Ancient Greek
2.287.9
Joannes Stobaeus Anthologus, Anthologium 2.287.9
Unproofread scanNot analysed yet
χρόαν ξοικεν, ὅτι καὶ ἐν ἀφρῷ πολὺ τι ἐνὶ πνεύματος· ΠΕΡΙ ΑΝΕΜΩΝ. Ἀριστοτέλης τῆς ξηρᾶς ἀναθυμιάσεως τὴν πρώτην ἀναφορὰν· γίνεσθαι δὲ ποτε τῇ ξηρᾷ πρὸς τὴν ὑγρὰν μίξιν. πνεῦμα μὲν ἐκ πολλῶν συνιουσῶν ἀναθυμιάσεων. —Τὸν γὰρ ἄνεμον μὲν εἶναι ξηρᾶς ἀνάδοσεως πλῆθος κινούμενον περὶ γῆν· τοὺς δ᾽ ἐννεφίας ἀνέμους, ὅταν ἀθρόον καὶ πυκνὸν φερόμενον εἰς ἑαυτὸ τὸ πλέον ἀναλύσῃ τοῦ νέφους τῇ σφοδρότητι τῆς ὁμῆς. τὸ γὰρ τᾶχος τῆς ἐκκρίσεως ποιεῖν τὴν τοῦ πνεύματος ἰσχύν.