Ancient Greek
2.373.3
Joannes Stobaeus Anthologus, Anthologium 2.373.3
Unproofread scanNot analysed yet
12 12 Ἡροδότου ἱστορία β’ (c. 123). Πρῶτοι δὲ καὶ τόνδε τὸν λόγον Αἰγύπτιοί εἰσι οἱ εἰπόντες, ὡς ἀνθρώπου ψυχὴ ἀθάνατόν ἐστι· τοῦ δὲ σώ-ματος καταφθίνοντος ἐς ἄλλο ζῷον αἰεὶ γινόμενον ἐσδύ-εται· ἐπὰν δὲ πάντα περιέλθῃ τὰ χερσαῖα καὶ τὰ θαλάσ-σια καὶ τὰ πετεινά, αὖτις ἐς ἀνθρώπου σῶμα γενόμενον ἐσδύειν· τὴν περιήλυσιν δὲ αὐτῇ γίνεσθαι ἐν τρισχιλί-οις ἔτεσι. τούτῳ τῷ λόγῳ εἰσὶ οἱ Ἑλλήνων ἐχρήσαντο οἱ μὲν πρότερον, οἱ δὲ ὕστερον.