Ancient Greek
2.280.2
Joannes Stobaeus Anthologus, Anthologium 2.280.2
Unproofread scanNot analysed yet
Μήποτε τὸ φοινίκινον, ὅτι ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ ἡ λαμπηδὼν ἀχραφνὴς ἀνακλωμένη ξενθρὸν ποιεῖ καὶ φοινικεῖον χρώμα· τὸ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐγκαλούμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ἁνίδας, ἀλουργὲς <ἀνεσις γὰρ τοῦ ξενθροῦ τούτου· ἐπὶ δὲ πάλιν ἐπιθολούμενον> τὸ δροσίζον εἰς πράσινον μεταβάλλει. Ἔστι δὲ τοῦτο δοκιμάσαι δι’ ἔργων· εἰ γὰρ τις ἀντικρὺ στὰς τοῦ ἡλίου λάβῃ ὕδωρ καὶ πυτίσῃ, αἱ δὲ ἁνίδες ἀνάκλασιν πρὸς τὸν ἥλιον λάβωσιν, εὑρήσει γινομένην ἴριν. Καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λῆχρον ἀποβλέψωσιν.