Ancient Greek
2.348.3
Joannes Stobaeus Anthologus, Anthologium 2.348.3
Unproofread scanNot analysed yet
Λέγω τοίνυν, τῆς ἀρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζωοῖς ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀληθόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ. —Πάνυ λέγεις εἰκός. —Πάλιν δὲ ἀρμωτομένης τε καὶ εἰς τὴν αὐτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ δι’ ὀλίγων ὅτι τάχιστα περὶ μεγίστων ῥηθῆναι. —Οἶμαι μὲν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἐπὶ ταῦτα πειρώμεθα λέγειν. —Οὐκοῦν δημόσιά που καὶ περιφανῆ ἅξστον συννοεῖν; —Ποῖα; —Πείνη μὲν που καὶ λύσις. —Ναί. —Ἔδωδὴ δὲ πλήρωσις γιγνομένη πάλιν ἡδονή. —Ναί. —Λίψους δ’ αὖ φθορὰ καὶ λύπη καὶ λύσις, ἡ δὲ τοῦ ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή· διάκρισις δὲ τ’ αὖ καὶ διάλυσις παρὰ φύσιν, τοῦ πνίγοντος πάθη, λύπη· κατὰ φύσιν δὲ πάλιν ἀπόδοσις τε καὶ ψύξις ἡδονή. —Πάνυ μὲν οὖν. —Καὶ θίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις [καὶ] λύπη. πάλιν δ’ εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή. Καὶ ἐνὶ λόγῳ σκόπει εἰ σοι μέτριος λόγος, ὃς ἂν φῇ, τὸ ἐκ τῆς ἀπείρου καὶ πέρατος κατὰ φύσιν ἐμψυχον γεγονὸς εἶδος, ὅπερ ἐν τῷ πρόσθεν ἔλεγον,