Ancient Greek
2.317.2 to 2.317.9
Joannes Stobaeus Anthologus, Anthologium 2.317.2-9
Unproofread scanNot analysed yet
Τὸ ἀθάνατον οὐ μετέχει τοῦ θνητοῦ, τὸ δὲ θνητὸν τοῦ ἀθανάτου μετέχει. Τὸ μὲν θνητὸν εἰς ἀθάνατον σῶμα οὐκ ἔρχεται, τὸ δὲ ἀθάνατον εἰς θνητὸν παραγίνεται. Αἱ ἐνέργειαι οὐκ εἰσὶν ἀνωφερεῖς, ἀλλὰ κατωφερεῖς. Οὐδὲν ὠφελεῖ τὰ ἐπὶ γῆς τὰ ἐν οὐρανῷ, πάντα ὠφελεῖ τὰ ἐν οὐρανῷ τὰ ἐπὶ γῆς. Ὁ οὐρανὸς σωμάτων ἀιδίων δεκτικός, ἡ γῆ σωμάτων φθαρτῶν δεκτική. Ἡ γῆ ἄλογος, ὁ οὐρανὸς λογικός. Τὰ ἐν οὐρανῷ ὑπόκειται, τὰ ἐπὶ γῆς τῇ γῇ ἐπίκειται. Ὁ οὐρανὸς πρῶτον στοιχεῖον, ἡ γῆ ὑστάτον στοιχεῖον. τελῶς τοὺς ἀχρωστὰς ἔχουσιν ἢ τάχα οὐδὲ τοὺς ὀλίγους ἔξουσιν. Ἔχουσι δὲ τι καὶ ἴδιον ἐν ἑαυτοῖς· τοὺς κακοὺς μᾶλλον παραξύνουσι πρὸς τὴν κακίαν· διὸ χρὴ τοὺς πολλοὺς φυλάττεσθαι μὴ νοοῦντας τῶν λεγομένων τὴν ἀρετήν.