καὶ μὴ ἔχοντων τόπον δέξασθαι τὸν ἀέρα. Ταῦτα οὖν, ἃ σὺ φῆς \<κενᾶ\>, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρξει γὰρ μεστὰ ἐστιν ἀέρος καὶ πνεύματος.