Ancient Greek
2.375.1
Joannes Stobaeus Anthologus, Anthologium 2.375.1
Unproofread scanNot analysed yet
εικότων τὰς ἀποδείξεις ποιουμένοις λόγους ξυνοῖδα οὐδὲν ἀλαζόσι, καὶ ἂν τις αὐτοὺς μὴ φυλάττηται, εὖ μᾶλα ἐξαπατῶσι καὶ ἐν γεωμετρίᾳ καὶ τοῖς ἄλλοις πᾶσιν. Ὁ δὲ περὶ τῆς ἀναμνήσεως καὶ μαθήσεως λόγος δι’ ὑποθέσεως 5 ἀξίας ἀποδεξάσθαι εἴρηται. Ἔφη δὴ γὰρ πον οὕτως ἡμῶν εἶναι ἡ ψυχὴ καὶ πρὶν ἢ εἰς σῶμα ἀφικέσθαι, ὥσπερ αὐτῆς ἐστιν ἡ οὐσία ἔχουσα τὴν ἐπωνυμίαν τὴν τοῦ ὁ ἐστιν. Ἐγὼ δὲ ταύτην, ὡς ἐμαντὸν πείθω, ἱκανῶς τε καὶ ὀρθῶς ἀποδέδειγμαί. Ἀνάγκη οὖν μοι, ὡς ἔοικε, 10 διὰ ταῦτα μήτε ὡς ἐμαντοῦ μήτε ὡς ἄλλου ἀποδέχεσθαι λέγοντος ὡς ψυχὴ ἐστὶν ἁρμονία. —Τί δέ, ἢ δ’ ὧς, ὦ Σιμμία, τῆδε; δοκεῖ σοι ἁρμονία ἢ ἄλλη τινὶ συνθέσει προσῆκειν, ἄλλως πως ἔχειν ἢ ὡς ἂν ἐκεῖνα ἔχῃ ἐξ ὧν ἂν συγχέται; —Οὐδαμῶς. —Οὐδὲ μὴν ποιεῖν τι, ὡς 15 ἐγώμαι, οὐδὲ τι πάσχειν ἄλλο παρ’ ὁ ἂν ἐκεῖνα ἢ ποιῇ ἢ πάσχῃ. —Συνέφη. —Οὐκ ἄρα ἡγεῖσθαι γε προσῆκει ἁρμονίαν τούτων ἐξ ὧν ἂν συντεθῇ, ἀλλὰ ἐπεσθαι. —Συνεδόχκει. —Πολλοῦ ἄρα δεῖ ἐναντία γε ἁρμονία κινηθῆναι ἂν ἢ φθῆγξασθαι ἢ τι ἄλλο ἐναντιωθῆναι τοῖς 20 αὐτῆς μέρεσι. —Πολλοῦ μέντοι, ἔφη. —Τί δέ; οὐχ οὕτως ἁρμονία πέφυκεν εἶναι ἑκάστη ἁρμονία, ὡς ἂν ἁρμοσθῇ; —Οὐ μανθάνω, ἔφη. —Ἡ οὔχί, ἢ δ’ ὧς, ἐὰν μὲν μᾶλλον ἁρμοσθῇ καὶ ἐπὶ πλέον, εἴπερ ἐνδέχεται τοῦτο γίγνεσθαι, μᾶλλον τε ἂν ἁρμονία εἴη καὶ πλείων· εἰ δ’ ἧττόν 25 τε καὶ ἐπὶ ἕλαττον, ἧττόν τε καὶ ἕλαττων; —Πάνυ γε. —Ἡ οὖν ἐστι τοῦτο περὶ ψυχῆν, ὥστε κατὰ τὸ σμικρότατον