Ancient Greek
2.304.1
Joannes Stobaeus Anthologus, Anthologium 2.304.1
Unproofread scanNot analysed yet
ἐκ ποταμῶν τε καὶ λυμνῶν. Οἱ δὲ κατὰ ὀξὺν γιγνόμενοι καὶ ἀνάλυσιν τοῦ πάχους εἰς ἑαυτοὺς ποιούμενοι ἐκνεφίαι· μεθ’ ὕδατος δὲ ἀθρόου ῥαγέντος ἐξυδρίαι λέγονται. Καὶ οἱ μὲν ἀπὸ ἀνατολῆς συνεχεῖς εὐροὶ κέκληνται, βορέαι δὲ οἱ ἀπὸ ἄρκτου· ζέφυροι δὲ οἱ ἀπὸ δυσμῶν· νότοι δὲ ἀπὸ μεσημβρίας. Τῶν γε μὴν εὐρῶν Ἀπαρκτίας μὲν λέγεται ἀπὸ τοῦ περὶ τὰς θερινὰς ἀνατολὰς τόπου δέων ἄνεμος, Ἀπληιώτης δὲ <ὁ ἀπὸ τοῦ περὶ τὰς ἰσημερινάς, Εὐρὸς δὲ ὁ> ἀπὸ τοῦ περὶ τὰς χειμερινάς. Καὶ τῶν ἐναντίων ζεφύρων Ἀργέστης μὲν ὁ ἀπὸ τῆς θερινῆς δύσεως, ὅντινα καλοῦσιν οἱ μὲν Ὀλυμπιᾶν, οἱ δὲ Ἰάπυγα, Ζέφυρος δὲ ἀπὸ τῆς ἰσημερινῆς, <Λίψ δὲ ὁ ἀπὸ τῆς χειμερινῆς>. Καὶ τῶν βορείων ἰδίως ὁ μὲν [τῶν] ἐξῆς τῷ Καυίᾳ καλεῖται Βορέας, [δὲ καὶ] Ἀπαρκτίας δὲ ὁ ἐφεξῆς [αὐτῶν καθεξῆς] ἀπὸ τοῦ πόλου κατὰ τὸ μεσημβρινόν, Θρακίας δὲ ὁ ἐξῆς τῷ Ἀργέστη, ὃν ἔνιοι Καυχίαν καλοῦσι. Καὶ τῶν [μὲν] νότων ὁ μὲν ἀπὸ τοῦ ἀφανοῦς πόλου φερόμενος, ἀντίπαλος τῷ Ἀπαρχτία, καλεῖται Νότος· Εὐρόντοος δὲ ὁ μεταξὺ τοῦτου καὶ Εὐρῶν. Τὸν δὲ ἐπὶ ἑάτερα μεταξὺ Λιβός τε καὶ Νότου οἱ μὲν Λιβόντοον, οἱ δὲ Λιβοφρίνιχα καλοῦσι. Τῶν δὲ ἀνέμων οἱ μὲν εἰσὶν εὐθύντροοι, ὅποσοι διεκθέ-