Ancient Greek
2.320.1
Joannes Stobaeus Anthologus, Anthologium 2.320.1
Unproofread scanNot analysed yet
τὰν δ’ ἔστιν τὰν ὕλαν καὶ τὸ κινούμενον, τὰν δὲ μορφῶ τὰν τέχνην καὶ ποθ’ ἂν κινέεται ὑπὸ τῶν κινούντος ἂ ἔστιν. Ἄλλ’ ἐπεὶ τὸ κινούμενον ἐναντίας ἑαυτῷ δυνάμεως ἴσχει τὰς τῶν ἀπλῶν σωμάτων, τὰ δ’ ἐναντία συναρμογὰς τινος δεῖται καὶ ἕνωσης, ἀνάγκη ἀριθμῶν δυνάμεως καὶ ἀναλογίας καὶ τὰ ἐν ἀριθμοῖς καὶ γεωμετρικοῖς δεικνύμενα παραλαμβάνειν, ἂ καὶ συναρμόσαι καὶ ἕνωσαι τὰν ἐναντιότατα δυνασεται ἐν τῇ ἔστιν τῶν πραγμάτων ποττὰν μορφῶ. Καθ’ αὐτὰν μὲν γὰρ ἔσσα ἂ ἔστιν ἄμορφος [716] ἐντι, κινatheisa δὲ ποττὰν μορφῶ ἐμμορφος γίνεται καὶ λόγον ἔχοισα τὸν τὰς συντάξεως. Ὁμοίως δὲ καὶ τὸ δι’ ὃ κινέεται τὸ κινούμενον ἐντι τὸ πρᾶτον κινεῖν· ὥστ’ ἀνάγκη τρεῖς εἶμεν τὰς ἀρχάς, τὰν τε ἔστιν τῶν πραγμάτων καὶ τὰν μορφῶ καὶ τὸ ἐξ αὐτῶν κιναιτικὸν καὶ πρᾶτον τῇ δυνάμει. Τὸ δὲ τοιοῦτον οὐ νοῦν μόνον εἶμεν δεῖ, ἀλλὰ καὶ νοῦν τι κρέσσον· νοῦν δὲ κρέσσον ἐντι, ὅπερ ὀνομάζομεν θεόν, φανερόν. —Ὁ μὲν τῷ ἴσω λόγος περὶ τὰν ὀρτὰν καὶ λόγον ἔχοι-