Ancient Greek
2.306.1
Joannes Stobaeus Anthologus, Anthologium 2.306.1
Unproofread scanNot analysed yet
676 Ἕκαστον δὲ τούτων κάτω σκῆψαν εἰς γῆν σχηπτός ὀνομάζεται. Τῶν δὲ κεραυνῶν οἱ μὲν αἰθαλώδεις ψυλόεντες λέγονται· οἱ δὲ ταχέως διαττοντες ἀργῆτες· ἐλικίαι δὲ οἱ γραμμοειδῶς φερόμενοι· σχηπτοὶ δὲ ὅσοι κατασκήπτουσιν εἰς τι. Συλλήβδην δὲ τῶν ἐν ἀέρι φαντασμάτων τὰ μὲν ἐστι κατ’ ἔμφασιν, <τὰ δὲ καθ’ ὑπόστασιν. Κατ’ ἔμφασιν μὲν> ἱrides καὶ ῥάβδοι καὶ ἀπλῶς τὰ τοιαῦτα, καθ’ ὑπόστασιν δὲ σέλα τε διαττοντα καὶ κομήται καὶ τὰ τούτοις παραπλήσια. Ἱρις μὲν οὖν ἐστιν ἔμφασις ἡλίου τμήματος ἢ σελήνης, ἐν νέφει νωτερῷ καὶ κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν ὡς ἐν κατοπτρῳ θεωρουμένη κατὰ κύκλον περιφάνειαν. Ῥάβδος δὲ ἱριδος ἔμφασις εὐθεῖα· ἄλλως δ’ ἐστιν ἔμφασις λαμπρότητος ἀστρου περίαυγος, διαφέρουσα τῇ ἰδιότητι, ἡ μὲν ἱρις ἐξ ἐναν- 678 τίας φαίνεται ἡλίου τε καὶ σελήνης, ἡ δ’ ἄλλως κύκλῳ παντὸς ἀστρου. Σέλας δ’ ἐστὶ πυρὸς ἀθρόον ἐξαψις ἐν ἀέρι. Τῶν δὲ σελῶν τὰ μὲν ἀχοντίζεται, τὰ δὲ στηρίζεται. Ὁ μὲν οὖν ἐξαχοντισμὸς ἐστι πυρὸς γένεσις ἐκ παρατοίψεως ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος διὰ τὸ τάχος· ὁ δὲ στηρισμὸς χωρὶς φορᾶς προμήκης ἔκτασις καὶ οἰονεὶ ἀστρου ὁψις· πλατυνομένη δὲ κατὰ θάτερον κομήτης καλεῖται. Πολλάκις δὲ τῶν σελῶν τὰ μὲν ἐπιμένει πλείονα χρόνον, τὰ δὲ παραχορήμα