Ancient Greek
2.219.2
Joannes Stobaeus Anthologus, Anthologium 2.219.2
Unproofread scanNot analysed yet
Τὸ δὲ μὴ εἶναι ταὐτὸ τὸ τε κατὰ τὸ ἴδιον ποῖον καὶ τὸ κατὰ τὴν οὐσίαν, δῆλον εἶναι φησιν ὁ Μνήσαρχος· ἀναγκαῖον γὰρ τοῖς αὐτοῖς ταῦτα συμβεβηκέναι. Εἰ γὰρ τις πλάσας ἵππον, λόγου χάριν, συνθλάσειεν, ἔπειτα κύνα 10 ποιήσειεν, εὐλόγως ἂν ἡμᾶς ἰδόντας εἰπεῖν, ὅτι τοῦτ’ οὐκ ἦν πάλαι, νῦν δ’ ἐστιν· ὥσθ’ ἕτερον εἶναι τὸ ἐπὶ τοῦ ποιοῦ λεγόμενον τοῦδε καὶ ἐπὶ τῆς οὐσίας. Καθόλου νομίζειν τοὺς αὐτοὺς ἡμᾶς εἶναι ταῖς οὐσίαις ἀπὴθανον εἶναι φαίνεται· πολλάκις γὰρ συμβαίνει τὴν μὲν οὐσίαν ὑπάρχειν πρὸ 15 τῆς γενέσεως, εἰ τύχοι, τῆς Σωκράτους, τὸν δὲ Σωκράτην μηδέπω ὑπάρχειν, καὶ μετὰ τὴν τοῦ Σωκράτους ἀναίρεσιν ὑπομένειν μὲν τὴν οὐσίαν, αὐτὸν δὲ μηκέτ’ εἶναι.