Ancient Greek
2.243.24 to 2.244.5
Joannes Stobaeus Anthologus, Anthologium 2.243.24-2.244.5
Unproofread scanNot analysed yet
γένους F (?)P ||23 αὐτοῦ FP: αὐτοῦ Gaisford |στρέφεσθαι P ||24 φαίνωνα F, φαίνωνα P ||26 Ἄρεος F corr. ,Ἄέρος FP ||27 τῆς FP², τε P¹ αὐτὸν δὲ τὴν σελήνην· ὑπὸ δὲ αὐτοὺς τὰ ἄπλανα τῶν ἀστρῶν καὶ τοὺς πλανήτας. 5 Μητρόδωρος ὁμοίως περὶ σχήματος τῶν ἀστέρων καὶ αὐτὸς ἀπεφήνατο. Παρμενίδης καὶ Ἡράκλειτος πилήματα πυροῦς τὰ ἄστρα. —Τρέφεσθαι δὲ τοὺς ἀστέρας ἐκ τῆς ἀπὸ γῆς 10 ἀναθυμιάσεως. ἔκτον ἥλιον, ἑβδομον σελήνην. —Τὰς δὲ ἐπισημασίας τὰς τε χειμερινὰς καὶ τὰς θερινὰς κατὰ τὰς τῶν ἀστρῶν ἐπιτολὰς τε καὶ δυσμὰς γίνεσθαι. 2 Ἀριστοτέλης ἐκ τοῦ πέμπτου σώματος γεγενῆσθαι τὰ ἄστρα. —Μὴ δεῖσθαι δὲ τὰ οὐράνια τροφῆς, οὐ γὰρ φθαρτὰ ἀλλ’ ἀΐδια εἶναι. —Πάντα δὲ κινεῖσθαι, τὰ μὲν πρὸς ἡμῶν καλουμένα πλανήτας ὑπὸ τὸν ζῳδιακὸν κύκλον, λοξὸν ὄντα καὶ τῶν τροπικῶν ἐραπτόμενον, τὰ δὲ ἀπλανῆ ἀπὸ τοῦ αἰεὶ φανεροῦ παρήχοντα μέχρι τοῦ ἀφανοῦς· οὐχ ὀλίγα δὲ αὐτῶν τῆς γῆς εἶναι μείζονα. Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων· σβεννυμένους δὲ καθ’ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ καθάπερ τοὺς ἄνθρακας. τὰς γὰρ ἀνατολὰς καὶ τὰς δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. —Τοὺς δὲ ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας, οὓς καὶ Λισκοῦρους καλοῦσί τινες, νεφέλια εἶναι, κατὰ τὴν ποίαν κίνησιν παραλάμποντα. Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἄερα ἐν τῷ ἀπείρῳ αἰθέρι. Ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεσθαι, κοσμοποιοῦσι γὰρ ἕκαστον τῶν ἀστέρων.