Ancient Greek
2.289.4
Joannes Stobaeus Anthologus, Anthologium 2.289.4
Unproofread scanNot analysed yet
Ἀριστοτέλους. Ἀριστοτέλης φησὶ σεισμοὺς γί- [625] νεσθαι καὶ μυκήματα καὶ χάσματα τῆς ξηρᾶς ἀναθυμιάσεως εἰς τὰς ἀραιότητας κατὰ τῆς γῆς ὀρείσης καὶ κατὰ τὰς ἀθρόας ἐμπτώσεις τρώμους καὶ βρασμοὺς περὶ αὐτὴν ἀπεργαζομένης. Ὅς γὰρ ὀρμήσασαν ἐξω τὴν ἀναθυμίαν ἀνέμον ποιεῖν σφοδρόν, οὕτως εἴσω καθεῖρχθεῖσαν τῇ ὀμῇ τῆς φορᾶς διαχραδαίνειν τοὺς τόπους, ἐν οἷς ἂν ἀποληφθῇ. Συνέχεσθαι τὴν δύναμιν ταύτην ἐν τῇ γῇ διὰ τε πύκνωσιν τῆς ἐπιφανείας καὶ διὰ κατάψυξιν καὶ διὰ ξηρασίαν. Ὧθεν καὶ νηνεμίας οὔσης ὡς ἐπὶ τὸ πολὺ p. 69 C. γίνεσθαι τοὺς σεισμοὺς τῆς τῶν ἀνέμων ὀρμῆς εἴσω τραπείσης· καὶ νυκτὸς μᾶλλον διὰ τὴν ψύξιν καὶ περὶ τὸν ὄρθρον· τοὺς γὰρ ἀνέμους τότε τῆς πνοῆς ἄρχεσθαι καὶ