Ancient Greek
2.335.9
Joannes Stobaeus Anthologus, Anthologium 2.335.9
Unproofread scanNot analysed yet
Παρὰ τί δὲ τὰ βρέφη ὅμοια τοῖς γονεύσι γίνεται ἢ συγγενείας ἀποδίδεται; Ἐκθήσω λόγον. Ὅταν νοσίμου αἵματος ἐξαφρουμένου ἢ γέννησις ἀποθησανρίζῃ γόνον, συμβαίνει πως ἐκπνεῖν ἐκ τοῦ σώματος ὅλον μελῶν οὐσίαν τινὰ κατὰ θείαν ἐνέργειαν, ὡς τοῦ αὐτοῦ ἀνθρώπου γινομένου, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς γυναικὸς εἴκως γίγνεσθαι. Ὅταν καθυπερτερίσῃ τὸ ἓν ἀπὸ τοῦ ἀνδρὸς καὶ ἄθικτον γένηται, τῷ πατρὶ ὁμοιούμενον τὸ βρέφος ἀπο-δειχθήσεται, ὡς τὸ ἀνάπαλιν τὸν αὐτὸν τρόπον τῇ μητρί·