Ancient Greek
2.325.4
Joannes Stobaeus Anthologus, Anthologium 2.325.4
Unproofread scanNot analysed yet
Παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγεγνόμεναι, ἀλλὰ τινὲς μὲν αὐτῶν ἅμα τῷ γίνεσθαι τὸν ἄνθρωπον ἐνεργοῦσιν, ὁμοῦ τῇ ψυχῇ περὶ τὸ ἄλογον οὖσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡλικίας τῷ λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι. Αὗται δὲ αἱ ἐνέργειαι τῶν σωμάτων εἰσὶν ἡσθημέναι. Καὶ ἀπὸ μὲν τῶν θείων σωμάτων ἐρχονται εἰς τὰ θνητὰ αὗται [αἱ] σωματοποιοῦσαι, ἑκάστη δὲ αὐτῶν ἐνεργεῖ ἢ περὶ τὸ σῶμα