Ancient Greek
2.356.9
Joannes Stobaeus Anthologus, Anthologium 2.356.9
Unproofread scanNot analysed yet
788 διὸ οὔτε μᾶλλον οὔτε ἧττον οὔτε βέλτιον οὔτε χείρον ἐντι δοξαστὰ δὲ τὰ μετέχοντα τῶν εἰδῶν ὡς αἱ εἰκόνες, οἷον ὁ τις ἄνθρωπος τῷ ἀνθρώπῳ καὶ τὸ τρίγωνον τοῖς τριγώνοις· ἐπιστατὰ δὲ τὰ τοῖς εἴδεσι συμβεβηκότα ἐξ ἀνάγκας, ὡς ἐν γεωμετρίᾳ τὰ τοῖς σχήμασι· νοητὰ δὲ αὐτὰ τὰ εἴδεα καὶ αἱ ἀρχαὶ τῶν ἐπιστατῶν· οἷον αὐτὸς κύκλος καὶ τρίγωνον καὶ σφαῖρα. Τυχάνοντι δὲ καὶ ἐν ἁμῖν αὐτοῖς κατὰ ψυχὴν γνώσεις τέτταρες· νοῦς, ἐπιστάμε, δόξα, αἴσθασις· ὧν αἱ μὲν δύο τῷ λόγῳ ἀρχαὶ ἐντι, οἷον νοῦς καὶ αἴσθασις, τὰ δὲ δύο τέλεια, οἷον ἐπιστάμε καὶ δόξα. Τὸ δ’ ὅμοιον ἀεὶ τῷ ὁμοίῳ γνωστικόν. Φανερὸν ὅτι ὁ μὲν νοῦς ἐν ἁμῖν τῶν νοητῶν γνωστικὸς, ὁ δὲ ἐπιστάμε τῶν ἐπιστατῶν, <ὁ δὲ δόξα τῶν δοξαστῶν,> ὁ δὲ αἴσθασις τῶν αἰσθητῶν.