Ancient Greek
2.329.6
Joannes Stobaeus Anthologus, Anthologium 2.329.6
Unproofread scanNot analysed yet
7 Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα (p. 40 Patrit.) . Κινεῖται δὲ τὸ κινούμενον κατ’ ἐνέργειαν τῆς κινήσεως τῆς κινούσης τὸ πᾶν. Ἡ γὰρ φύσις τοῦ παντὸς τῷ παντὶ παρέχει κινήσεις, μίαν μὲν τὴν κατὰ δύναμιν αὐτῆς, ἑτέραν δὲ τὴν κατ’ ἐνέργειαν· καὶ ἡ μὲν διήκει διὰ τοῦ σύμπαντος κόσμου καὶ ἐντὸς συνέχει· ἡ δὲ παρέχει καὶ ἐκτὸς περιέχει· καὶ διὰ πάντων πεφοιτήκασιν κοινῇ. Καὶ ἡ φύσις πάντων, φύουσα τὰ γιγνόμενα, φυτὴν παρέχει τοῖς φυομένοις, σπείρουσα μὲν τὰ ἑαυτῆς σπέρματα, γενέσεις ἔχουσα δι’ ὕλην κινητήν. Κινουμένη δὲ θερμαίνεται καὶ γίνεται ὕλη πῦρ καὶ ὕδωρ, τὸ μὲν