Ancient Greek
2.370.1
Joannes Stobaeus Anthologus, Anthologium 2.370.1
Unproofread scanNot analysed yet
μὲν ἕλκεται ὑπὸ τοῦ σώματος εἰς τὰ οὐδέποτε κατὰ ταῦτὰ ἔχοντα, καὶ αὐτὴ πλανᾶται καὶ ταράττεται καὶ ἰλιγγιᾷ ὡσπερ μεθύνουσα, ἅτε τοιούτων ἐφαπτομένη; —Πάνυ γε. —Ὅταν δὲ γε αὐτὴ καθ’ αὑτὴν σκοπῇ, ἐκεῖσε οἴχεται εἰς τὸ καθαρὸν τε καὶ ἀεὶ ὂν καὶ ἀθάνατον καὶ ὡσαύ- 5 τως ἔχον, καὶ συγγενὲς αὐτοῦ οὖσα ἀεὶ μετ’ ἐκείνου τε γίγνεται, ὅτανπερ αὐτὴ καθ’ αὑτὴν γένηται καὶ ἐξῆ αὐτῆ, καὶ πέπαιται τε τοῦ πλάνου καὶ περὶ ἐκεῖνα ἀεὶ κατὰ ταῦτὰ ὡσαύτως ἔχει, ἅτε τοιούτων ἐφαπτομένη· καὶ τοῦτο αὐτῆς τὸ πάθημα φρόνησις κέκληται; —Παντά- 10 πασιν, ἔφη, καλῶς καὶ ἀληθῶ λέγεις, ὦ Σώκρατες. —Ποτέρῳ οὖν αὖ σοι δοκεῖ τῷ εἴδει καὶ ἐκ τῶν πρόσθεν καὶ ἐκ τῶν νῦν λεγομένων ψυχὴ ὁμοιότερον εἶναι καὶ ξυγγενέστερον; —Πᾶς ἂν ἐμοῖγε δοκεί, ἢ δ’ ὡς, συγχωρήσαι, ὦ Σώκρατες, ἐκ ταύτης τῆς μεθόδου καὶ ὁ 15 δυσμαθέστατος, ὅτι ὅλῳ καὶ παντὶ ὁμοιότερόν ἐστι ψυχὴ τῷ ἀεὶ ὡσαύτως ἔχοντι μᾶλλον ἢ τῷ μή. —Τί δὲ τὸ σῶμα; —Τῷ ἑτέρῳ. —Ὅρα δὲ καὶ τῆδε· ὅτι ἐπειδὰν ἐν τῷ αὐτῷ ᾖσι ψυχὴ καὶ σῶμα, τῷ μὲν δουλεύειν καὶ ἄρχεσθαι ἡ φύσις προσταττεῖ, τῇ δὲ ἄρχειν καὶ δεσπό- 20 ζειν· καὶ κατὰ ταῦτα αὖ ποτέρῳ σοι δοκεῖ ὅμοιον τῷ θείῳ εἶναι, ἢ ποτέρῳ τῷ θνητῷ; ἢ οὐ δοκεῖ σοι τὸ μὲν θεῖον οἷον ἄρχειν τε καὶ ἡγεμονεύειν πεφυκέναι, τὸ δὲ θνητὸν ἄρχεσθαι τε καὶ δουλεύειν; —Ἔοικε. —Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοικε; —Ἀλλὰ δή, ὦ Σώκρατες, ὅτι ἡ μὲν 25 ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ. —Σκόπει δή, ἔφη, ὦ Κέβης, εἰ ἐκ πάντων τῶν εἰρημένων τάδε ἡμῖν ξυμβαίνει, τῷ μὲν θείῳ καὶ ἀθανάτῳ καὶ νοητῷ καὶ μονο-