Ancient Greek
2.329.1 to 2.329.2
Joannes Stobaeus Anthologus, Anthologium 2.329.1-2
Unproofread scanNot analysed yet
κακωτικὰς εἶναι. Τὸ τε γὰρ χαίρειν μεθ’ ἡδονῆς τὴν αἴσθησιν παρέχον πολλῶν κακῶν εὐθέως αἴτιον συμβαίνει τῷ παθόντι, ἢ τε λύπη ἀλγηδόνας καὶ ὀδύνας ἰσχυροτέρας παρέχεται· διόπερ εἰκότως ἀμφότεραι κακωτικαὶ ἂν εἴησαν. Ἡ αὐτὴ ἂν εἴη αἴσθησις ψυχῆς καὶ σώματος, ὦ πάτερ; <ERM. >Πῶς νοεῖς, ὦ παῖ, ψυχῆς αἴσθησιν; Οὐχ ἡ μὲν ψυχὴ ἀσώματος, ἡ δὲ αἴσθησις σῶμα ἂν εἴη, ὦ πάτερ, ἡ αἴσθησις [ἡ] ἐν σώματι οὖσα τυγχάνει;