Ancient Greek
2.309.8
Joannes Stobaeus Anthologus, Anthologium 2.309.8
Unproofread scanNot analysed yet
πελάγεσιν, αἱ δὲ κατὰ τοὺς εὐρίπους τε καὶ πορθμοὺς. Πολλαὶ τε ἀμπώτεις λέγονται καὶ κυμάτων ἄρσεις συμ- 10 ἐναντίων ἡ φύσις γλίχεται καὶ ἐκ τούτων ἀποτελεῖ τὸ σύμφωνον, οὐκ ἐκ τῶν ὁμοίων· ὥσπερ ἀμέλει τὸ ἄρρεν συνήγαγε πρὸς τὸ θῆλυ καὶ οὐχ ἑκάτερον πρὸς τὸ ὁμόφυλον, καὶ τὴν πρώτην ὁμόνοιαν διὰ τῶν ἐναντίων συνέζησεν, οὐ διὰ τῶν ὁμοίων. Ἔοικε δὲ καὶ ἡ τέχνη τὴν φύσιν μιμουμένη τὸ αὐτὸ ποιεῖν· ζωγραφία μὲν γὰρ λευκῶν τε καὶ μελανῶν, ὠχρῶν τε καὶ ἐρυθρῶν χρωμάτων ἐγκερασάμενη φύσεις τὰς εἰκόνας τοῖς προηγουμένοις ἀπετέλεσε συμφώνως· μουσικὴ δὲ ὀξεῖς ἅμα δὲ καὶ βαρεῖς, μακροὺς τε καὶ βραχεῖς φθόγγους μῖξασα ἐν διαφόροις φωναῖς μίαν ἀπετέλεσεν ἁρμονίαν· γραμματικὴ δὲ φωνηέντων τε καὶ ἄφωνων γραμμάτων χρῆσιν ποιησαμένη τὴν ὅλην τέχνην ἀπ’ αὐτῶν συνεστήσατο. Αὐτὸ δὲ τοῦτ’ ἦν παρὰ τῷ σκοτεινῷ Ἡρακλεῖτῳ (fr. 59 Byw. ,37 Schlei.) λεγόμενον· „Συνάψειας οὐ̓λα καὶ οὐ̓χὶ οὐ̓λα, συμφερόμενον καὶ διαφερόμενον, συνῆδον διῆδον, ἐκ πάντων ἐν καὶ ἐξ ἑνὸς πάντα. “