Ancient Greek
2.354.2
Joannes Stobaeus Anthologus, Anthologium 2.354.2
Unproofread scanNot analysed yet
εἰς ἑαυτὸν καὶ ἑαυτὸν θεωροῦντος. Παρεξελθὼν γὰρ τοῦ θεάσασθαι τὰς ἑαυτοῦ ἐνεργείας καὶ ὄμμα εἶναι τῶν αὐτοῦ ἐνεργειῶν ουσῶν τὸ ὄραμα, οὐδὲν ἂν νοήσειεν. Ὡς μὲν οὖν ἢν [ἢ] αἴσθησις τε καὶ τὸ αἰσθητόν, οὕτως ἔστι νοῦς τε καὶ τὸ νοητόν. Θεωρεῖ δὲ ἡ μὲν ἐκτεινομένη εἰς τὸ ἔξω, εὑρίσκουσα τὸ αἰσθητόν τῇ ὑλῇ κείμενον· ὁ δὲ νοῦς εἰς αὐτὸν συναγόμενος, οὐδαμῇ ἔξω ἐκτεινόμενος, ὅπερ καὶ ἐδόκει τισὶν <οὐδ'> ὀνόματος διαφορὰς προστεθείσης τῇ τοῦ νοῦ ὑποστάσει καὶ τῆς φαντασίας. Ἡ γὰρ ἐν λογικῷ ζῷῳ φαντασία ἐδέδοκτο αὐτοῖς νόησις· ἀλλ' [εἰ] ἐκείνοις μὲν πάντα ἀπαρτήσασιν ἀπὸ τῆς ὑλῆς καὶ τῆς σωματικῆς φύσεως ἀκόλουθον ἦν καὶ τὸν νοῦν τούτων ἀπαρτᾶν· ὁ δ' ἡμέτερος ἀσωμάτων καὶ ἑτέρων θεωρὸς οὐσιῶν ποῦ τοίνυν κειμένας καταλήψεται αὐτάς; ἔξω δὲ ὄντων ὑλῆς οὐδαμοῦ ἂν εἴη ταῦτα. Δῆλον ὡς νοερὰ καὶ νοήσει συναχθήσεται. [Καὶ] τοίνυν εἰ νοερὰ εἰς τὸν νοῦν, [καὶ τὸ νοητόν] καὶ ἑαυτὸν θεωρήσει νοῶν τὰ νοητά· καὶ χωρῶν εἰς ἑαυτόν, νοεῖ διὰ τὸ εἰς ἐκεῖνα χωρεῖν. Εἰ δὲ πολλά [καὶ] τὰ νοητά, (πολλὰ γὰρ ὁ νοῦς νοεῖ καὶ οὐχ ἕν), πολλὰ ἂν εἴη [καὶ] ἐξ ἀνάγκης καὶ αὐτός. Κεῖται δὲ πρὸ τῶν πολλῶν τὸ ἕν, ὥστε ἀνάγκη πρὸ τοῦ νοῦ εἶναι τὸ ἕν.