Ancient Greek
2.349.3
Joannes Stobaeus Anthologus, Anthologium 2.349.3
Unproofread scanNot analysed yet
14 14 <Ἐν ταύτῳ (p. 33ᶜ–34ᵃ). >Καὶ μὴν τὸ γε ἕτερον εἶδος τῶν ἡδονῶν, ὅ τῆς ψυχῆς αὐτῆς εἶναι ἔφαμεν, διὰ μνήμης πᾶν ἐστι γεγονός. —Πῶς; —Μνήμην, ὡς ἔοικεν, ὅ τί ποτ’ ἐστι, πρότερον ἀναληπτέον· καὶ κινδυνεύει πάλιν ἐπὶ πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει ταῦθ’ ἡμῖν κατὰ τρόπον φανερὰ πη γενήσεσθαι. —Πῶς φῆς; —Θες τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν, ἀπαθῆ ἐκεῖ-νην ἑάσαντα, τὰ δὲ δι’ ἀμφοῖν ἰόντα καὶ τινὰ ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ. —Κεῖ-σθω. —Τὰ μὲν μὴ δι’ ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν λανθάνειν, τὰ δὲ δι’ ἀμφοῖν μὴ λανθάνειν, ἆρ’ ὀρθότατα ἐροῦμεν; —Πῶς γὰρ οὔ; —Τὸ τοίνυν λεληθέναι μηδαμῶς ὑπολάβης, ὡς λέγω λήθης ἐνταῦθά που γένεσιν. Ἔστι γὰρ λήθη μνήμης ἐξοδος, ἡ δ’ ἐν τ~