Ancient Greek
2.332.1
Joannes Stobaeus Anthologus, Anthologium 2.332.1
Unproofread scanNot analysed yet
748 ὕπνου τὴν ἐνέργειαν, ἐναντίαν τῇ τῆς ψυχῆς, οὐκ ἐλάττω <δ'> ἐκείνης. Καθάπερ γὰρ ἡ ψυχὴ κινήσεώς ἐστιν ἐνέργεια, τὸν αὐτὸν τρόπον καὶ τὰ σώματα ζῆν οὐ δύναται χωρὶς τοῦ ὕπνου. Ἄνεσις γὰρ καὶ ἄφεσίς ἐστι τῶν συνδέτων μελῶν καὶ ἐσωθεν ἐνεργεῖ σωματοποιιῶν τὴν ἐπεισἐλθοῦσαν ὕλην, ἑκάστῳ τὸ οἰκεῖον διαστέλλων· τὶ μὲν ὕδωρ τῷ αἵματι, τὴν δὲ γῆν ὀστέοις καὶ μυελοῖς, τὸν δὲ ἀέρα τοῖς νεύροις καὶ φλεβί, τὸ δὲ πῦρ τῇ ὄράσει. Διόπερ καὶ ἡδεταὶ ἄκρως τὸ σῶμα τοῦ ὕπνου ταύτην ἐνεργοῦντος τὴν ἡδονήν.