Ancient Greek
2.286.2
Joannes Stobaeus Anthologus, Anthologium 2.286.2
Unproofread scanNot analysed yet
Ἀρριανὸς φησι τὴν ὀμίχλην, ἡ μὲν ξυνίσταται πρὶν ἐξαναστῆναι, ἐπικολῶ δὲ ἀπὸ θέντος καὶ σκεδασθέντος· γίνεται δὲ ταῦτα, σείεν αὐτῶν ὁ ἥλιος καὶ τὰ ἄλλα ἄστρα ὅσα καὶ αὐτὸς ὁ οὐρανός. Ἀπὸ δὲ νεφελῶν, ὅσαι μ πιλῃθεῖσαι ξυνέστησαν, ψεκάδες καταφέρονται ἐπὶ γῆν καὶ εἰς ταύτας διαλύονται ὀμίχλαι τε καὶ νεφελῶν ὅσαι μανότεραι· ὅσαι δὲ ἐπὶ μέγα ξυστάσαι εἰς ὕδωρ μετέβαλον, ἵετοὺς ἐκ νεφῶν γεννῶσι. Καὶ ὀμίχλαι μὲν τὸ πολὺ τῇ γῇ ἐφιζάνουσι, ἄτε δή κεχυμένης τε ἐπὶ καὶ ἀξυστάτου τῆς ἀτμίδος· αἱ νεφέλαι δὲ αἴρονται εἰς τὸ ἄνω, οὐ μὴν ὑπὲρ εἴκοσιν γε ἀπὸ γῆς σταδίους οὔδ᾽ αὐταὶ ἀναφέρονται. Ὅτι καὶ τῶν ὄρῶν ὅσα ὑπὲρ εἴκοσί γε ἀπὸ γῆς σταδίους ἄνέχει ἐς εὐθὺ (ἔστι δὲ καὶ εὐαρίθμητα ταῦτα ἐν γε τοῖς καθ᾽ ἡμᾶς τόποις) οὔτε ὑόμενα ὤφθη ποτὲ οὔτε καταπνεόμενα, οὔδ᾽ νεφέλη ὑπὲρ αὐτῶν ἢ καὶ ἐπ᾽ αὐτοῖς ἰζάνουσα. ἀλλὰ τῆς Οὔτης γε ἐπὶ τῇ ἀκρωρείᾳ θίεσθαι ὅσα ἔτη λόγος καὶ Ἡρακλεῖ καὶ Φιλοκτήτῃ εἰς μνήμην τοῦ παλαιοῦ παθήματος καὶ τὴν τέφραν ἐπὶ τῇ πυρκαϊᾷ ἐν χώρᾳ μένειν. εἶναι γὰρ τὸν ἄνω ὑπὲρ γῆς ἄέρα λεπτόν τε ἧδη καὶ καθαρόν καὶ αὐγοειδῆ· καὶ ταῦτα διαφορεῖσθαι τοὺς ἀτμοὺς ὅσοι πορρωτέρω ὑπεραναφέρονται. Ὅση δὲ λεπτὴ ἀτμὶς μὴ ἐπὶ μέγα ἀρθεῖσα ἐσκεδάσθη, ἀλλὰ ψυχθεῖσα κατηνέχθη ἐπὶ γῆν, δρόσος γίγνεται· πρὸς ἡλίου δὲ ἐπικανθεῖσα ἐρυθαίνεται ἢ μελαίνεται· καὶ τοῦτο μίλτον φοινιάδα μὲν τὸ ἐρυθρόν αὐτοῦ,