Ancient Greek
2.265.9
Joannes Stobaeus Anthologus, Anthologium 2.265.9
Unproofread scanNot analysed yet
ἀλλ' ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέλονται 2 Τῶν Πυθᾰγορείων οἱ μὲν ἔφασαν ἄστέρους εἶναι διὰκανσιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, δι’ οὐ δὲ περιέδραμε χωρίον κυκλωτερῶς αὐτὸ περιφλεξάντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ· οἱ δὲ τὸν ἠλιαχὸν ταύτην φασὶ κατ’ ἀρχὰς γεγονέναι δρόμον. Τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ κἀπὶ τῆς ἱρίδος ἐπὶ τῶν νεφῶν συμβαίνει.