Ancient Greek
2.204.3
Joannes Stobaeus Anthologus, Anthologium 2.204.3
Unproofread scanNot analysed yet
ΑΣΚ. Κινεῖσθαι, ὦ Τρισμέγιστε. ΕΡΜ. Κίνησην ποίαν, ὦ Ἀσκληπιέ; ΑΣΚ. Τὴν περὶ τὸ αὐτὸ ἀναστροφομένην. ΕΡΜ. Ἡ δὲ περιφορὰ ἢ περὶ τὸ αὐτὸ κίνησις ἐστιν ὑπὸ στάσεως κατεχομένη· τὸ γὰρ περὶ αὐτὸ καλύπτει τὸ ὑπὲρ αὐτό, οὕτω καὶ ἡ ἐναντία φορὰ ἐστηκεν ἐδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη. Παράδειγμα δέ σοι ἐπίγειον τοῖς ὀφθαλμοῖς ἐμπίπτον φράσω· τὰ ἐπίγεια ζῷα, οἷον τὸν ἄνθρωπον λέγω, νηχόμενα θεωρήσον· φερομένου γὰρ τοῦ ὕδατος ἢ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι.