Ancient Greek
2.272.8
Joannes Stobaeus Anthologus, Anthologium 2.272.8
Unproofread scanNot analysed yet
Ἀρχέλαος ταῦτὸ λέγει παρατιθεὶς τὸ τῶν διαπύρων λίθων καθιεμένων εἰς ψυχρὸν ὕδωρ πάθος. Ξενοφάνης ἀστραπὰς γίνεσθαι λαμπρυνομένων τῶν γεννητικὰ τοῦ πυρὸς διὰ τῶν πολυκένων ἀραιωμάτων ταῖς παρατριψεσιν εἰς τὸ αὐτὸ συναλιζόμενα διηθεῖται· κεραυννὸν δὲ ὅταν ἐκ καθαρωτέρων καὶ λεπτοτέρων, ὀμαλυτέρων τε καὶ πυκναριόνων, καθάπερ αὐτὸς γράφει, γεννητικῶν τοῦ πυρὸς ἡ φορὰ βιάσηται· πρηστήρα δ᾽, ὅταν πολυκενώτερα συγχρίματα πυρὸς ἐν πολυκένοις κατασχεθέντα χώραις καὶ περιοχαῖς ὑμῶν ἰδίων σωματοποιούμενα τῷ πολυμιγεῖ τὴν ἐπὶ τὸ βάρος ὁμὴν λάβῃ.