Ancient Greek
2.350.2 to 2.350.9
Joannes Stobaeus Anthologus, Anthologium 2.350.2-9
Unproofread scanNot analysed yet
15 Ἐν ταύτῳ (p. 50b). Ὅτι καὶ σῶμα ἄνευ ψυχῆς καὶ ψυχὴ ἄνευ σώματος καὶ κοινῇ μετ’ ἀλλήλων ἐν τοῖς παθήμασι μεστὰ ἐστι συγκεκραμένης ἡδονῆς λύπαις. ΠΕΡΙ ΝΟΥ. 1 Πλάτωνος ἐκ τοῦ Φιλίβου (p. 58A). Ἐγὼγε ἡγεῖσθαι οἶμαι ξύμπαντας, ὅσους νοῦ καὶ σικρὸν προσήρτηται, μακρῶ ἀληθεστάτην εἶναι γνώσιν. 2 Πλάτωνος ἐκ τοῦ Φαίδωνος (p. 93B). Φέρε δή, πρὸς Διός· λέγεται ψυχὴ ἡ μὲν νοῦν τε ἔχειν καὶ ἀρετὴν καὶ εἶναι ἀγαθὴ, ἡ δὲ ἀνοιὰν τε καὶ μοχθηρίαν καὶ εἶναι κακή; Καὶ ταῦτα ἀληθῶς λέγεται; Πῶς τοῦτο λέγεις, ὦ πάτερ; ὁ νοῦς τῆς ψυχῆς χωρίζεται καὶ ἡ ψυχὴ τοῦ πνεύματος, σοῦ εἰπόντος ἔνδυμα εἶναι τοῦ μὲν νοῦ τὴν ψυχὴν, τῆς δὲ ψυχῆς τὸ πνεῦμα;