Ancient Greek
2.252.3
Joannes Stobaeus Anthologus, Anthologium 2.252.3
Unproofread scanNot analysed yet
Ἀριστοτέλους. Ἀριστοτέλης ἐκ πέμπτῆς οὐσίας τὸν ἥλιον. Πυροῦσθαι δὲ τὸν ἀέρα καὶ σφόδρα γίνεσθαι θερμὸν ἀνίσχοντός τε τοῦ ἡλίου καὶ πλησιάζοντος ἡμῖν, οὐ διὰ τὸ πύρινον εἶναι τὴν οὐσίαν, ἀλλὰ διὰ τὴν ὀξύτητα τῆς κινήσεως αὐτοῦ καὶ τὴν πρὸς τὸν ἀέρα παράτριψιν ὑποβεβλημένον αὐτοῦ τῇ φορᾷ καὶ παρακείμενον· οὔτε δὲ τὸν ἥλιον οὔτε τῶν ἄλλων ἀστρῶν οἷον πῦρ εἶναι· σφαιροειδῆ μὲν γὰρ τούτων τὰ σχήματα, πυρός δὲ ἔκτός· οὔτε γὰρ τὴν περὶ τὸ μέσον οἰκείαν εἶναι κίνησιν πυρός, ἀλλὰ τὴν ἀπὸ τοῦ μέσου· οὔτε τὴν τῆς αὐξήσεως τῶν ζῴων καὶ φυτῶν δύναμιν, ἀλλὰ τὴν τῆς φθορᾶς· οὔδὲ τὴν καθ’ ἑαυτὸ διαμονήν, τὸ γὰρ πῦρ ἀχώριστον εἶναι τῆς ὕλης. Ἐκ πέμπτῆς ἄρα τινὸς καὶ διαφεροῦσης τοῦ πυρὸς οὐσίας τὸν τε οὐρανὸν ὑπάρχειν καὶ τὰ ἐν αὐτῷ πάντα. Καὶ τὸν μὲν ἥλιον ἡμέραν ἀπεργάζεσθαι ὑπὲρ γῆν ἰόντα, νύκτα δὲ χωρήσαντα ὑπὸ γῆν.