Ancient Greek
2.307.2
Joannes Stobaeus Anthologus, Anthologium 2.307.2
Unproofread scanNot analysed yet
Τὰ μὲν τοίνυν ἀέρια τοιαῦτα. Ἐμπεριέχει δὲ καὶ ἡ γῆ πολλάς ἐν ἑαυτῇ καθάπερ ὕδατος, οὕτως δὲ καὶ πνεύματος καὶ πυρὸς πηγὰς· τούτων δὲ αἱ μὲν ὑπὸ γῆν εἰσὶν ἀόρατοι, πολλαὶ δὲ ἀναπνοὰς ἔχουσι καὶ ἀναφυσησεις, ὥσπερ Λίπαρά τε καὶ Αἴτνη καὶ Αἰόλου νῆσος· αἱ δ’ ἐκρέουσι πολλάκις ποταμοῦ δίχην καὶ μύδρους ἀνααρ-15 πτοῦσι διαπύρους. Ἐναι δὲ ὑπὸ γῆν οὖσαι πλησίον πηγαιῶν ὑδάτων θερμαίνουσι ταῦτα· καὶ τὰ μὲν χλιαρὰ τῶν ναμάτων ἀνίᾶσι, τὰ δὲ ὑπέρζεστα, τὰ δὲ εὖ ἔχοντα κρά-σεως. Ὁμοίως δὲ καὶ τῶν πνευμάτων πολλὰ πολλαχοῦ γῆς στόμια ἀνέφνχται. Καὶ τὰ μὲν ἐνθουσιῶν ποιεῖ τοὺς ἐμπelάζοντας, **τὰ δὲ χρησιμεῦειν, ὥσπερ τὰ ἐν Δελφοῖς καὶ τὰ ἐν Λεβαδείᾳ, τὰ δὲ καὶ παντάπασιν ἀναιρεῖ, καθάπερ τὰ ἐν Φρυγίᾳ. Πολλάκις δὲ καὶ συγγενὲς τι πνεῦ-μα εὐχρατον ἐν γῇ, παρεξωσθὲν εἰς μυχιους σήραγγας αὐτῆς, ἐξεδρον γενόμενον ἐκ τῶν οἰκείων τόπων, πολλὰ