Ancient Greek
2.222.2
Joannes Stobaeus Anthologus, Anthologium 2.222.2
Unproofread scanNot analysed yet
ἐκεῖνο τοῦτον πάντως ἄμεινον· θέμις δὲ οὔτε ἥν οὔτε ἔστι τῷ ἀρίστῳ δράν ἄλλο, πλὴν τὸ κάλλιστον. Λογισάμενος οὖν εὗρισκεν ἐκ τῶν κατὰ φύσιν δρατῶν οὐδὲν ἀνόητον τοῦ νοῦν ἔχοντος ὅλον ὅλον κάλλιον ἔσεσθαι ποτὲ ἔργον, νοῦν δὲ αὐ χωρὶς ψυχῆς ἀδύνατον παραγενέσθαι τῷ. Διὰ δὴ τὸν λογισμὸν τόνδε νοῦν μὲν ἐν ψυχῇ, ψυχὴν δὲ ἐν σώματι συνιστὰς τὸ πᾶν συντεκταινετο, ὅπως ὁ τι κάλλιστον εἴη κατὰ φύσιν ἀριστὸν τε ἔργον ἀπειργασμένος. Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἐμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ θεοῦ γενέσθαι πρόνοιαν.