Ancient Greek
2.321.4
Joannes Stobaeus Anthologus, Anthologium 2.321.4
Unproofread scanNot analysed yet
4 Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα (p. 40 Patrit.) . 20 Ἡ ψυχὴ τοίνυν οὐσία ἐστὶν ἀσώματος, καὶ ἐν σώματι δὲ οὖσα οὐκ ἐκβαίνει τῆς ἰδίας οὐσιότητος. Τυχάνει γὰρ οὖσα ἀεικίνητος κατ’ οὐσίαν, κατὰ νόησιν αὐτοκίνη-τος, οὐχ ἐν τινι κινουμένη, οὐ πρὸς τι, οὐχ ἕνεκέν τινος· προτερεῖ γὰρ τῇ δυνάμει, τὸ δὲ πρότερον οὐ δεῖται τῶν25ὑστέρων. Τὸ ἐν τινι τοίνυν ἐστὶν ὁ τόπος καὶ χρόνος [720]