Ancient Greek
2.202.1
Joannes Stobaeus Anthologus, Anthologium 2.202.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΚΙΝΗΣΕΩΣ. Πυθαγόρου. Κίνησις ἐστι διαφορότης ἢ ἑτερότης ἐν ὕλῃ, ἢ ἐστιν ὕλη. Οὗτος πάσης κινήσεως κοινὸς ὅρος. Δημόκριτος ἐν γένος κινήσεως τὸ κατὰ παλμὸν ἀπεφαίνετο. Ἐπίκουρος δύο εἴδη κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν. Εἰσὶ δέ τινες, οἱ καὶ τέταρτον εἶδος εἰσάγουσι, τὸ κατ’ οὐσίαν, ὅπερ ἐστὶ τὸ κατὰ γένεσιν. Ἄλλοι δὲ καὶ τὴν διανοητικὴν προστιθέασι, μέχρι γὰρ τῶν πέντε προὔβησαν.